Ευλόγει η ψυχή μου τον Κύριον

Δευτέρα 5 Ιανουαρίου 2015

ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ

ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ




Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί• καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν• ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε• καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.







Κοντάκιον. Ἦχος δ´. Αὐτόμελον.Ρωμανοῦ τοῦ Μελωδοῦ.
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾿ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Ὁ Οἶκος.
Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐν Βηθλεὲμ ἀστράπτουσα· μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τὰς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.
Συναξάριον.
Τῇ Ϛ´ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχ. Τοὺς οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν, Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδον εἰσάγει.
Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην.

Τὰ Ἅγια Θεοφάνεια ἑορτάζομεν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔν τε τῇ Μεγάλῃ Ἐκκλησίᾳ, καὶ ἐν ταῖς κατὰ τόπον Ἁγίαις Ἐκκλησίαις, τὴν παννυχίδα ἀφ᾿ ἑσπέρας ἐπιτελοῦντες ἐν ταύτῃ τῇ ἡμέρᾳ. Αὐτὸς γὰρ ὁ Λόγος, τὸν παλαιὸν Ἀδὰμ ἐνδυσάμενος, καὶ πάντα τὰ νόμιμα ἐκτελέσας, καὶ πρὸς τὸν μέγαν Ἰωάννην τὸν Προφήτην παραγίνεται βαπτισθησόμενος· ὃς καὶ διεκώλυεν αὐτόν, λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἐπεὶδὲ τό, Ἄφες ἄρτι, πρὸς τοῦ Κυρίου ἀκήκοε, καὶ πάσης δικαιοσύνης πλήρωμα εἶναι τὸ Βάπτισμα ἔγνωκεν, ἀφίησιν αὐτόν. Καὶ βαπτισθεὶς ὁ Χριστός, πᾶσαν μὲν τὴν φύσιν τῶν ὑδάτων ἡγίασε· πᾶσαν δὲ ἁμαρτίαν τῶν ἀνθρώπων ἐνθάψας τοῖς ῥείθροις τοῦ Ἰορδάνου, εὐθύς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ τὸν παλαιωθέντα ταῖς ἁμαρτίαις ἄνθρωπον ἀνακαινίσας καὶ ἀναπλάσας, οὐρανῶν Βασιλείαν αὐτῷ ἐχαρίσατο.

Αὐτῷ (τῷ Κυρίῳ) ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Τῆς ἑορτῆς. Ἦχος γ´. Ἐπεσκέψατο ἡμᾶς.

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον. (ἐκ γ´)


ΑΠΟΛΥΤΙΚΙΟ
Τῆς ἑορτῆς. Ἦχος α´.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

 (ἐκ γ´)




* * *
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας.
Προκείμενον. Ἦχος δ´. (Ψαλμὸς ριζ´).
 

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Τίτ. β´ 11‐14, γ´ 4‐7)
 

Τέκνον Τίτε, ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, οὗ ἐξέχεεν ἐφ᾿ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦσωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ᾿ ἐλπίδα ζωῆς αἰωνίου.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς κη´).

Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δό‐
ξαν καὶ τιμήν. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.


ΣΧΟΛΙΑΣΜΟΣ ΑΠΟΣΤΟΛΟΥ -π. ΜΕΛΕΤΙΟΣ ΑΠ. ΒΑΔΡΑΧΑΝΗΣ 
από το site www.pmeletios.com
 * * *

 ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ματθαῖον (γ´ 13‐17).


Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰω‐
άννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. Ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν·
Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Τότε ἀφίησιν αὐτόν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ  εὐδόκησα. 


Δόξα σοι, Κύριε, δόξα σοι.


ΣΧΟΛΙΑΣΜΟΣ ΕΥΑΓΓΕΛΙΟΥ - π. ΑΥΓΟΥΣΤΙΝΟΣ ΚΑΝΤΙΩΤΗΣ 
από το site http://kyriakh.blogspot.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου