Ευλόγει η ψυχή μου τον Κύριον

Παρασκευή 25 Δεκεμβρίου 2015

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ


Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ            ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ



ΑΠΟΛΥΤΙΚΙΑ

Ἀ­πο­λυ­τί­κι­ον τῆς Ἑ­ορ­τῆς. Ἦ­χος δ´.

Γέν­νη­σίς σου Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ἀ­νέ­τει­λε τῷ κό­σμῳ, τὸ φῶς τὸ τῆς γνώ­σε­ως· ἐν αὐ­τῇ γὰρ οἱ τοῖς ἄ­στροις λα­τρεύ­ον­τες, ὑ­πὸ ἀ­στέ­ρος ἐ­δι­δά­σκον­το, σὲ προ­σκυ­νεῖν, τὸν Ἥ­λι­ον τῆς δι­και­ο­σύ­νης, καὶ σὲ γι­νώ­σκειν ἐξ ὕ­ψους ἀ­να­το­λήν. Κύ­ρι­ε δό­ξα σοι. (ἐκ γ´).


ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ


 

Με­τὰ τὴν α´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα.

Ἦ­χος δ´. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.

Δεῦ­τε ἴ­δω­μεν πι­στοί, ποῦ ἐ­γεν­νή­θη ὁ Χρι­στός· ἀ­κο­λου­θή­σω­μεν λοι­πόν, ἔν­θα ὁ­δεύ­ει ὁ ἀ­στήρ, με­τὰ τῶν Μά­γων Ἀ­να­το­λῆς τῶν βα­σι­λέ­ων. Ἄγ­γε­λοι ὑ­μνοῦ­σιν, ἀ­κα­τα­παύ­στως ἐ­κεῖ. Ποι­μέ­νες ἀ­γραυ­λοῦ­σιν, ᾠ­δὴν ἐ­πά­ξι­ον, Δό­ξα ἐν ὑ­ψί­στοις λέ­γον­τες, τῷ σή­με­ρον ἐν Σπη­λαί­ῳ τε­χθέν­τι, ἐκ τῆς Παρ­θέ­νου, καὶ Θε­ο­τό­κου, ἐν Βη­θλε­ὲμ τῆς Ἰ­ου­δαί­ας. (δίς)

Με­τὰ τὴν β´ Στι­χο­λο­γί­αν, Κά­θι­σμα, ὅ­μοι­ον.

Τί θαυ­μά­ζεις Μα­ρι­άμ; τί ἐκ­θαμ­βεῖ­σαι τὸ ἐν σοί; Ὅ­τι ἄ­χρο­νον Υἱ­όν, χρό­νῳ ἐ­γέν­νη­σά φη­σι, τοῦ τι­κτο­μέ­νου τὴν σύλ­λη­ψιν μὴ δι­δα­χθεῖ­σα. Ἄ­ναν­δρός εἰ­μι, καὶ πῶς τέ­ξω Υἱ­όν; ἄ­σπο­ρον γο­νὴν τίς ἑ­ώ­ρα­κεν; ὅ­που Θε­ὸς δὲ βού­λε­ται, νι­κᾶ­ται φύ­σε­ως τά­ξις, ὡς γέ­γρα­πται. Χρι­στὸς ἐ­τέ­χθη, ἐκ τῆς Παρ­θέ­νου, ἐν Βη­θλε­ὲμ τῆς Ἰ­ου­δαί­ας. (δίς)

Με­τὰ δὲ τὸν Πο­λυ­έ­λε­ον, Κά­θι­σμα, ὅ­μοι­ον.

ἀ­χώ­ρη­τος παν­τί, πῶς ἐ­χω­ρή­θη ἐν γα­στρί; ὁ ἐν κόλ­ποις τοῦ Πα­τρός, πῶς ἐν ἀγ­κά­λαις τῆς Μη­τρός; πάν­τως ὡς οἶ­δεν ὡς ἠ­θέ­λη­σε καὶ ὡς ηὐ­δό­κη­σεν· ἄ­σαρ­κος γὰρ ὤν, ἐ­σαρ­κώ­θη ἑ­κών· καὶ γέ­γο­νεν ὁ Ὤν, ὃ οὐκ ἦν δι᾿ ἡ­μᾶς· καὶ μὴ ἐκ­στὰς τῆς φύ­σε­ως, με­τέ­σχε τοῦ ἡ­με­τέ­ρου φυ­ρά­μα­τος. Δι­πλοῦς ἐ­τέ­χθη, Χρι­στὸς τὸν ἄ­νω, κό­σμον θέ­λων ἀ­να­πλη­ρῶ­σαι. (δίς)

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ






Κυριακή 20 Δεκεμβρίου 2015

ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ

ΤΟ ΓΝΩΜΙΚΟΝ...ΤΗΣ ΗΜΕΡΑΣ





O Χριστιανός σώζεται μόνον με την πρακτική εφαρμογή των εντολών του Θεού και όχι με τη θεωρητική ενασχόληση περί τα θεία.

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ



ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ






ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος δ.

Τ φαι­δρὸν τς ἀ­να­στά­σε­ως κή­ρυγ­μα, κ το Ἀγ­γέ­λου μα­θοῦ­σαι α το Κυ­ρί­ου μα­θή­τρι­αι, κα τν προ­γο­νι­κὴν ἀ­πό­φα­σιν ἀ­πορ­ρί­ψα­σαι, τος Ἀ­πο­στό­λοις καυ­χώ­με­ναι ἔ­λε­γον· Ἐ­σκύ­λευ­ται ὁ θά­να­τος, ἠ­γέρ­θη Χρι­στὸς Θε­ός, δω­ρού­με­νος τ κό­σμῳ τ μέ­γα ἔ­λε­ος.

Δό­ξα. Τῶν Ἁ­γί­ων. Ἦ­χος β´.

Με­γά­λα τὰ τῆς Πί­στε­ως κα­τορ­θώ­μα­τα! ἐν τῇ πη­γῇ τῆς φλο­γός, ὡς ἐ­πὶ ὕ­δα­τος ἀ­να­παύ­σε­ως, οἱ ἅ­γι­οι τρεῖς Παῖ­δες ἠ­γάλ­λον­το· καὶ ὁ Προ­φή­της Δα­νι­ήλ, λε­όν­των ποι­μήν, ὡς προ­βά­των ἐ­δεί­κνυ­το. Ταῖς αὐ­τῶν ἱ­κε­σί­αις Χρι­στὲ ὁ Θε­ός, σῶ­σον τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ νῦν. Ἀ­πο­λυ­τί­κι­ον Προ­ε­όρ­τι­ον.
Ἦ­χος δ´. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.

­τοι­μά­ζου Βη­θλε­έμ· ἤ­νοι­κται πᾶ­σιν ἡ Ἐ­δέμ. Εὐ­τρε­πί­ζου Ἐ­φρα­θᾶ, ὅ­τι τὸ ξύ­λον τῆς ζω­ῆς, ἐν τῷ Σπη­λαί­ῳ ἐ­ξήν­θη­σεν ἐκ τῆς Παρ­θέ­νου. Πα­ρά­δει­σος καὶ γάρ, ἡ ἐ­κεί­νης γα­στήρ, ἐ­δεί­χθη νο­η­τός, ἐν ᾧ τὸ θεῖ­ον φυ­τόν· ἐξ οὗ φα­γόν­τες ζή­σω­μεν, οὐ­χὶ δὲ ὡς ὁ Ἀ­δὰμ τε­θνη­ξό­με­θα. Χρι­στὸς γεν­νᾶ­ται, τὴν πρὶν πε­σοῦ­σαν, ἀ­να­στή­σων εἰ­κό­να.
 
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ 




 

 

 

 

ΑΠΟΣΤΟΛΟΣ

Τῆς Κυ­ρι­α­κῆς πρὸ τῆς Χρι­στοῦ Γεν­νή­σε­ως.


Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τῆς ἡ­μέ­ρας.


Προκείμενον. Ἦχος πλ. δ´. Ὕμνος Τριῶν
Παί­δων (Δαν. γ´). [Προσευχὴ Ἀζαρίου]

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας.
Στίχ. Ὅ­τι δί­και­ος εἶ ἐ­πὶ πᾶ­σιν οἷς ἐ­ποί­η­σας ἡ­μῖν , καὶ πάν­τα τὰ ἔρ­γα σου ἀ­λη­θι­νά, καὶ εὐ­θεῖ­αι αἱ ὁ­δοί σου.
Πρὸς Ἑ­βρα­ί­ους Ἐ­πι­στο­λῆς Πα­ύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(Ἑβρ. ια´ 9-10, 32-40)

­δελ­φοί, πί­στει πα­ρῴ­κη­σεν Ἀ­βρα­ὰμ εἰς τὴν γῆν τῆς ἐ­παγ­γε­λί­ας ὡς ἀλ­λο­τρί­αν, ἐν σκη­ναῖς κα­τοι­κή­σας, με­τὰ Ἰ­σα­ὰκ καὶ Ἰ­α­κὼβ τῶν συγ­κλη­ρο­νό­μων τῆς ἐ­παγ­γε­λί­ας τῆς αὐ­τῆς· ἐ­ξε­δέ­χε­το γὰρ τὴν τοὺς θε­με­λί­ους ἔ­χου­σαν πό­λιν, ἧς τε­χνί­της καὶ δη­μι­ουρ­γὸς ὁ Θε­ός. Καὶ τί ἔ­τι λέ­γω; Ἐ­πι­λε­ί­ψει γάρ με δι­η­γο­ύ­με­νον ὁ χρό­νος, πε­ρὶ Γε­δε­ών, Βα­ράκ τε καὶ Σαμ­ψών, καὶ Ἰ­ε­φθά­ε, Δαυ­ΐδ τε καὶ Σα­μου­ήλ, καὶ τῶν Προ­φη­τῶν· οἳ δι­ὰ πί­στε­ως κα­τη­γω­νί­σαν­το βα­σι­λε­ί­ας, εἰρ­γά­σαν­το δι­και­ο­σύ­νην, ἐ­πέ­τυ­χον ἐ­παγ­γε­λι­ῶν, ἔ­φρα­ξαν στό­μα­τα λε­όν­των, ἔ­σβε­σαν δύ­να­μιν πυ­ρός, ἔ­φυ­γον στό­μα­τα μα­χα­ί­ρας, ἐ­νε­δυ­να­μώ­θη­σαν ἀ­πὸ ἀ­σθε­νε­ί­ας, ἐ­γε­νή­θη­σαν ἰ­σχυ­ροὶ ἐν πο­λέ­μῳ, πα­ρεμ­βο­λὰς ἔ­κλι­ναν ἀλ­λο­τρί­ων. Ἔ­λα­βον γυ­ναῖ­κες ἐξ ἀ­να­στά­σε­ως τοὺς νε­κροὺς αὐ­τῶν, ἄλ­λοι δὲ ἐ­τυμ­πα­νί­σθη­σαν, οὐ προσ­δε­ξά­με­νοι τὴν ἀ­πο­λύ­τρω­σιν, ἵ­να κρε­ίτ­το­νος ἀ­να­στά­σε­ως τύ­χω­σιν· ἕ­τε­ροι δὲ ἐμ­παιγ­μῶν καὶ μα­στί­γων πεῖ­ραν ἔ­λα­βον, ἔ­τι δὲ δε­σμῶν καὶ φυ­λα­κῆς· ἐ­λι­θά­σθη­σαν, ἐ­πρί­σθη­σαν, ἐ­πει­ρά­σθη­σαν, ἐν φό­νῳ μα­χα­ί­ρας ἀ­πέ­θα­νον· πε­ρι­ῆλ­θον ἐν μη­λω­ταῖς, ἐν αἰ­γε­ί­οις δέρ­μα­σιν, ὑ­στε­ρο­ύ­με­νοι, θλι­βό­με­νοι, κα­κου­χο­ύ­με­νοι (ὧν οὐκ ἦν ἄ­ξι­ος ὁ κό­σμος)· ἐν ἐ­ρη­μί­αις πλα­νώ­με­νοι καὶ ὄ­ρε­σι καὶ σπη­λα­ί­οις, καὶ ταῖς ὀ­παῖς τῆς γῆς. Καὶ οὗ­τοι πάν­τες, μαρ­τυ­ρη­θέν­τες δι­ὰ τῆς πί­στε­ως, οὐκ ἐ­κο­μί­σαν­το τὴν ἐ­παγ­γε­λί­αν, τοῦ Θε­οῦ πε­ρὶ ἡ­μῶν κρεῖτ­τόν τι προ­βλε­ψα­μέ­νου, ἵ­να μὴ χω­ρὶς ἡ­μῶν τε­λει­ω­θῶ­σιν.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος δ´. (Ψαλμ. μγ´).

Στίχ. Ὁ Θε­ός, ἐν τοῖς ὠ­σὶν ἡ­μῶν ἠ­κού­σα­μεν , καὶ οἱ πα­τέ­ρες ἡ­μῶν ἀ­νήγ­γει­λαν ἡ­μῖν ἔρ­γον, ὃ εἰρ­γά­σω ἐν ταῖς ἡ­μέ­ραις αὐ­τῶν, ἐν ἡ­μέ­ραις ἀρ­χαί­αις.
Ἐν τῷ Θε­ῷ ἐ­παι­νε­θη­σό­με­θα ὅ­λην τὴν ἡ­μέ­ραν καὶ ἐν τῷ ὀ­νό­μα­τί σου ἐ­ξο­μο­λο­γη­σό­με­θα εἰς τὸν αἰ­ῶ­να.
  
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ

Τῆς Κυ­ρι­α­κῆς πρὸ τῆς Χρι­στοῦ Γεν­νή­σε­ως.


Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (Ματθ. α´ 1-25).

Βίβλος γε­νέ­σε­ως Ἰ­η­σοῦ Χρι­στοῦ υἱ­οῦ Δαυ­ῒδ υἱ­οῦ Ἀ­βρα­άμ. Ἀ­βρα­ὰμ ἐ­γέν­νη­σε τὸν ᾽Ι­σα­άκ, ᾽Ι­σα­ὰκ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­α­κώβ, Ἰ­α­κὼβ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ο­ύ­δαν καὶ τοὺς ἀ­δελ­φοὺς αὐ­τοῦ, Ἰ­ο­ύ­δας δὲ ἐ­γέν­νη­σε τὸν Φα­ρὲς καὶ τὸν Ζα­ρὰ ἐκ τῆς Θά­μαρ, Φα­ρὲς δὲ ἐ­γέν­νη­σε τὸν Ἐσ­ρώμ, Ἐσ­ρὼμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­ράμ, Ἀ­ρὰμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­μι­να­δάβ, Ἀ­μι­να­δὰβ δὲ ἐ­γέν­νη­σε τὸν Να­ασ­σών, Να­ασ­σὼν δὲ ἐ­γέν­νη­σε τὸν Σαλ­μών, Σαλ­μὼν δὲ ἐ­γέν­νη­σε τὸν Βο­ὸζ ἐκ τῆς Ῥα­χάβ, Βο­ὸζ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­βὴδ ἐκ τῆς Ῥο­ύθ, Ἰ­ω­βὴδ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­εσ­σαί, Ἰ­εσ­σαὶ δὲ ἐ­γέν­νη­σε τὸν Δαυ­ῒδ τὸν βα­σι­λέ­α. Δαυ­ῒδ δὲ ὁ βα­σι­λεὺς ἐ­γέν­νη­σε τὸν Σο­λο­μῶν­τα ἐκ τῆς τοῦ Οὐ­ρί­ου, Σο­λο­μὼν δὲ ἐ­γέν­νη­σε τὸν Ῥο­βο­άμ, Ῥο­βο­ὰμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­βιά, Ἀ­βι­ὰ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­σά, Ἀ­σὰ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­σα­φάτ, Ἰ­ω­σα­φὰτ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­ράμ, Ἰ­ω­ρὰμ δὲ ἐ­γέν­νη­σε τὸν Ὀ­ζί­αν, Ὀ­ζί­ας δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­ά­θαμ, Ἰ­ω­ά­θαμ δὲ ἐ­γέν­νη­σε τὸν Ἄ­χαζ, Ἄ­χαζ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­ζε­κί­αν, Ἐ­ζε­κί­ας δὲ ἐ­γέν­νη­σε τὸν Μα­νασ­σῆ, Μα­νασ­σῆς δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­μών, Ἀ­μὼν δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­σί­αν, Ἰ­ω­σί­ας δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ε­χο­νί­αν καὶ τοὺς ἀ­δελ­φοὺς αὐ­τοῦ ἐ­πὶ τῆς με­τοι­κε­σί­ας Βα­βυ­λῶ­νος. Με­τὰ δὲ τὴν με­τοι­κε­σί­αν Βα­βυ­λῶ­νος Ἰ­ε­χο­νί­ας ἐ­γέν­νη­σε τὸν Σα­λα­θι­ήλ, Σα­λα­θι­ὴλ δὲ ἐ­γέν­νη­σε τὸν Ζο­ρο­βά­βελ, Ζο­ρο­βά­βελ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­βι­ο­ύδ, Ἀ­βι­οὺδ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­λι­α­κε­ίμ, Ἐ­λι­α­κεὶμ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­ζώρ, Ἀ­ζὼρ δὲ ἐ­γέν­νη­σε τὸν Σα­δώκ, Σα­δὼκ δὲ ἐ­γέν­νη­σε τὸν Ἀ­χε­ίμ, Ἀ­χεὶμ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­λι­ο­ύδ, Ἐ­λι­οὺδ δὲ ἐ­γέν­νη­σε τὸν Ἐ­λε­ά­ζαρ, Ἐ­λε­ά­ζαρ δὲ ἐ­γέν­νη­σε τὸν Ματ­θάν, Ματ­θὰν δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­α­κώβ, Ἰ­α­κὼβ δὲ ἐ­γέν­νη­σε τὸν Ἰ­ω­σὴφ τὸν ἄν­δρα Μα­ρί­ας, ἐξ ἧς ἐ­γεν­νή­θη Ἰ­η­σοῦς ὁ λε­γό­με­νος Χρι­στός. Πᾶ­σαι οὖν αἱ γε­νε­αὶ ἀ­πὸ Ἀ­βρα­ὰμ ἕ­ως Δαυ­ῒδ γε­νε­αὶ δε­κα­τέσ­σα­ρες, καὶ ἀ­πὸ Δαυ­ῒδ ἕ­ως τῆς με­τοι­κε­σί­ας Βα­βυ­λῶ­νος γε­νε­αὶ δε­κα­τέσ­σα­ρες, καὶ ἀ­πὸ τῆς με­τοι­κε­σί­ας Βα­βυ­λῶ­νος ἕ­ως τοῦ Χρι­στοῦ γε­νε­αὶ δε­κα­τέσ­σα­ρες. Τοῦ δὲ Ἰ­η­σοῦ Χρι­στοῦ ἡ γέν­νη­σις οὕ­τως ἦν· μνη­στευ­θε­ί­σης γὰρ τῆς μη­τρὸς αὐ­τοῦ Μα­ρί­ας τῷ Ἰ­ω­σήφ, πρὶν ἢ συ­νελ­θεῖν αὐ­τοὺς εὑ­ρέ­θη ἐν γα­στρὶ ἔ­χου­σα ἐκ Πνε­ύ­μα­τος Ἁ­γί­ου. Ἰ­ω­σὴφ δὲ ὁ ἀ­νὴρ αὐ­τῆς, δί­και­ος ὢν καὶ μὴ θέ­λων αὐ­τὴν πα­ρα­δειγ­μα­τί­σαι, ἐ­βου­λή­θη λά­θρα ἀ­πο­λῦ­σαι αὐ­τήν. Ταῦ­τα δὲ αὐ­τοῦ ἐν­θυ­μη­θέν­τος ἰ­δοὺ ἄγ­γε­λος Κυ­ρί­ου κατ᾽ ὄ­ναρ ἐ­φά­νη αὐ­τῷ λέ­γων· Ἰ­ω­σὴφ υἱ­ὸς Δαυ­ΐδ, μὴ φο­βη­θῇς πα­ρα­λα­βεῖν Μα­ρι­ὰμ τὴν γυ­ναῖ­κά σου· τὸ γὰρ ἐν αὐ­τῇ γεν­νη­θὲν ἐκ Πνε­ύ­μα­τός ἐ­στιν Ἁ­γί­ου· τέ­ξε­ται δὲ υἱ­ὸν καὶ κα­λέ­σεις τὸ ὄ­νο­μα αὐ­τοῦ Ἰ­η­σοῦν· αὐ­τὸς γὰρ σώ­σει τὸν λα­ὸν αὐ­τοῦ ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν αὐ­τῶν. Τοῦ­το δὲ ὅ­λον γέ­γο­νεν, ἵ­να πλη­ρω­θῇ τὸ ῥη­θὲν ὑ­πὸ Κυ­ρί­ου δι­ὰ τοῦ προ­φή­του λέ­γον­τος· Ἰ­δοὺ ἡ παρ­θέ­νος ἐν γα­στρὶ ἕ­ξει καὶ τέ­ξε­ται υἱ­όν, καὶ κα­λέ­σου­σι τὸ ὄ­νο­μα αὐ­τοῦ Ἐμ­μα­νου­ήλ, ὅ ἐ­στι με­θερ­μη­νευ­ό­με­νον μεθ᾽ ἡ­μῶν ὁ Θε­ός. Ἐ­γερ­θεὶς δὲ ὁ ᾽Ι­ω­σὴφ ἀ­πὸ τοῦ ὕ­πνου ἐ­πο­ί­η­σεν ὡς προ­σέ­τα­ξεν αὐ­τῷ ὁ ἄγ­γε­λος Κυ­ρί­ου καὶ πα­ρέ­λα­βε τὴν γυ­ναῖ­κα αὐ­τοῦ· καὶ οὐκ ἐ­γί­νω­σκεν αὐ­τὴν, ἕ­ως οὗ ἔ­τε­κε τὸν υἱ­ὸν αὐ­τῆς τὸν πρω­τό­το­κον, καὶ ἐ­κά­λε­σε τὸ ὄ­νο­μα αὐ­τοῦ Ἰ­η­σοῦν.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.



ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ 
 

Τρίτη 8 Δεκεμβρίου 2015

ΟΣΙΟΣ ΠΑΤΑΠΙΟΣ

ΟΣΙΟΣ ΠΑΤΑΠΙΟΣ



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ



῾Ιστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑπόμενα
Στιχηρὰ Προσόμοια τοῦ ῾Αγίου.

῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου.

 Ὅτε ἐκ νεότητος σοφέ,  ἦρας τὸν Σταυρὸν τοῦ Κυρίου,
 ἐνθέῳ ἔρωτι, τότε χαίρων ᾤκησας εἰς τόπον ἔρημον, καὶ  συντόνοις ἀσκήσεσι, τὸν νοῦν ἐκκαθάρας, ὤφθης ἐνδιαίτημα τοῦ Παρακλήτου λαμπρόν· Οὗπερ δοξασθεὶς τῇ δυνάμει, χάριν ἰαμάτων πηγάζεις, ῞Οσιε Πατάπιε τοῖς χρῄζουσιν.

Ὅτε ὡς πολύφωτος ἀστήρ, Πάτερ ἐξ  Αἰγύπτου ἐπέστης,  νεύσει τῇ ἄνωθεν, πρὸς τὴν βασιλεύουσαν πόλιν Πατάπιε, τότε φέγγει τοῦ βίου σου, καὶ ταῖς τῶν θαυμάτων, λάμψεσι διέλυσας, παθῶν σκοτόμαιναν· πᾶσι τὰς αἰτήσεις  γὰρ νέμεις, καὶ ψυχῶν τὰ ἤθη ῥυθμίζεις, πρὸς σωτηριώδεις  τρίβους ῞Αγιε.

Ὥσπερ θησαυρὸς πνευματικός, πάλαι εἰς  Γεράνεια  Ὄρη, μετακεκόμισται, Ἅγιε Πατάπιε τὸ θεῖον σκῆνός σου, καὶ πλουτίζει ταῖς χάρισι, πᾶσαν Κορινθίαν, ταῖς  τῆς προστασίας σου, καὶ πατρικῆς ἀρωγῆς· ᾧπερ εὐλαβῶς προσιόντες, ἴασιν ψυχῶν καὶ σωμάτων, ἐξ αὐτοῦ λαμβάνομεν  ἑκάστοτε.



Σκέπε ὡς φιλόστοργος Πατήρ, ταύτην τὴν ἁγίαν Μονήν σου,τὴν καυχωμένην ἐν σοὶ Ἅγιε Πατάπιε καὶ θησαυρίζουσαν, οἷα πλοῦτον οὐράνιον,τὸ θεῖόν σου σκῆνος,  τὸ τῇ θείᾳ χάριτι, περιφανῶς δοξασθέν, δίδου δὲ τὴν σὴν εὐλογίαν, τοῖς ἁπανταχόθεν ἐν ταύτῃ, σπεύδουσιν ἐν πίστει  τῇ σῇ χάριτι.


Δόξα. ῏Ηχος β'.

Ἀσκητικῇ πολιτείᾳ ἐμπρέψας, τῶν δωρεῶν ἐπλήσθης τῆς χάριτος, ὡς καθαρθεὶς τὴν καρδίαν, θεοφόρε Πατάπιε· τελειοτάτῃ γὰρ ἐννοίᾳ, ἐκζητήσας τὸν Θεόν, ὡς ἐπόθεις ἡνώθης τῇ ὑπὲρ νοῦν κοινωνίᾳ, θεωθεὶς κατὰ μέθεξιν· καὶ τὴν ἐν σοὶ πιστούμενος χάριν, ἐνεργεῖς ἐν τοῖς θαύμασι, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
  
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
  ῏Ηχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Εἴληφας ἐκ Θεοῦ, ἀγγελικῇ ζωῇ σου, λαμπρὰς ἀντιμισθίας, οἷα πιστὸς θεράπων, Πατάπιε Πατὴρ ἡμῶν.

  Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Πᾶσαν τὴν τοῦ ἐχθροῦ, πατήσας δυναστείαν, Πατάπιε θεόφρον, τῆς οὐρανίου δόξης, ἐδέξω τὸ διάδημα.

 Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.


Χαίρει ὡς ἀληθῶς, ἡ πόλις Λουτρακίου, σὺν πάσῃ Κορινθίᾳ, προστάτην σε πλουτοῦσα καὶ στήριγμα Πατάπιε.


Δόξα. Τριαδικόν.


Σθένος τὸ παρὰ σοῦ, Τρισήλιε Θεότης, Τριὰς ῾Υπεραγία,
Πατάπιος ὁ θεῖος δεχόμενος ἠρίστευσε.
 
Καὶ νῦν. Θεοτοκίον.

 Ἄχραντε Μαριάμ, Παρθένε Θεοτόκε, λιταῖς τοῦ Παταπίου, σκέπε τοὺς σοὺς ἱκέτας, ἐκ πάσης περιστάσεως.

Νῦν ἀπολύεις,τὸ Τρισάγιον,τὸ Απολυτίκιον
ἐκ τοῦ Μεγάλου ῾Εσπερινοῦ καὶ Απόλυσις.



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ.
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς΄
καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.

῏Ηχος α'. Πανεύφημοι Μάρτυρες.

Πάτερ Πατάπιε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς ᾽Ηλίας  πάλαι,  τὸν νοῦν καθηράμενος, ἀπαύστοις πρὸς τὸ Θεῖον ταῖς νεύσεσι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν  εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Πατάπιε χοροῖς, Ἀσκητῶν ἠρίθμησαι,τῆ ἀπαθείᾳ  κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον,τὸ ξύλον τῆς ζωῆς ἔνθα πέφυκε· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,τὴν εἰρήνην, καὶ  τὸ μέγα ἔλεος.

Πάτερ Πατάπιε φωστήρ, ἐξ  Αἰγύπτου ἔλαμψας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπελαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν  εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
                  
Προσόμοια ἕτερα.
 ῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσι.

Τῷ Χριστῷ ἐκ νεότητος, ἠκολούθησας ῞Οσιε, κοσμικὴν προσπάθειαν ἀρνησάμενος, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα, νεκρώσας Πατάπιε, ἰσαγγέλῳ σου ζωῆ, τῶν Αγγέλων ἐφάμιλλος, ἀναδέδειξαι, καὶ ταμεῖον τῆς θείας ἐπιπνοίας, ἀρετῶν ταῖς φωταυγείαις, φαίνων τοῖς πᾶσι τὰ κρείττονα.


Ἐξ Αἰγύπτου ὡς ἥλιος, ἐπιστὰς Πάτερ ὅσιε, τὴν Κωνσταντινούπολιν κατεπύρευσας, ταῖς ἐναρέτοις σου πράξεσι, καὶ τρόπων χρηστότητι , καὶ θαυμάτων ἱερῶν , ἐπιδείξεσιν ῞Αγιε· δαιμονῶντας γάρ, θεραπεύεις καὶ πήρωσιν ὀμμάτων, καὶ τὸ πάθος τοῦ καρκίνου, τῇ σῇ ἐντεύξει ἰάτρευσας.

Κορινθίας τὸ καύχημα, Λουτρακίου τὸν ἔφορον, ὡς Χριστοῦ θεράποντα γνησιώτατον, τὸν θεοφόρον Πατάπιον, ὑμνήσωμεν ἅπαντες, ὡς προστάτην τῶν πιστῶν, καὶ θερμὸν ἀντιλήπτορα, καὶ ὑπέρμαχον, τῆς οἰκείας Μονῆς τῆς κεκτημένης, ὡς πηγὴν θείαν χαρίτων, τὸ ἱερὸν αὐτοῦ λείψανον.
 Δόξα. ῏Ηχος πλ. β'.

Σήμερον ὡς φωταυγὴς ἀστὴρ ἀνέτειλεν, ἡ τοῦ ῾Οσίου Παταπίου μνήμη, τοὺς εὐσεβεῖς λαμπρύνουσα, τῶν ἀρετῶν ταῖς ἀκτῖσι· διὸ πάντες συνδράμωμεν, ἵνα τῷ φωτὶ αὐτοῦ φῶς θεῖον προσλάβωμεν, ἐν εὐφροσύνῃ βοῶντες· χαίροις ὁ τῷ Χριστῷ ὁλοσχερῶς ἀνατεθείς, καὶ τῆς ἐν αὐτῷ ζωῆς, καρποφορήσας τὰς χάριτας· χαίροις τοῦ Παρακλήτου δοξασθεὶς τῇ δωρεᾷ, καὶ θαυμάτων ἐνεργείαις, τῷ κόσμῳ ἐκλάμψας· χαίροις τῶν Γερανείων ὁ πυρσός, τοῦ Λουτρακίου
τὸ κλέος,καί πάσης Κορινθίας πρεσβευτὴς θερμότατος. Ἀλλ᾽
ὦ θεόφρον Πατάπιε, ὡς ἔχων παρρησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
                
Καὶ νῦν. Προέρτιον.
 ῏Ηχος πλ. β'. Βύζαντος.

Σπήλαιον εὐτρεπίζου ἡ Αμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα  τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες   ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καί Μάγοι ἐκ  Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν,τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ῞Ονπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής  μου καὶ Θεός;                                         


Εἴσοδος Φῶς ἱλαρόν τὸ Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Αναγνώσματα.                   
                                                    
                                                   
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ'  1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί  ἔλεος  ἐν τοῖς ὁσίοις  αὐτοῦ   καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
      
  Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε'  15-23 καὶ 6. 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκἀταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. δ΄. 7-15)
Δκαιος, ἐὰν φθστελευτσαι, ἐνναπασεισται. Γρας γρ τμιον οτ
πολυχρνιον, οδὲ ἀριθμῷ ἐτν μεμτρηται. Πολιδὲ ἐστι φρνησιςνθρποιςαὶ ἡλικα γρως βοςκηλδωτος. Εὐάρεστος Θεγενμενος, ἠγαπθη· καζν μεταξὺ ἁμαρτωλν, μετετθη. Ἡρπγη, μκακαλλξσνεσιν ατοῦ, ἢ δλοςπατσψυχν ατο· βασκανα γρ φαυλτητοςμαυροτκαλά, καὶ ῥεμβασμςπιθυμας μεταλλεει νονκακον. Τελειωθεςνλγῳ, ἐπλρωσε χρνους μακρος·ρεστγρν Κυρωψυχατο· διτοτοσπευσενκ μσου πονηρας. Οδλαοὶ ἰδντες καμνοσαντες, μηδθντεςπδιανοίᾳ ττοιοτον, ὅτι χρις καὶ ἔλεοςν τοςσοις ατοῦ, καὶ ἐπισκοπὴ ἐν τοςκλεκτος ατοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

᾽Ιδιόμελα.

῏Ηχος α'.
Πάλαι μὲν ἡ Αἴγυπτος, περιφανῶς σε βλαστήσασα, ἡ δὲ βασιλὶς τῶν πόλεων, τῶν σῶν θαυμάτων τρυφήσασα, ἔχαιρον Πάτερ· νῦν δὲ ἡμεῖς κεκτημένοι, τὸ ἱερόν σου λείψανον, ὡς θησαυρὸν θεόσδοτον, πολλῷ πλέον ἀγαλλόμεθα, τὴν πρὸς ἡμᾶς σου κηρύττοντες, πολλὴν κηδεμονίαν· ἐξ αὐτοῦ γὰρ λαμβάνομεν, ἁγιασμοῦ τὰς δωρεάς, καὶ πᾶσαν ὄνησιν σωτήριον, καὶ δυσχερῶν ἀπαλλαγήν. Αλλ᾽, ὦ Πατάπιε
῞Οσιε, τὴν σὴν Μονὴν ἀεὶ φύλαττε, ἐπηρειῶν τοῦ ὄφεως, καὶ
δίδου πᾶσι τὰ αἰτήματα, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.

῏Ηχος β'.

Τὸν τοῦ Σωτῆρος ζυγὸν ἀράμενος, τῶν σωτηρίων ἐντολῶν ἐργάτης δόκιμος, ἐν πολλῇ φρονήσει, ἀληθῶς ἀνεδείχθης· δι' ὧν τῶν μὲν χαμαὶ συρομένων, ὑπερήρθης τῷ πνεύματι, τῆς δὲ φθορᾶς τὸ πάχος, ἀπεβάλου τοῖς πόνοις σου· καὶ ἀφθαρσίας τὴν εὐπρέπειαν, θεουργικῶς ἀμφιασάμενος, ἄφθαρτον πᾶσιν ἔδειξας, καὶ πλῆρες δόξης τῆς κρείττονος, μετὰ τέλος τὸ σῶμά σου. Χριστὸς γὰρ ὃν
ἐδόξασας, λαμπρῶς σε κατεδόξασεν,   καὶ ἡμᾶς προσάγαγε, ταῖς
πρὸς αὐτὸν πρεσβείαις σου.

῏Ηχος γ'.

Θείῳ πόθῳ πτερωθείς, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ ᾤκησας,  βιοτεύων ὡς ἄσαρκος, θεοφόρε Πάτερ Πατάπιε· καὶ τῶν θείων ἀξιωθεὶς ἐλλάμψεων, ὥσπερ ἄλλος Μωϋσῆς, ἐν Βυζαντίῳ παραγέγονας, θείῳ κινούμενος Πνεύματι· οὗ τῇ δυνάμει ἐνεργῶν, πάθη ποικίλα ἰάτρευσας, καὶ πολλοὺς ἐρρύσω,τῆς δυναστείας τοῦ δράκοντος,τῇ τοῦ βίου σου λαμπρότητι. Αλλ' ὡς Ἀγγέλων μιμητής, καὶ ἀπαθείας σκεῦος πολύτιμον,τῆς τῶν παθῶν τυραννίδος  ῥῦσαι, τοὺς φαιδρῶς σε γεραίροντας.

῏Ηχος δ'.

Δεῦτε ἅπαντες πιστοί, τῇ τῶν Γερανείων Μονῇ προσέλθωμεν, ἔνθα θείᾳ προνοίᾳ, τὸ τοῦ ῾Οσίου Παταπίου τεθησαύρισται, πάντιμον σκῆνος· χαριτωθὲν γὰρ θείῳ Πνεύματι, κρεῖττον φθορᾶς και ἀλώβητον, τῇ τῶν χρόνων περιόδῳ τετήρηται, διασῷζον ἅπαντα, τὰ τῆς ἁγιότητος σήμαντρα· καί εὐλαβῶς αὐτὸ προσκυνήσωμεν, ὡς κιβωτὸν ἁγιασμοῦ, κοιι θείας χάριτος θησαύρισμα· εὐωδίαν γὰρ μυστικήν, αἰωνίου ζωῆς παρέχει, καὶ ἰάματα ψυχῆς καὶ σώματος, τοῖς
πιστῶς προστρέχουσιν. Ἀλλὰ δόξα σοι Κύριε, Υἱὲ Θεοῦ Μονογενές, καὶ παρέχων δι' αὐτοῦ, τῷ Χριστωνύμῳ πληρώματι, εἰρήνην καὶ μέγα ἔλεος.

Δόξα.Ὁ αὺτὁς.

Τῆς  ἰσαγγέλου σου ζωῆς, τὰς θεαυγεῖς ἀρετάς, ὡς προσφορὰν εὐπρόσδεκτον, καὶ θυσίαν λογικήν, ὁ Σωτὴρ τῶν ὅλων ἐδέξατο, θεοφόρε Πατάπιε·  ἔνθεν λαμπρῶς σε ἀμειβόμενος, πλουσίοις χαρίσμασί τε κατεκόσμησε, καὶ περιόντα τῇ γῇ, καὶ μεταστάντα τῶν τῇδε· ἔτι γὰρ ζῶν, θαυμάτων αὐτουργὸς πέφηνας, καὶ μετὰ τέλος μακάριον, δεδοξασμένον περιφανῶς, τὸ  σὸν λείψανον δέδοται πιστοῖς. Διὸ καὶ ἡμεῖς τὰ τέκνα σου, τὴν σὴν μνήμην ἑορτάζοντες, ἱκέσιον φωνήν σοι αἴρομεν, ἐν κατανύξει βοῶντες· Πάτερ συμπαθέστατε, φύλαττε ἡμᾶς, ὑπὸ τὴν κραταιὰν σκέπην σου, παρέχων ἡμῖν πάντοτε, τῆς προστασίας σου τὰς χάριτας.

Καὶ νῦν, Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου,φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν,


ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ

Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις τῶν ἀσκητῶν καλλονή, θείας ἀγάπης ὁ λειμὼν ὁ  μυρίπνοος, ὁ πᾶσι τὴν εὐωδίαν, τῶν ἀρετῶν ἐφαπλῶν, καὶ παθῶν διώκων ὀσμὴν χείρονα· δοχεῖον ὑπέρτιμον, ἐπιπνοίας τοῦ Πνεύματος, ξίφος συγκόπτον,τῶν δαιμόνων τὰς φάλαγγας, κλῆμα εὔκαρπον, τῶν καρπῶν τῆς ἀσκήσεως· λύχνος ὁ παμφαέστατος, ὁ λύων τὴν ζόφωσιν, ἀσθενειῶν πολυτρόπων,ταῖς τῶν θαυμάτων ἐλλάμψεσι, Πατάπιε Πάτερ, ὁ αἰτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.

Χαίροις ὁ τῆς Αἰγύπτου βλαστός, ὁ ἐν ἐρήμῳ μὲν ὡς  ἄσαρκος πρότερον, ἀσκήσας ἔρωτι θείῳ, καί θριαμβεύσας ἐχθροῦ, θείᾳ συμμαχίᾳ τὴν παράταξιν, ἐν πόλει δὲ ὔστερον, διαλάμψας τοῦ Βύζαντος, θαυμάτων αἴγλῃ, καὶ πλουσίοις χαρίσμασι, τῆς ἀμέμπτου σου, πολιτείας Πατάπιε· ὅθεν σε μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ νοσημάτων παντοίων, θεραπευτὴν συμπαθέστατον, Χριστὸν δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

        Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πάλαι τῇ εὐδοκίᾳ τῇ σῇ, μετεκομίσθη τὸ σὸν σκῆνος, Πατάπιε, ἐν ὄρεσι Γερανείων, ἔνθα Μονὴ ἱερά, τῇ σῇ κλήσει Πάτερ ᾠκοδόμηται, ἐν ᾗ πάσης τάξεως, καταφεύγουσιν ἄνθρωποι, καὶ ὧν αἰτοῦνται, παρὰ σοῦ μετὰ πίστεως, τάχος δέχονται, τὴν σωτήριον ἔκβασιν. ῞Οθεν τῇ ἀντιλήψει σου, ἡ Κόρινθος γάνυται, καὶ τὸ Λουτράκιον ἅμα, καὶ ἡ
περίοικος ἅπασα, Χριστὸν ἀνυμνοῦσαι, τὸν δωρούμενον τοῖς
πᾶσι, τὸ θεῖον ἔλεος.


Δόξα. ῏Ηχος πλ, δ'.

Τῆς σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ πνεύματι, ἀγγελικῶς ἐν κόσμῳ διέπρεψας ῞Οσιε· τὰ γὰρ ἀεὶ διαμένοντα, εὐθείᾳ γνώμῃ ἐκζητῶν, τοῦ σκολιοῦ δράκοντος  διέρρηξας, τὰς μηχανὰς τῇ ἀσκήσει σου· καὶ τῇ θείᾳ μετοχῇ, δοξασθεὶς ἐπαξίως, τὴν τοῦ πόθου πλήρωσιν, ἐπιτηδείως
εὕρηκας. Διὸ παμμάκαρ Πατάπιε, ρῦσαι ἡμᾶς τῶν παθῶν τῆς  κακίας, καὶ πρέσβευε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
                                                      
Καὶ νῦν.῏Ηχος ὁ αὐτός.

Ποίημα Σωφρονίου Πατριάρχου ῾Ιεροσολύμων.

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Αδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ κράζοντες· ᾽Επὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὰ Ἀπολυτίκια.

῏Ηχος α'.

Γερανείων τὸ κλέος, Κορινθίας τὸ καύχημα, καὶ Μοναζουσῶν νῦν προστάτης, ἀνεδείχθης Πάτερ Πατάπιε. Ἀσκήσεσι, νηστείαις προσευχαῖς, νῦν ἔχεις παρρησίαν πρὸς Θεόν, ἀδιαλείπτως ἱκετεύειν ὑπὲρ ὑμῶν, τῶν κατακρίτων δούλων σου. Δόξα τῷ δοξασθέντι διὰ σοῦ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ φωτίσαντι ἡμᾶς διὰ τῆς σῆς ἀσκήσεως.

῏Ηχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Ἐξ Αἰγύπτου ἐκλάμψας Πάτερ Πατάπιε, ἐν Βυζαντίῳ ἐμπρέπεις τῇ ἰσαγγέλῳ ζωῇ ,καὶ ὡς θεῖον θησαυρὸν ἡμῖν δεδώρησαι,τὸ λείψανόν σου τὸ σεπτόν, ἀναβλύζον μυστικῶς, τὴν χάριν τοῦ Παρακλήτου, τοῖς τῇ ἁγίᾳ Μονῆ σου, προσερχομένοις  μετὰ πίστεως.

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ Δίκαιος Δαβίδ. ᾽Εδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
        
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ



Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα.


῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἦρας τὸν Σταυρόν, τοῦ Σωτῆρος ἐπ' ὤμων, προθύμως τὰ φθαρτά, καταλέλοιπας πάντα, καὶ ζέοντι τῷ πνεύματι, ἐν ἐρήμῳ κατῴκησας, δι' ἀσκήσεως, συντονωτάτης πρὸς ὕψος, ἀναγόμενος, θεωριῶν οὐρανίων, Πατάπιε ῞Οσιε.

Θεοτοκίον.

Τεκοῦσα ἐν σαρκί, τὸν ῾Υπέρθεον Λόγον, λυτρούμενον ἡμᾶς  τῆς ἀρχαίας κατάρας, παρθένος ἀδιάφθορος, ὡς πρὸ τόκου μεμένηκας, Αειπάρθενε, Εὐλογημένη Μαρία· ὅθεν δέομαι, φθοροποιῶν νοσημάτων, τὸν νοῦν μου ἀπάλλαξον.

Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.
        
῏Ηχος α'. ῾0 ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀπὸ Θεοῦ καθοδηγούμενος Πάτερ, ἐκ τῆς ἐρήμου Κωνσταντίνου τὴν πόλιν, θεοπρεπῶς κατέλαβες Πατάπιε, ἔνθα ὥσπερ ἄγγελος, σαρκοφόρος ὡράθης, καὶ πλεῖστα ἰάματα, ἐπετέλεσας Πάτερ, καὶ μεταστὰς πρὸς δόξαν οὐρανῶν, ὑπὲρ τοῦ κόσμου, πρεσβεύεις ἑκάστοτε.

Θεοτοκίον.

Σωματικῶς τὸν ῾Υπερούσιον Λόγον, οὐσιωθέντα ἐξ  ἁγνῶν σου αἱμάτων, ὑπερφυῶς Πανάμωμε γεγέννηκας· ὅθεν ὡς αἰτίαν σε,τῆς ἡμῶν σωτηρίας, καὶ πύλην  εἰσάγουσαν, πρὸς  μονὰς οὐρανίους, ὑμνολογοῦμεν πᾶσαι γενεαί, καὶ μεγαλύνομεν Κόρη τὴν δόξαν σου.

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

῏Ηχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὰ Γεράνεια ὄρη ὡς θησαυρόν, τὸ σὸν λείψανον πάτερ ὡς ἀληθῶς, τὸ θεῖον ἐδέξαντο, δοξασθὲν θείᾳ χάριτι, ἐν ᾧ Μονὴ ἁγία πιστῶς ᾠκοδόμηται, ἔνθα σεμνῶν γυναίων, συνήθροισται ὅμιλος. ῞Οθεν Λουτρακίου, καὶ Κορίνθου αἱ πόλεις, τελοῦσαι τὴν μνήμην σου, τὴν σὴν χάριν κηρύττουσι, θεοφόρε Πατάπιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.

Ἐκ γαστρός σου προῆλθε μετὰ σαρκός, ὁ ἀνέσπερος ῞Ηλιος τῆς ζωῆς, καὶ κόσμον ἐφώτισε, τῆς αὐτοῦ ἐπιγνώσεως, ταῖς νοηταῖς ἀκτῖσι, τοῦ σκότους τὸν ἄρχοντα, διὰ Σταυροῦ ὀλέσας, ὁ φύσει φιλάνθρωπος. ῞Οθεν τῆς ψυχῆς μου, σκοτισθέντα ἀθλίως, τὰ ὄμματα φώτισον, τῷ φωτὶ τῆς σῆς χάριτος, φωτοτόκε Απείρανδρε, καὶ ἴθυνον τὸν βίον μου
Ἁγνή, φωτοφόροις προσταγαῖς τοῦ Κτίσαντος, ἵνα φθάσω Παρθένε, πρὸς φῶς τὸ οὐράνιον.

    Τὸ α' Ἀντίφωνον τοῦ δ΄Ἤχου καὶ τὸ Προκείμενον·
   
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

         ᾽Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια' 27-30).
  
 Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη...
             Ζήτει ἐν τῇ Λειτουργίᾳ τοῦ Αγ. Σάββα.


῾0 Ν'.

              Δόξα. Ταῖς τοῦ σοῦ ῾Οσίου…
              Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

                ᾽Ιδιόμελον. ῏Ηχος πλ. β'.

    Στίχ. ᾽Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…

Ἀσκητικῶς πολιτευσάμενος, καὶ ἐντολαῖς τοῦ Σωτῆρος, εὐπειθῶς δουλεύσας, τῆς ἐν αὐτῷ χαρᾶς ἠξίωσαι, Πατάπιε Πάτερ, καὶ ἀγγελικῆς ἀπολαύων στάσεως, τοῦ καρποῦ τῆς θεώσεως, ἐπαξίως μετέχεις· αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

              Σῶσον ὁ Θεὸς τὸν λαόν σου...


Εἶτα οἱ Κανόνες· τὸν Προέρτιον μετὰ τῶν Εἱρμῶν καὶ τὸν τοῦ ἁγίου, ὑπὸ Θεοφάνους, ζήτει ἐν τῷ Μηναίῳ.

Κανὼν τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς
«Τὸν σόν, Πατάπιε, μέλπω βίον. Γερασίμου.

ᾨδὴ α'. ῏Ηχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.

Ταῖς τῶν Αγγέλων συγχορεύων τάξεσι, καὶ τοῦ ἀδύτου φωτός, δαψιλῶς μετέχων ὅσιε Πατάπιε, τὸν νοῦν μου φωταγώγησον, φωτοφόροις λιταῖς σου, ὅπως ὑμνήσω μακάριε, τὴν ἀγγελικὴν πολιτείαν σου.
Ἐξ Αἰγύπτου ὡς ἀστὴρ πολύφωτος, δι' ἰσαγγέλου ζωῆς, λάμψας ἐν τῷ κόσμῳ, ὅσιος Πατάπιος, πανηγυρίσαι σήμερον, τὴν σεπτὴν αὐτοῦ μνήμην, τὴν ᾽Εκκλησίαν προτρέπεται· δεῦτε καὶ συνδράμωμεν ἅπαντες.

Νόμῳ τῷ θείῳ μελετῶν Πατάπιε, ἀπὸ νεότητος, ἀπηρνήσω πᾶσαν, κόσμου τὴν προσπάθειαν, καὶ βίον ὑπερκόσμιον, ἐν ἐρήμῳ ἀσκήσας, Ἀγγέλων ὤφθης ἐφάμιλλος, καὶ περιφανὴς τοῖς χαρίσμασι.

Θεοτοκίον.

Σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων σου,τὸν πρὶν ἀσώματον, καὶ ἄναρχον Λόγον, ὑπὲρ λόγον τέτοκας, Εὐλογημένη Πάναγνε, Θεοτόκε Παρθένε·ἐντεῦθεν πάντας ἀπήλλαξας, τῆς προγονικῆς ἀποφάσεως.

Καταβασία.

Χριστὸς γεννᾶται, δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ᾨδὴ γ'. ῾0 στερεώσας κατ' ἀρχάς.

Ὁλοσχερῶς ἀκολουθῶν, ῥήσεσι θείαις θεόφρον,  ἀπενέκρωσας  σαρκὸς τὰς  ὀρέξεις, καὶ ἐπλήσθης δωρεάν, ζωῆς  τῆς ὑπὲρ ἔννοιαν, Πατάπιε τρισμάκαρ, καὶ ζωηφόρου ἐλλάμψεως.

Νοῒ τελείῳ προχωρῶν, ἐπὶ τὰ ἔμπροσθεν Πάτερ, κουφιζόμενος τῇ θείᾳ ἀγάπῃ, τῆς ἐρήμου τὸ σκληρόν, ὡς ἄσαρκος ὑπήνεγκας, καὶ πάσας τοῦ δολίου, τὰς μηχανὰς καταβέβληκας.
Πεπυρσευμένος τῷ φωτί, τῆς καθαρᾶς πολιτείας, περιβόητος τοῖς πᾶσιν ἐγένου, καὶ ἐκφεύγων τὸ κενόν, δοξάριον Πατάπιε, ὡς ξένος παρεγένου, ἐπὶ τὴν πόλιν  τοῦ Βύζαντος.


Θεοτοκίον.

Ἀπειρογάμως ἐκ γαστρός, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, ἀπεκύησας ἡμῖν Θεοτόκε, ἀνακτώμενον ἡμᾶς, ἐκ τῆς ἀρχαίας πτώσεως, δι' ἄκραν εὐσπλαγχνίαν· διὸ ὑμνοῦμεν τὴν δόξαν σου.

Καταβασία.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως
Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν. ῾0 ἀνυψώσας τὸ κέρας  ἡμῶν, Ἅγιος εἶ Κύριε.

Κάθισμα. ῏Ηχος γ'. Τὴν ὡραιότητα.
    
Πάθη τοῦ σώματος, θεομακάριστε , Πάτερ ἐξήρανας, δακρύων ῥεύματι, καὶ ἰαμάτων ποταμούς, ἀνέβλυσας Πατάπιε· ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα, τιμῶντές σου τὴν μνήμην ἀξίως, μάκαρ Πατάπιε θεόφρον.

        Δόξα. ῏Ηχος πλ. δ'. Τὴν Σοφιαν καὶ λόγον.

Τὴν πτωχείαν τοῦ Λόγου τοῦ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος ῞Οσιε, τῶν Μοναστῶν ἐδείχθης, διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, τοῖς ἐνθέοις σου ῥήμασι, θεοφόρε Πατάπιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,  τὴν ἁγίαν μνήμην σου.         
        
Καὶ νῦν... ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Προεόρτιον.

Ἡ πύλη ἡ ἄβατος, νῦν συλλαμβάνεται, ἡ πόλις ἡ πάμφωτος, λάμψαι προέρχεται, ἡ μόνη πανάχραντος, σήμερον δι' Ἀγγέλου, τοῖς Δικαίοις δηλοῦται· ὅθεν ἐν  εὐφροσύνη, ἀνεβόων τῷ Κτίστη· Καρπὸν ἡμῖν δώρησαι,τὴν ἀφθαρσίας πηγήν.



ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Τοῖς τοῦ Χριστοῦ, Πάτερ ἑπόμενος ἴχνεσι, καὶ ἐκ πάσης, τῶν ματαίων σχέσεως, ἀποδημῶν γνώμῃ σταθερᾷ, τὴν τοῦ Κωνσταντίνου, πόλιν κατέλαβες ῞Οσιε, καὶ ἔλαμψας ἐν ταύτῃ , ἀρετῶν ταῖς ἀκτῖσι, καὶ θαυμάτων τῇ αἴγλῃ Πατάπιε.


Ἀγγελικῶς, πολιτευόμενος ὅσιε, ἔξω κόσμου, καί σαρκὸς γεγένησαι, μόνα τὰ ἄνω ἐπιποθῶν, καὶ τὸ θεῖον κάλλος, ὅλῃ ψυχῇ φανταζόμενος, ἐντεῦθεν ἐν Βλαχέρνοις, ὡς ἀσώματος ὤφθης,τοῖς μεγίστοις ἀγῶσι Πατάπιε.


Παθῶν ὁρμάς, ἀποβαλὼν τῶν τοῦ σώματος, τὴν ψυχήν σου, ὄργανον πολύτιμον, τῶν δωρεῶν ἔδειξας Θεοῦ, καὶ τὴν τῶν θαυμάτων, χάριν λαβὼν πάτερ ὅσιε, ψυχῶν τὰς ἀσθενείας, καὶ σωμάτων ἰᾶσαι, τὰ δυσίατα πάθη Πατάπιε.


Θεοτοκίον.

Ἵνα ἡμᾶς, πρὸς τὴν προτέραν εὐγένειαν, ἐξ ἧς πάλαι δολερῶς πεπτώκαμεν, βρώσει δολίᾳ φθόνῳ ἐχθροῦ, ὁ Θεὸς τῶν ὅλων, ἐπαναγάγῃ ὡς εὔσπλαγχνος, διπλοῦς ἐκ σοῦ ἐτέχθη, ἐν μιᾷ ὑποστάσει, Θεοτόκε καί κόσμον διέσωσε.
                  
Καταβασία.

Ῥάβδος ἐκ τῆς ῥίζης ᾽Ιεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ Ἀπειράνδρου, ὁ ἄϋλος καί Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω.

Ἐν ἀσκήσει ἐμπρέπων, ἀρετῶν ἐνθέων, Πάτερ Πατάπιε,
ταπεινοφροσύνης, ἀληθὴς ὑποτύπωσις γέγονας, καὶ τῶν  μοναζόντων, τύπος ἐν πόνοις ἐγκρατείας, ὡς Χριστοῦ μιμητὴς ἐνθεώτατος.

