14 ΙΑΝΟΥΑΡΙΟΥ 2018
† ΚΥΡΙΑΚΗ μετὰ τὰ
Φῶτα.
Ἀπόδοσις τῆς ἑορτῆς τῶν Θεοφανείων. Τῶν ἐν Σινᾷ καὶ Ῥαϊθῷ ἀναιρεθέντων
πατέρων.
Ἦχος βαρύς. Ἑωθινὸν
ι´.
(τυπικὸν 6ης Ἰαν., περίπτωσις β´, §§17-19)
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον Ἀναστάσιμον.
Ἧχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον
μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης
Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Τὸ αὐτό.
Καὶ
νῦν. Τῆς ἑορτῆς. Ἦχος α´.
Ἐν Ἰορδάνῃ βαπτιζομένου
σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος
ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα
ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς
Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ,
ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος
τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος
βαρύς.
Οὐκέτι φλογίνη ῥομφαία.
Οὐκέτι τὸ κράτος τοῦ θανάτου,
ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων
τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται·
Ἐπέστη, λέγοντες, Σωτὴρ τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος.
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια
σήμερον, ὁ ᾅδης καὶ ὁ θάνατος τὸν Ἕνα τῆς Τριάδος· ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ
δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις χαίρουσα
ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν
θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ·
Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Συναξάριον.
Τῇ ΙΔ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων.
Στίχ. Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους·
Τὸ δ᾿ αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι.
Ἀββάδας ἀμφὶ τετάρτῃ
καὶ δεκάτῃ κτάνε χαλκός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων.
Στίχ. Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας,
Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, υἱοῦ τοῦ Ἁγίου Νείλου, τοῦ σοφοῦ.
Στίχ. Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας,
Μιμούμενος μάλιστα πατρὸς τὸν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου.
Στίχ. Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ,
Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία
Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται.
Στίχ. Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους,
Πάμφωτον αὐτῇ προὐξένησαν οἰκίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας ἐνδόξου Ἰσαποστόλου Νίνης, τῆς φωτιστρίας τῆς Γεωργίας.
Στίχ. Σταυροῦ ῥωσθεῖσα ἰσχύϊ, Νίνα, φέγγος,
Χριστοῦ ἀνέτειλας λαῷ Γεωργίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Σάββα, τοῦ πρώτου Ἀρχιεπισκόπου Σερβίας καὶ κτίτορος
τῆς ἱερᾶς Μονῆς Χιλανδαρίου.
Στίχ. Φωστὴρ ἐδείχθης φωτίσας τὴν Σερβίαν,
Ἔργοις λόγοις τε, Σάββα τῶν Σέρβων κλέος.
*
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην κοινὴν
ἐπιτελοῦμεν τῆς ἁγίας οἰκογενείας τοῦ Ἁγίου Βασιλείου, ἧς τὰ μέλη·
Βασίλειος καὶ Ἐμμέλεια οἱ γονεῖς, καὶ τὰ τέκνα αὐτῶν, Βασίλειος ὁ Μέγας,
Γρηγόριος ὁ Νύσσης, Πέτρος ὁ Σεβαστείας, Ναυκράτιος Ὅσιος, καὶ αἱ Ὅσιαι
Γυναῖκες Μακρίνα καὶ Θεοσέβεια.
Στίχ. Γενεὰν γεραίρομεν ἡγιασμένην,
Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου.
Δεκάτῃ γε ὀκτάριθμον
ὁμήγυριν ἀείδω.
Σημ. Ἀρχικῶς ἡ Ἀκολουθία
(Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) ἐποιήθη διὰ τὴν Ι´
τοῦ μηνὸς Ἰανουαρίου. Συμφώνως τῇ ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου,
τῆς 4ης Σεπτεμβρίου 1999, ὡρίσθη ὡς ἡμέρα ἑορτασμοῦ ἡ Κυριακὴ μετὰ
τὰ Φῶτα ἑκάστου Ἰανουαρίου.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ
Τῆς Κυριακῆς μετὰ
τὰ Φῶτα. (Ἐφ. δ´ 7-13).
Προκείμενον καὶ
Ἀλληλούϊα τῆς ἡμέρας.
Προκείμενον. Ἦχος
α´. (Ψαλμὸς λβ´).
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ
σέ.
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι,
ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν
ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· «Ἀναβὰς
εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις».
Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη
τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν,
ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ
προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς
τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ
σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα
τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον,
εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
Ἀλληλούϊα
(γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´).
Στίχ. Τὰ ἐλέη σου, Κύριε,
εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀλήθειάν
σου ἐν τῷ στόματί μου.
Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς
ἑτοιμασθήσεται ἡ ἀλήθειά σου.
ΕΥΑΓΓΕΛΙΟΝ
Τῆς Κυριακῆς μετὰ
τὰ Φῶτα. (Ματθ. δ´ 12-17)
Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας
ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·
καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν
ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου
τοῦ προφήτου λέγοντος· Γῇ Ζαβουλὼν καὶ γῇ Νεφθαλείμ, ὁδὸν θαλάσσης,
πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει
εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν
αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε·
ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Δόξα σοι, Κύριε,
δόξα σοι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