Ευλόγει η ψυχή μου τον Κύριον

Παρασκευή 17 Απριλίου 2020

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ

Η ΑΠΟΚΑΘΗΛΩΣΗ ΤΟΥ ΕΣΤΑΥΡΩΜΕΝΟΥ  

Ήχος Πλ. β΄
Σήμερον κρεμάται επί ξύλου, ο εν ύδασι την γην κρεμάσας.  (τρις)
Στέφανον εξ ακανθών περιτίθεται, ο των αγγέλων βασιλεύς. 
Ψευδή πορφύραν περιβάλλεται, ο περιβάλλων τον ουρανόν εν νεφέλαις.
Ράπισμα κατεδέξατο, ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ. 
Ήλοις προσηλώθη, ο νυμφίος της Εκκλησίας. 
Λόγχη εκεντήθη, ο υιός της Παρθένου. 
Προσκυνούμεν σου τα Πάθη, Χριστέ. (τρις)
Δείξον ημίν και την ένδοξόν σου Ανάστασιν.

Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Ἦχος πλ. δ' (3΄ 55'')
Πρὸ τοῦ τιμίου σου Σταυροῦ, στρατιωτῶν ἐμπαιζόντων σε Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ἀνεδήσω γὰρ στέφανον ὕβρεως, ὁ τὴν γῆν ζωγραφήσας τοῖς ἄνθεσι, καὶ τὴν χλαῖναν χλευαζόμενος ἐφόρεσας, ὁ νεφέλαις περιβάλλων τὸ στερέωμα· τοιαύτη γὰρ οἰκονομία, ἐγνώσθη σου ἡ εὐσπλαγχνία, Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.


Ἰδιόμελον, Ἦχος πλ. α'
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.


πάτησε πάνω στο σύνδεσμο
ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ ΚΗΡΥΓΜΑ

ΠΗΓΗ: http://glt.goarch.org/
           http://iskiriaki.com/wordpress/ 
          https://www.youtube.com/watch?v=YjuB8D0bxKs
          https://www.youtube.com/watch?v=wjT3G5ntYi8&t=674s
         https://www.youtube.com/watch?v=hWvEgdqgCtw&t=331s