ΚΥΡΙΑΚΗ Γ´ ΛΟΥΚΑ
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος γ´.
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε
κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον·
πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου
ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Τοῦ Ἀποστόλου Λουκᾶ. Ἦχος γ´.
Ἀπόστολε Ἅγιε Λουκᾶ, πρέσβευε
τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε
Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ,
ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος
τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος γ´. Ἡ παρθένος σήμερον.
Ἐξανέστης σήμερον,
ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου·
σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα
δέ, καὶ οἱ Προφῆται σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ
Οἶκος.
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε.
Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον,
ὡς
ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταρράσσει
τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὑτοῦ.
Συναξάριον.
Τῇ ΙΗ´ τοῦ αὐτοῦ μηνὸς μνήμη
τοῦ ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Στίχ. Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην,
(Λουκᾶς λέγει), τρανῶς σε νῦν, Χριστέ, βλέπω.
Ὀγδοάτῃ δεκάτῃ πέρατος
βίου ἔμμορε Λουκᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος.
Στίχ. Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην,
Τόλμῃ νεάζων, καὶ τελειοῦται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ, τοῦ ἐν τῷ Εὐφράτῃ.
Στίχ. Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
Ἰουλιανὸς ἄσμενος παρατρέχει.
Ὁ ἅγιος Μνάσων, Ἐπίσκοπος
Κύπρου, καὶ οἱ ἅγιοι Τεσσαράκοντα Παῖδες, ξίφει τελειοῦνται.
Στίχ. Ὡς πύργος ἐνδούς, τὴν κάραν κλίνας Μνάσων
Πτῶσιν πρὸ τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.
Παίδων διπλῆ τέθνηκεν
εἰκὰς ἐκ ξίφους,
Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ᾿ οὐσίαν.
Μνήμη τῶν ἁγίων νεοφανῶν
Μαρτύρων Γαβριὴλ καὶ Κερμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει
͵αφκβ´ (1522).
Στίχ. Κερμιδώλης καὶ Γαβριὴλ οἱ δύο
Ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.
Μνήμη τῶν ὁσίων Πατέρων
ἡμῶν Συμεὼν καὶ Θεοδώρου, καὶ τῆς Ὁσίας Εὐφροσύνης, τῶν τὴν ἁγίαν
καὶ θεομητορικὴν εἰκόνα εὑρόντων καὶ τὴν τοῦ Μεγάλου Σπηλαίου Μονὴν
συστησαμένων.
Στίχ. Συμεών, Θεόδωρος καὶ Εὐφροσύνη,
Θεράποντες ὤφθησαν τῆς Θεοτόκου.
Ἐν γῆς μὲν ἄντρῳ τῆς
Παρθένου τὸν τύπον,
Ἐν οὐρανοῖς δὲ ζῶσαν αὐτὴν εὕρετε.
Ὀκτωκαιδεκάτῃ, Συμεῶνά
τε καὶ Θεόδωρον,
Εὐφροσύνην θ᾿ ὁσίως τὸ μέγα Σπήλαιον ἀείδει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίων νεοφανῶν Μαρτύρων Ἰσιδώρου τοῦ πρεσβυτέρου καὶ τῶν τέκνων
αὐτοῦ Εἰρήνης καὶ Γεωργίου, τῶν ἐν Βαλῇ Γορτύνης Κρήτης ὑπὸ τῶν Ἀγαρηνῶν
σφαγιασθέντων.
Στίχ. Ἐν οἴκῳ Θεοῦ καὶ αὐλαῖς οὐρανίαις
Τανῦν εὐλογεῖ οἶκος τοῦ Ἰσιδώρου.
Εἰς τὸν ἅγιον
Ἰσίδωρον.
Ὡς δῶρον Θεοῦ φερωνύμου ὀστέα
ἐδόθη ἡμῖν μάρτυρος Ἰσιδώρου.
Εἰς τὴν
καλλιμάρτυρα Εἰρήνην.
Κλαδίῳ κοσμεῖς εἰρηναίας ἐλαίας,
Εἰρήνης Θεέ, κόρης Εἰρήνης κάραν.
Εἰς τὸν
παιδομάρτυρα Γεώργιον.
Ἐν γῇ ἀγαθῇ γεωργήσας, Χριστέ
μου,
Γεώργιον νῦν ὡς μεστὸν στάχυν κόπτεις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πέτρου Μητροπολίτου Τσέτινιε Μαυροβουνίου,
μεγάλου προστάτου τοῦ Ἔθνους αὑτοῦ, ἐν ἔτει ͵αωλ´ (1830) τελειωθέντος.
Στίχ. Ὡς ὄρος πῖον ἐξ ἀρετῶν ποικίλων,
Πέτρος ἐδείχθη, ποιμὴν Μαυροβουνίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἐν ἁγίοις πατρὸς ἡμῶν Κωνσταντίνου ἀρχιεπισκόπου Ἀχριδῶν, τοῦ Καβάσιλα.
Στίχ. Βίον ἄληπτον, μάκαρ, ἐβίωσας,
Διὸ μέμνησο, Κωνσταντῖνε τῆς ποίμνης σου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ὁσίου Δαβὶδ τοῦ Σερπούχωφ τῆς Ῥωσσίας.
Στίχ. Πρὸς Κύριον ἀνῆλθες Ἀναληφθέντα,
ᾯπερ, Δαβίδ, ἀνέθηκας Μονὴν θείαν.
Τῇ αὐτῇ ἡμέρᾳ, τὴν σύναξιν
ἐπιτελοῦμεν τῆς θαυματουργοῦ εἰκόνος τῆς Δεσποίνης καὶ κυρίας ἡμῶν
Θεοτόκου τῆς Μαχαιριωτίσσης.
Στίχ. Θείαν σου μορφὴν καταφιλοῦντες, Μῆτερ,
Σοί, Χαῖρε, φαιδρῶς κράζομεν Ἀρχαγγέλου.
*
Τῇ αὐτῇ ἡμέρᾳ, τρίτῃ Κυριακῇ
τοῦ Ὀκτωβρίου, μνήμην ἐπιτελεῖσθαι εἴωθεν ἐν Κρήτῃ πάντων τῶν Ἁγίων
Κρητῶν Ἐπισκόπων, τῶν συμμετασχόντων ἐν ταῖς θείαις καὶ σεπταῖς Οἰκουμενικαῖς
Συνόδοις.
Στίχ. Παρεμβολὴ Κρητῶν Συνοδικῶν χαῖρε,
Ἱεραρχῶν φωστήρων Ὀρθοδοξίας.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ
Ἀπόστολον καὶ
Εὐαγγέλιον τοῦ Ἀποστόλου.
Προκείμενον. Ἦχος
πλ. δ´. (Ψαλμὸς ιη´).
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται
δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(δ´ 5-11, 14-18)
Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε
πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν
χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς
διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο,
ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ
τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι
τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος
ὁ ἀνεψιὸς Βαρνάβα, —περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς,
δέξασθε αὐτόν,— καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς,
οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν
μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.
Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον
αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε
ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας
ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν
ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ
Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς πη´).
Στίχ. Ἐξομολογήσονται
οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ
ἁγίων.
Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός ἐστιν
ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
Ἐκ
τοῦ κατὰ Λουκᾶν (ι´ 16-21).
(Ζήτει τῇ η´ Νοεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ·
ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα
μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν
τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ
τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω
ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς
οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται·
χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ
ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί
σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ
σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι
οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα σοι, Κύριε,
δόξα σοι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΠΗΓΕΣ: http://www.iskiriaki.com
http://www.osotir.org
http://www.analogion.com