ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ (ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΟΥ)
Κάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ
Δογμάτων ἀστραπαῖς, ὥσπερ ἥλιος
μέγας, ἐφώτισας τὴν γῆν, καὶ ἀγνοίας
τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἰωάννη
Χρυσόστομε∙ ὅθεν δέομαι, τοῦ αἰωνίου
με σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας,
εὐχαῖς σου ἀξίωσον.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας
μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πῶς Παρθένος
καὶ Μήτηρ∙ διὸ Θεοτόκον σε, προσκυνοῦντες
δοξάζομεν· σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα
τῆς δόξης∙ ὃν δυσώπησον, τοῦ εἰρηνεῦσαι
τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Κάθισμα Ἦχος δ'
Ὡς χρυσαυγές τε καὶ τερπνὸν θεορρῆμον,
ὄργανον θεῖον κελαδοῦν Ἐκκλησία, ὑπὸ
Χριστοῦ Χρυσόστομε δεδώρησαι∙ χελιδὼν ἡ εὔλαλος,
χρυσαυγίζουσα Μάκαρ, νοῦς ὁ χρυσοστόλιστος, λύρα
τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι
πειρασμῶν, σαῖς ἱκεσίαις Ποιμὴν ἀξιάγαστε.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν
Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν,
παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν
μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα,
τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον
σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί
με.
Κάθισμα Ἦχος δ'
Θείᾳ ψήφῳ τῆς Χριστοῦ,
ποίμνης ἀξίως γεγονώς, Ἀξιάγαστε ποιμήν,
οἵά περ λύκους ἐξ αὐτῆς, ἐν τῇ
σφενδόνῃ τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων
ἀφειδῶς, παρανομοῦντας σοφέ∙ ὑφ᾿ ὦν
καὶ ἐλαθείς, φθόνῳ Χρυσόστομε, μακρὰν
ὁδὸν διήνυσας στερρόφρον, ὑπὲρ αὐτῆς
ἐν ᾗ τέθνηκας, ἀλλ᾿ ἐπανῆλθες πρὸς
Βασιλίδα, νέμων θεῖα χαρίσματα.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ
φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν,
τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ
συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον,
ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ
μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν
ἐκραύγαζε∙ Παρθένος τίκτει, καὶ μετὰ
τόκον, πάλιν μένει Παρθένος.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών,
καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς
πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ,
καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας,
τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις
σου∙ ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας,
ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης Μακάριε,
Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῶ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
τὸ αὐτὸ
Καὶ
νῦν... Θεοτοκίον
Τῆς Τριάδος τὸν ἕνα ὑπερφυῶς,
συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας,
ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν
τῆς θείας, κατέστησας φύσεως, τήν τῶν ἀνθρώπων
φύσιν, τὴν πάλαι ἐξόριστον∙ ὅθεν
συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέντες,
Πανάμωμε, τοῖς σοῖς λόγοις ἑπόμενοι,
χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν
Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
σὲ δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.
Κοντάκιον
Ἦχος
α' Χορὸς Ἀγγελικὸς
Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία,
τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙
καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον,
τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει,
ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν,
Ἰωάννη Χρυσόστομε.
Ὁ
Οἶκος
Ἡ λαμπάς, ἡ τῶν ἔργων μου
στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ
δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου
σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον,
καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων
μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος,
καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον
ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας
με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου
ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν
καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη
Χρυσοστομε.
Συναξάριον
Τῇ ΚΖ' τοῦ αὐτοῦ
μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν
Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.
Στίχοι
Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη,
θρόνῳ,
Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν
Εἰρήνη, λέγεις.
Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας
εἰκάδι χρυσοῦν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς
Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου,
Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ
τελειοῦται.
Στίχοι
Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον,
Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε.
Τῇ αὐτῇ ἡμέρᾳ,
ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ
γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὡς ὥριμός τις σῖτος ἐκ γήρως
Πέτρε,
Οἶνον ταμείῳ συγκομίζει τῷ
τάφῳ.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ἐξαποστειλάριον
Γυναῖκες
ἀκουτίσθητε
Ἀγάλλου πολις πόλεων, πασῶν ἡ
Βασιλεύουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ
Ποιμενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον,
τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος
καὶ σῴζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει
τοῖς ὕμνοις.
Θεοτοκίον,
ὅμοιον
Φρικτὴ ἡ προστασία σου, Μαρία
Θεοκόσμητε, καὶ φοβερά σου ἡ δόξα, πάσῃ
τῇ γῇ Θεοτόκε∙ εἰς σὲ γὰρ νῦν
καυχώμεθα, σὲ καὶ μεσίτην ἔχοντες, πρὸς τὸν
Υἱὸν καὶ Κτίστην σου, τῇ ἀκοιμήτῳ
πρεσβείᾳ, τῇ σῇ σωθείημεν πάντες.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἡ τοῦ στόματός σου καθάπερ
πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην
ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ
θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς
ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις
παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε
τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Τὸ
στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·
Στίχ.
Ἀκούσατε ταῦτα,
πάντα τὰ ἔθνη.
Πρὸς Ἑβραίους
Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα 7:26-28, 8:1-2
Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος
ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν
ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν,
ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ
ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς
μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς
λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς
μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ῾Αγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς,
ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Ἀλληλούϊα.
Ἦχος β΄
Στόμα δικαίου μελετήσει σοφίαν
Στίχ.
Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν
καρδίᾳ αὐτοῦ.
Ἐκ τοῦ κατὰ
Ἰωάννην
ι΄ 9 - 16
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ
εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα
κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ
εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν
προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν
λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ
σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ
περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι
ὑπὸ τῶν ἐμῶν,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν
μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία
ποίμνη, εἷς ποιμήν.