Μακρυνθεὶς τῶν ἐν κόσμῳ, ὅσιε Πατάπιε, ἐνθέῳ ἔρωτι, ὅλως ᾠκειώθης,τῷ Θεῷ τῇ συντόνῳ ἀσκήσει σου, παρ᾽ οὗ ἐκομίσω, τὰς ἐνεργείας τῶν θαυμάτων, εἰς πολλῶν περιποίησιν Ἅγιε.

Ἐνεργῶν τῇ δυνάμει, τῇ τοῦ Παρακλήτου, θεόφρον Πατάπιε, τὸν σοὶ προσελθόντα, νεανίαν τυφλὸν ἐθεράπευσας·  ὅθεν σου τὸ θαῦμα, καταπλαγέντες οἱ ἰδόντες, τὸν τῶν ἄλλων Δεσπότην ἐδόξασαν.

Θεοτοκίον.

Λυτρωθέντες τῆς πάλαι, Κόρη παραβάσεως, τῷ θείῳ Τόκῳ σου, ὡς τῆς σωτηρίας, ἀπαρχήν σε γινώσκομεν, χαῖρέ σοι βοῶντες, εὐλογημένη Θεοτόκε, τοῦ πεσόντος   Ἀδάμ ἡ ἀνάκλησις.

Καταβασία.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,τῆς μεγάλης  βουλῆς  σου τὸν ῎Αγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας  ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς  ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.
ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.

Πατήσας τὰς τοῦ ἐχθροῦ, μηχανουργίας Πατάπιε, ἐδέξω παρὰ Θεοῦ, τῆς νίκης τὸν στέφανον, καὶ τὴν τῶν ἰάσεων, χάριν θεραπεύειν, τοὺς ἐν πίστει προσιόντας σοι.

Ὡς δῶρον πλουτοποιόν,τῆς ἐνεργείας τοῦ Πνεύματος,  το σκῆνός σου τὸ σεπτόν, εἰς ὄρη Γεράνεια, Πατάπιε ὅσιε, μετήγαγον πάλαι, ἁγιάζον τοὺς προστρέχοντας.

Βιώσας ἐπὶ τῆς γῆς, ὡς ἄγγελος Πάτερ ὅσιε, συνήφθης  ἐν
οὐρανοῖς, Αγγέλων ταῖς τάξεσιν, ἡμῖν δὲ κατέλιπες, ὡς
ἅγιον κλῆρον, σοῦ τὸ σῶμα ἀδιάφθορον.


Θεοτοκίον.
Ἰλύος φθοροποιῶν, παθῶν τὸν νοῦν μου ἀνύψωσον, καὶ δώρισαί μοι ἁγνή, γνησίαν μετάνοιαν, ὡς ἂν εὕρω ἄφεσιν,  τῶν πολλῶν σφαλμάτων, καὶ ζωῆς τύχω τῆς κρείττονος.

Καταβασία.

Σπλάγχνων ᾽Ιωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Κοντάκιον.

῏Ηχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
    
Τοῦ Παρακλήτου δοξασθεὶς τῇ θείᾳ χάριτι, τῶν ἰαμάτων
ἀναβλύζεις τὰ δωρήματα, τῆς τῷ θείῳ σου λειψάνῳ      προσερχομένοις. Ἀλλ' ὡς πάντων τὰ αἰτήματα δωρούμενος, πάσης θλίψεως καὶ νόσου ἀπολύτρωσαι,τοὺς βοῶντάς σοι· χαίροις, Πάτερ Πατάπιε.
        
῞Ετερον. ῏Ηχος γ'. ῾Η Παρθένος σήμερον.

Τὸν λαόν σου ἅγιε, πνευματικὸν ἰατρεῖον, οἱ λαοὶ εὑράμενοι, μετὰ σπουδῆς προσιόντες, ἴασιν, τῶν νοσημάτων λαβεῖν αἰτοῦνται, λύσιν τε, τῶν ἐν τῷ βίῳ πλημμελημάτων· σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης,  Πατάπιε ῞Οσιε.


Ὁ Οἶκος.

Ἡ σορός σου σοφέ, πᾶσι βρύει ἰάματα· ἐξ ὧν πιστοὶ ἀρυόμενοι σώζονται ἐκ νόσων πολλῶν, ψυχῶν καὶ σωμάτων, ὧνπερ ὁ τάλας ἐγὼ πεπείραμαι, ῥυσθεὶς τῶν θλιβόντων με· καὶ διὰ τοῦτο τὴν σὴν ἀντίληψιν νῦν ἀνευφημῶ,  καὶ διηγοῦμαι τρανῶς, πῶς ἐπιφθάνεις τοὺς ἐν ἀνάγκαις, καὶ ἐκλυτροῦσαι πειρασμῶν, τοὺς προσιόντας σοι θερμῶς. Διὸ  δίδου ἰσχύν μοι ἀνυμνεῖν σε· Σὺ γὰρ πάντων τῶν ἐν ἀνάγκαις, προστάτης ὤφθης, Πατάπιε ῞Οσιε.

Συναξάριον.

Τῇ η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ ῾Οσίου καὶ Θεοφόρου
Πατρὸς ἡμῶν Παταπίου, οὗ τὸ σεπτὸν Λείψανον σώζεται ἐν τῇ κατὰ τὰ Γεράνεια ὄρη ἐπ' ὀνόματι αὐτοῦ ἱερᾷ Μονῇ.


Στίχοι.

Φθαρτὸν λελοιπώς, Πατάπιε, γῆς πάτον
Πατεῖς ὅπου πατοῦσι πραέων πόδες.

Εἰς τὸ σεπτὸν αὐτοῦ σκῆνος.

        ῎Ολβον σχόντες ἄσυλον, Πάτερ, σὸν σκῆνος
᾽Εξ αὐτοῦ καρπούμεθα ἅπασαν χάριν.
      ᾽Ογδοάτῃ, Πατάπιε, χλόης πέδον ἀμφεπάτησας.

Ταῖς αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων Σου τῶν
 Αγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν.


ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.

Ὁσίως ἐβίωσας, Χριστὸν δοξάσας  Πάτερ Πατάπιε, καὶ δαιμόνων τὰ στίφη, κατηγωνίσω στερρῷ φρονήματι· ὅθεν τῆς τούτων κακίας ἀπήλλαξας, τὸν συσχεθέντα δεινῶς, τῷ θείῳ λόγῳ σου.


Ναμάτων τοῦ Πνεύματος, πεπληρωμένος πάτερ Πατάπιε, προσευχῇ σου ἰάσω, ὑδεριῶντα δεινῶς καὶ πάσχοντα, καί τοῦ καρκίνου τὸ πάθος ἰάτρευσας, θαυμαστωθεὶς ἐπὶ γῆς, μεγίστοις θαύμασι.


Γνωρίζει σε Κόρινθος, καὶ Λουτρακίου πόλις Πατάπιε, ἀντιλήπτορα θεῖον, καί πρὸς τὸν Κτίστην, μεσίτην μέγιστον· πάσης ἀνάγκης γὰρ ῥύῃ ἑκάστοτε, τοὺς ἐκζητοῦντας θερμῶς, τὴν σὴν ἀντίληψιν.

Θεοτοκίον.
 Ἐκ σοῦ ἀνεβλάστησεν, ἀγεωργήτως  χώρα ἀνήροτε, ὁ τῶν ὅλων Δεσπότης, καθάπερ ἄνθος ζωῆς ἀμάραντον, εὐωδιάζον ὀσμαῖς τῆς Θεότητος, τοὺς σὲ ὑμνοῦντας Αγνή, οἷα Μητέρα Θεοῦ.

Καταβασία.
 Οἱ Παῖδες ευσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.
                                                                 




ᾨδὴ η'. ῾Επταπλασίως κάμινον.

 Ῥώμῃ τῇ χάριτι θεοφόρε Πατάπιε, αἱ ἐν τῇ Μονῆ σου ἱερῶς ἀσκούμεναι, ῥωννύμεναι σπεύδουσι, μονάστριαι φιλόθεοι, ἐπὶ τὴν καλήν, εὐθυπορίαν προθύμως, κανόνα ἀρετῆς σε, καὶ τύπον κεκτημέναι, καὶ θεῖον ὑποφήτην, πρὸς  κτῆσιν τῶν κρειττόνων.

Ἁγιασμὸν καὶ ἴασιν, καὶ παθῶν ἀπολύτρωσιν, ἡ τοῦ σοῦ Λειψάνου θήκη βρύει Ἅγιε· ἐντεῦθεν προστρέχουσι, τῇ  σῇ Μονῇ ἑκάστοτε, πίστει ἀληθεῖ, ἅπασα τάξις ἀνθρώπων, οὐ μόνον ἐκ Κορίνθου, ἀλλὰ καὶ ἀπὸ πάσης, ἄλλης πόλεως Πάτερ, ὑμνοῦντές σου τὴν χάριν.

Σκέπε ἀεὶ καὶ φύλαττε, κραταιᾷ προστασίᾳ σου,τὴν εὐαγεστάτην Μάνδραν σου Πατάπιε, τὴν μέγα σε στήριγμα, πλουτοῦσαν καὶ ὑπέρμαχον, καὶ ὡς θησαυρὸν παναληθῆ, κεκτημένην τὸ θεῖον λείψανόν σου, ὃ πίστει προσκυνοῦσα, λαμβάνει εὐφροσύνην, ἐν θλίψεσι ποικίλαις.

Θεοτοκίον.

Ἱερωτέρα πέφηνας, Θεοτόκε πανύμνητε, τῆς ὑπερκοσμίου
τῶν Αγγέλων τάξεως· τὸν τούτων γὰρ τέτοκας, Δημιουργὸν
καὶ Κύριον, σῴζοντα φθορᾶς,τοὺς εὐλαβῶς σοι βοῶντας·
χαῖρε Εὐλογημένη, Παρθενομῆτορ Κόρη,τοῦ κόσμου προστασία, καὶ σκέπη ἀσφαλείας.

Καταβασία.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς  ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
              
ᾨδὴ θ'. ᾽Εξέστη ἐπὶ τούτῳ.

Μετέστης  μετὰ δόξης πρὸς τὸν Θεόν, καὶ ὁρᾷς ἅπερ βλέπουσιν Ἄγγελοι, καὶ τοὺς καρπούς, Πάτερ ἀποδρέπῃ  πόνων τῶν σῶν,ἡμῖν δὲ καταλέλοιπας, λείψανον τὸ θεῖόν σου καὶ σεπτόν, ᾧ πίστει  παρεστῶτες, Πατάπιε ὑμνοῦμεν,τὰς πρὸς ἡμᾶς σου πολλὰς χάριτας.

Μέγας ἐν ῾Οσίοις ἀναφανείς, Γερανείων ὀρέων τὸ καύχημα, τὸ ἱερόν, ὁ τῆς Κορινθίας πάσης λαμπτήρ, καὶ Λουτρακίου πόλεως, ἔφορος ὁ θεῖος καὶ ἀρωγός, ὑμνείσθω παρὰ πάντων, οἷα Θεοῦ θεράπων, ὁ θεοδόξαστος  Πατάπιος.

Ὑψόθεν μὴ ἐλλίπῃς ὡς συμπαθής, ἐπιβλέπειν ἀεὶ Πάτερ ῞Οσιε, καὶ ἐφορᾶν, ταύτην τὴν Μονήν σου τὴν ἱεράν, καὶ νέμειν ταύτῃ πάντοτε, τῆς σῆς εὐλογίας τῆς πατρικῆς, τὰς θείας χορηγίας· ὅτι τῇ σῇ πρεσβείᾳ, θερμῶς ἐλπίζει καὶ  κρατύνεται.


Θεοτοκίον.

Ὑψίστου ἐνδιαίτημα φωταυγές, φωτοστόλιστε οἶκε περίδοξε, ἐν ᾧ Χριστός, ᾤκησεν ὁ πάντων Δημιουργός,  εὐλογημένη Δέσποινα, σκεῦός με ἀνάδειξον ἱερόν, τῆς  θείας ἐνεργείας, τοῦ ἐκ τῆς σῆς νηδύος, ἀκαταλήπτως ἀναλάμψαντος.


Καταβασία.

Μεγάλυνον ψυχή μου,τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν,
τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον, θρόνον χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός,῝Ον ἀνυμνοῦντες μεγαλύνομεν.
                   
᾽Εξαποστειλάριον.     

῏Ηχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.

 Ὡς φωτοφόρος στῦλος, τῶν οὐρανίων ἀρετῶν, ἐκ Γερανείων Πάτερ ὀρέων χάριτι Θεοῦ Πατάπιε διαλάμπεις, ζωῆς ἁγίας τὸν πλοῦτον.

῞Ετερον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Πατάξας τὸν Αἰγύπτιον, καὶ Ασσύριον ἄρδην, νοῦν τῶν παθῶν Πατάπιε, τῷ Χριστῷ θεοφόρε, κατηκολούθησας χαίρων, τὸν σταυρόν σου βαστάζων· τὸν ᾽Ηλιοὺ δὲ Κάρμηλον, εἰκονίζων σὺ Πάτερ ἀσκητικῶς, τὰς ἐρήμους ᾤκησας  καὶ  πρὸς ὕψος, τῆς ἀπαθείας ἔφθασας, συγκρατηθεὶς τῇ Τριάδι.

Θεοτοκίον.

Λόγου Θεοῦ Μητέρα σε, ἀνυμνοῦμεν σὺν πόθῳ, ἐν θεοπνεύστοις ᾄσμασι, Παναγία Παρθένε, οἱ διὰ σοῦ σεσωσμένοι· νέμοις οὖν Θεοτόκε, τοῖς ἀναξίοις δούλοις σου, ἱλασμὸν καὶ εἰρήνην καὶ φωτισμόν· ὅσα γὰρ θέλεις δύνασαι καὶ ἰσχύεις, ὡς πάντων οὖσα Δέσποινα, ὑπερένδοξε Κόρη.


ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν
τὰ ἑπόμενα Στιχηρὰ προσόμοια τοῦ ἁγίου.

῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!
    
Πάτερ θεόφρον Πατάπιε, τῆς ἐγκρατείας πυρί, τῶν παθῶν ὕλην ἅπασαν, ὡς καλάμην εὔπρηστον, καταφλέξας  εἰσδέδεξαι, τοῦ Παρακλήτου τὴν θείαν ἔλλαμψιν, καὶ ἀπαθείᾳ τὸ φῶς ἐξήστραψας· ὅθεν ἀπήλασας, τῶν δαιμόνων φάσματα, καὶ πρὸς τὸ φῶς, τῆς ζωῆς τὸ ἄδυτον, χαίρων ἀνέδραμες.
                          
Πάτερ παμμάκαρ Πατάπιε, καταπατήσας ἐχθροῦ, φερωνύμως τὴν ἔπαρσιν,νίκης  διαδήματι, οὐρανίῳ κεκόσμησαι, καὶ ἰαμάτων λαβὼν τὴν δύναμιν, ἐξ ἀνιάτων παθῶν ἰάτρευσας, τοὺς προσελθόντας σοι, καὶ φθορᾶς ἀπήλλαξας, δαιμονικῆς, ἴασιν δωρούμενος, ψυχῆς καὶ σώματος.

Ὅσιε Πάτερ Πατάπιε, καθάπερ λύχνος λαμπρός, ἐν τῇ  πόλει τοῦ Βύζαντος, μυστικῶς ἐξέλαμψας, ἀρετῶν τελειότητι· νῦν δὲ θαυμάτων ταῖς ἐπιλάμψεσι, ταῖς προϊούσαις ἐκ τοῦ λειψάνου σου, πᾶσαν περίοικον, τῆς Κορίνθου ἅγιε, φωταγωγεῖς, καὶ παρέχεις ἅπασι, ῥῶσιν καὶ ἔλεος.

Ὅσιε Πάτερ Πατάπιε τὴν σὴν ἁγίαν Μονὴν τὴν τὸ θεῖον σου λείψανον, ὡς σεπτὸν θησαύρισμα, ἱερῶς θησαυρίζουσαν, σκέπε καὶ σῷζε τῇ προστασίᾳ σου, ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος· τὴν σὴν γὰρ ἅγιε, πατρικὴν ἐκδέχεται, χάριν ἀεί, καὶ τῇ ἀντιλήψει σου , αὔξει καὶ σῴζεται.

Δόξα. ῏Ηχος πλ. α'.

Ὅσιε Πάτερ, τῆς κοσμικῆς ἐκκλίνας τύρβης, δι' ἄκρας  ἡσυχίας Θεῷ ἡνώθης, θεωθείς κατὰ μέθεξιν· ὑπεράνω γὰρ γεγονώς, πάσης αἰσθήσεως, τῶν ὑπὲρ φύσιν δωρεῶν ἠξιώθης, καὶ ὧν μετέσχες καλῶν,τοῖς ποθοῦσι μετέδωκας· καὶ νῦν ἡμᾶς ἁγιάζεις, τῷ ἁγίῳ λειψάνῳ σου, καὶ τῇ ἐξ αὐτοῦ χάριτι, μυσταγωγεῖς τὰ κρείττονα. Ἀλλ' ὡς τῆς ἄνω ζωῆς μέτοχος, Πατάπιε ὅσιε, πρέσβευε τυχεῖν καὶ ἡμᾶς, τῆς  θείας μακαριότητος.

Καὶ νῦν. ῏Ηχος ὁ αὐτός, Θεοτοκίον.

Μὴ στύγναζε ᾽Ιωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ       τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσει, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε Κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ' ἡμῶν.

Δοξολογία Μεγάλη καί Απόλυσις.
      
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τῶν Κανόνων τοῦ Αγίου,
ἡ γ' καὶ ς' ᾠδή.

Ἀπόστολος πρὸς Γαλάτας (Κεφ. ε' 22 - στ' 2)
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά...
(Ὁ τῆς Ε' Δεκεμβρίου)                         


Εὐαγγέλιον κατὰ Λουκᾶν (Κεφ, στ' 17-23)
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ᾽Ιησοῦς ἐπὶ τόπου πεδινοῦ.
(Τὸ τῆς Παρασκευῆς τῆς Β΄ Εβδομάδος)


Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον...

Μεγαλυνάρια.
Χαίροις τῶν ὁσίων ὁ κοινωνός· χαίροις ὁ πηγάζων, ἰαμάτων τὰς δωρεάς, τοῖς προσερχομένοις, τῷ θείῳ σου Λειψάνῳ, Πατάπιε θεόφρον, ἡμῶν ἀντίληψις.

Φύλαττε καὶ σκέπε διὰ παντός, Πατάπιε πάτερ,τὴν Μονήν σου τὴν ἱεράν, τὴν ἀνακειμένην, τῇ θείᾳ σου πρεσβείᾳ, καὶ πίστει καυχωμένην, τῷ θείῳ σκήνει σου.

Δίστιχον.
Πατάπιε, αἶνόν σοι θεῖον προσᾴδει
᾽Εξαιτῶν Γεράσιμος σὴν προστασίαν.