ΑΓΙΟΣ ΜΑΞΙΜΟΣ Ο ΟΜΟΛΟΓΗΤΗΣ ΚΑΙ ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΝΕΟΦΥΤΟΣ
Κάθισμα
τοῦ Ὁμολογητοῦ
Διωγμοὺς ὑπομείνας ὑπὲρ τῆς
Πίστεως, ἀπεδίωξας Πάτερ ἅπασαν αἵρεσιν·
ἐκτμηθεὶς δὲ σὺν χειρὶ τὴν γλῶτταν Μάξιμε,
ὁμολογίας εὐπρεπῆ, ἐκ τῆς χειρὸς τοῦ
Ποιητοῦ, ἐδέξω στέφανον μάκαρ, ὃν νῦν
ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Δόξα...
τοῦ Μάρτυρος
Ἦχος
δ'
Νεοθαλὲς ὤς περ φυτὸν ἐκβλαστήσας,
ἐν τῷ λειμῶνι τῶν Χριστοῦ Ἀθλοφόρων,
καρποὺς ἐνθέου γνώσεως προσήγαγες Χριστῷ·
οἷς περ διατρέφονται, οἱ πιστῶς σε τιμῶντες, ἔνδοξε
Νεόφυτε. Ἀθλητὰ γενναιόφρον, Ἀλλὰ ταῖς
σαῖς δεήσεσιν ἡμᾶς, πάντοτε σῷζε, Θεῷ
παριστάμενος.
Καὶ
νῦν... Θεοτοκίον
Μετὰ Θεὸν ἐπὶ τὴν σὴν
Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς θείαν σκέπην,
παρακαλῶ δεόμενος· Ἐλέησον Ἁγνή· ὅτι
ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ
πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω,
ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν
σου, ἐκ τούτων ῥυσθῆναί με.
Ἢ
Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς
γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα,
ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ,
Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς
ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ’ Ἀγγέλων,
ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων
σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.
Ὁ
Εἱρμὸς
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι
κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή
μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε».
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ
ὑπερμάχῳ
Τὸν τῆς Τριάδος ἐραστὴν καὶ
Μέγαν Μάξιμον, τὸν ἐκδιδάξαντα τρανῶς πίστιν
τὴν ἔνθεον, τοῦ δοξάζειν τὸν Χριστόν, φύσεσιν
ἐν δύω, ἐνεργείαις τε διτταῖς ὡς καὶ
θελήσεσιν, ἐπαξίως οἱ πιστοὶ ἀνευφημήσωμεν,
ἀνακράζοντες· Χαῖρε κήρυξ τῆς Πίστεως.
Ὁ
Οἶκος
Ἀνοιξόν μου τὰ χείλη, ὁ Θεὸς
ὁ Σωτήρ μου, καὶ δὸς μοι θείαν χάριν ἑλκύσαι,
τοῦ ἀξίως ὑμνῆσαι Χριστέ, τὸν κηρύξαντά
σε ἐν δυσὶ φύσεσιν, ἐξόχως ὑπὲρ ἅπαντας·
πρὸς ὃν καὶ ἐκφωνῶ τοιαῦτα,
Χαῖρε, φωστὴρ καταυγάζων κόσμον,
χαῖρε, λιμὴν τῶν ἐν ζάλῃ βίου.
Χαῖρε, Μοναζόντων λαμπτὴρ διαυγέστατος,
χαῖρε, τῶν Μαρτύρων τὸ κλέος καὶ στήριγμα.
Χαῖρε, ὄντως ἐγκαλλώπισμα Ἐκκλησίας
καὶ στολή, χαῖρε, ἔρεισμα τῆς Πίστεως, καὶ
ἀσάλευτος κρηπίς.
Χαῖρε, ὅτι καθεῖλες τῶν αἱρέσεων
θράσος, χαῖρε, ὅτι προθύμως πρὸς Χριστὸν μέλη
τέμνῃ.
Χαῖρε, χαρὰ τῶν πίστει τιμώντων
σε, χαῖρε, χαρᾶς πληρῶν τοὺς ποθοῦντάς σε.
Χαῖρε, πολλοὺς τοῦ Βελίαρ λυτρώσας,
χαῖρε, Πιστοὺς τῷ Θεῷ προσενέγκας.
Χαῖρε, Κήρυξ τῆς Πίστεως.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Μαξίμου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν
φύεις
Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν
δίδως.
Εἰκάδι πρώτῃ πότμος Μαξίμου
ὄσσ’ ἐκάλυψεν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.
Στίχοι
Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν
δόρυ,
Νέου φυτοῦ κάλλιστον οἷὰ
περ θάλος.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου,
Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου.
Στίχοι
Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου,
ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις
βίος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου,
Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.
Στίχοι
Τὸν Εὐγένιον, καὶ συνάθλους
τρεῖς ἅμα,
Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ,
ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν
τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ
πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος
Ἁγνῆς.
Στίχοι
Ὑπὲρ νέον σοι μόσχον, ὡς
Δαυὶδ λέγει
Ἤρεσκεν Ἁγνὴ πυρπολουμένη, Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ ἅγιοι τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ,
ξίφει τελειοῦνται.
Στίχοι
Στερρῶν ἀθλητῶν τεσσάρων φωνὴ
μία·
Ἡμῖν τὸ θνῄσκειν ἐκ ξίφους
εὐθυμία.
Ἐξαποστειλάριον
τοῦ Ὁσίου
Θεολογῶν ἐκήρυξας μίαν φύσιν
Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν
μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύω φύσεις
θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε
θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις·
ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς
Μάρτυς ὤφθης.
Τοῦ
Μάρτυρος, ὅμοιον
Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως,
νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας,
Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν
στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς
πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἅγιε
καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε
καὶ Μάρτυς.
Θεοτοκίον ὅμοιον
Τὸ ξένον καὶ ἀπόρρητον, τοῦ
ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει
Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας,
Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ
σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης
ὁ ἀπρόσιτος προσιτὸς μοι, ἑνώσας με θεότητι,
τῇ αὐτοῦ παραδόξως.
Ἀπολυτίκιον
τοῦ Ὁσίου
Ἦχος
πλ. δ'
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας
Διδάσκαλε καὶ σεμνότητος, τῆς Ἐκκλησίας ὁ
φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα,
Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας,
λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῶ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ
Μάρτυρος Ἀπολυτίκιον
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει
αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας,
ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ
τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ
ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου