Ευλόγει η ψυχή μου τον Κύριον

Δευτέρα 11 Σεπτεμβρίου 2017

Ἡ Ἀπόδοσις τῆς ἑορτῆς. Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

Ἡ Ἀπόδοσις τῆς ἑορτῆς.
Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. 

Τῆ ΙΒ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῶν τιμίων ξύλων, καὶ ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Αὐτονόμου.



ΟΡΘΡΟΣ
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα σοι ὁ Θεός, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον (ἐκ γ')
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Τροπάρια
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Καὶ νῦν ...Θεοτοκίον
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου...
Ἀμήν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ γ').
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (ἐκ β').
Ψαλμὸς 3
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).
σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου
Ψαλμὸς 37
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου·
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ.
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου·
ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.
Καὶ πάλιν
μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ
πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου
Ψαλμὸς 62
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.
οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς·
παραδοθήσονται εἰς χεῖρας ρομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν
ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Ψαλμὸς 87
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,
ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπ᾿ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ᾿ ἐμέ. (διάψαλμα).
ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ᾿ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς, παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·
μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με,
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα.
ἐμάκρυνας ἀπ᾿ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου
Ψαλμὸς 102
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ, τοῖς υἱοῖς ᾿Ισραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν,
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ᾿ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον
Ψαλμὸς 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·
καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα).
ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·
καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν
εἰσάκουσόν μου Κύριε ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου (ἐκ β')
τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...

Ἦχος δ'
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
ἤ Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ, β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Ἀπολυτίκιον
Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...

Μετὰ τὴν α' Στιχολογίαν
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ


Μετὰ τὴν β' Στιχολογίαν
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ ΤΟ ΑΚΟΥΤΕ
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Δόξα... Καὶ νῦν... τὸ αὐτὸ


Μετὰ τὴν γ' Στιχολογίαν, ἕτερα
Ἦχος πλ. α'
Τὸ συνάναρχον Λόγον
Ἐλισάβετ στειρώσεως ἠλευθέρωται, ἡ Παρθένος δὲ πάλιν παρθένος ἔμεινεν, ὅτε φωνῇ τοῦ Γαβριὴλ γαστρὶ συνέλαβεν, ἀλλ' ἐν νηδύϊ προσκιρτᾷ, τὸν ἐν γαστρὶ παρθενικῇ, Θεὸν προγνοὺς καὶ Δεσπότην, ὁ Πρόδρομος Ἰωάννης, εἰς σωτηρίαν ἡμῶν σαρκούμενον.
Μαρτυρικὸν
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ἐπιτάχυνον ῥῦσαι λαόν σου, συνήθως κραυγάζοντά σοι ἐκτενῶς. Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε Ἀειπάρθενε.


Ψαλμὸς 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανὼν τοῦ Κυρίου Ἰωάννου

Κανών α', ᾨδὴ α', τῆς Θεοτόκου

Ἦχος β'
Ὁ Εἱρμὸς 
«Δεῦτε λαοί,
ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ,
τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι,
τὸν λαὸν ὂν ἀνῆκε,
δουλείας Αἰγυπτίων,
ὅτι δεδόξασται».

Δεῦτε πιστοί,
Πνεύματι θείῳ γηθόμενοι,
τὴν ἐξ ἀκάρπου σήμερον, ἐπιδημήσασαν,
εἰς βροτῶν σωτηρίαν,
ἀειπάρθενον Κόρην,
ὕμνοις τιμήσωμεν.

Χαῖρε σεμνή,
Μήτηρ καὶ δούλη Χριστοῦ τοῦ Θεοῦ,
ἡ τῆς ἀρχαίας πρόξενος, μακαριότητος,
τῶν ἀνθρώπων τῷ γένει,
σὲ πάντες ἐπαξίως,
ὕμνοις δοξάζομεν.

Ἡ τῆς ζωῆς,
τίκτεται σήμερον γέφυρα,
δι' ἧς βροτοὶ ἀνάκλησιν, τῆς καταπτώσεως,
τῆς εἰς ᾍδου εὑρόντες,
Χριστὸν τὸν ζωοδότην,
ὕμνοις δοξάζουσιν.


Ὁ Κανὼν τοῦ Κυρίου Ἀνδρέου.

Κανών β', ᾨδὴ α', τῆς Θεοτόκου

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Τῷ συντρίψαντι πολέμους, ἐν βραχίονι αὐτοῦ,
καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ,
ᾄσωμεν αὐτῷ, ὡς λυτρωτῇ ἡμῶν Θεῷ,
ὅτι δεδόξασται».

Χορευέτω πᾶσα κτίσις, εὐφραινέσθω καὶ Δαυΐδ,
ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ,
προῆλθε ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον,
καὶ λυτρωτὴν τοῦ παντός.

Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ ἱερῷ βρέφος ἀνατίθεται,
ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου·
πάντες οὖν πιστῶς συνεορτάσωμεν,
ἐν τῇ γεννήσει αὐτῆς.

Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ' οὐκ ἄτεκνος Θεῷ·
ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ·
ὅθεν ὁ τῆς κτίσεως ἐβλάστησε,
Κτίστης ἐν δούλου μορφῇ.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν τὸ ἔριον Χριστῷ,
μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν,
πάντες ἐκ τῆς Ἄννης τικτομένην σε,
ὕμνοις γεραίρομεν.
Δόξα...
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ,
τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω·
εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι,
δοξολογεῖται Θεός.
Καὶ νῦν... Θεοτοκίον
Τὶς ἑώρακε παιδίον, ὃ οὐκ ἔσπειρε πατήρ,
γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ;
Ὄντως ὑπὲρ ἔννοιαν ἀμφότερα,
Θεογεννῆτορ ἁγνή.
Καταβασία 
«Σταυρὸν χαράξας Μωσῆς,
ἐπ' εὐθείας ῥάβδω,
τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι,
τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,
ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.
Διὸ Χριστῷ ᾄσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».


Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε,
ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον,
εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι,
τὴν πάντων ἐκύησαν σωτηρίαν,
οἱ θεόφρονες γεννήτορες,
τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν.

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος,
ἐκ στείρας προήγαγε τὴν Παρθένον·
ἣν εἰσδῦναι κατηξίωσε,
μετὰ τόκον φυλάξας ἀδιάφθορον.

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον,
τὴν βότρυν κυήσασαν ζωηφόρον,
ὡς Θεοτόκον ἀνυμνήσωμεν,
προστασίαν τε πάντων καὶ βοήθειαν.


Κανών β', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,
ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου,
ἐπλατύνθη ἐπ' ἐχθρούς μου τὸ στόμα μου,
εὐφράνθη ἐν σωτηρίῳ σου».

Εὐλογημένη ἡ κοιλία σου σώφρων Ἄννα·
καρπὸν γὰρ ἤνθησε παρθενίας,
τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως,
τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.

Σὲ μακαρίζει Ἀειπάρθενε πᾶσα κτίσις,
ἐξ Ἄννης σήμερον γεννηθεῖσαν,
τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον,
τὸ ἄνθος Χριστὸν βλαστήσασαν.

Σὲ ἀνωτέραν πάσης κτίσεως Θεοτόκε,
δεικνύων ἄχραντε ὁ Υἱός σου,
τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν,
καὶ πάντας εὐφραίνει σήμερον.

Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῷν Ἁγίων,
Παρθένε ἄχραντε Θεοτόκε,
ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως,
τὸν Κτίστην σαρκὶ κυήσασα.
Δόξα...
Σὲ προσκυνοῦμεν Πάτερ ἄναρχε τῇ οὐσίᾳ,
ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου,
καὶ τὸ Πνεῦμα συναΐδιον σέβομεν,
ὡς ἕνα τὰ τρία φύσει Θεόν.
Καὶ νῦν... Θεοτοκίον
Τὸν φωτοδότην καὶ ἀρχίζωον τῷν ἀνθρώπων,
τεκοῦσα ἄχραντε Θεοτόκε,
ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν,
καὶ πύλη τοῦ ἀπροσίτου φωτός.
Καταβασία
«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,
τῇ στειρευούσῃ δὲ πρῴην,
Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ,
εἰς κράτος καὶ στερέωμα».


Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...

Ἡ Ὑπακοὴ
Ἦχος β'
Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε, δι᾿ αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

Κάθισμα
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ 
Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῷν δεσμῶν ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ


Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...

Κοντάκιον
Ἦχος δ'
Αὐτόμελον
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας,
καὶ Ἀδὰμ καὶ Εὕα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου,
ἠλευθερώθησαν, Ἄχραντε,
ἐν τῇ ἁγίᾳ γεννήσει σου,
αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,
ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι.
Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ὁ Οἶκος
Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῆ ΙΒ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῶν τιμίων ξύλων, καὶ ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Αὐτονόμου.
Στίχοι
Θῦμα τραπέζῃ προὐτέθη τῇ σῇ Λόγε,
Θύτης σὸς Αὐτόνομος, ἐκθανὼν λίθοις.
Αὐτόνομος δὲ λίθοις δυωκαιδεκάτῃ κατελεύσθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κουρνούτου, Ἐπισκόπου Ἰκονίου.
Στίχοι
Κλέους καταγνοὺς τοῦ παρόντος Κουρνοῦτος,
Ξίφει τὸ μέλλον ἐμπορεύεται κλέος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Τμηθεὶς κεφαλὴν Θεόδωρος ἐκ ξίφους,
Θεοῦ μετέσχε δωρεῶν φερωνύμως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Γαλατίᾳ.
Στίχοι
Ἀσκητικοῖς ἱδρῶσι συμμίξας ἄθλους,
Ἰουλιανὸς διττὰ τὰ στέφη λάβῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Αγίων Μαρτύρων Μακεδονίου, Τατιανοῦ, καὶ Θεοδούλου, καὶ μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ ἐν τῷ Θασίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ὠκεανὸς πυρὶ τελειοῦται.
Στίχοι
Τὸν Ὠκεανὸν ἥλιον λαμπρὸν νόει,
Εἰς Ὠκεανὸν τὴν πυρὰν λελουμένον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Καταβασίαε, Ὠδὴ α’. Ἦχος πλ. δ'. 
Σταυρὸν χαράξας Μωσῆς,
ἐπ' εὐθείας ῥάβδω,
τὴν Ἐρυθρὰν διέτεμε,
τῷ Ἰσραὴλ πεζεύσαντι,
τὴν δὲ ἐπιστρεπτικῶς,
Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἤνωσεν,
ἐπ' εὕρους διαγράψας τὸ ἀήττητον ὅπλον.
Διὸ Χριστῷ ᾄσωμεν
τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’. 
Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται·
τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα,
τῇ στειρευούσῃ δὲ πρῴην,
Ἐκκλησίᾳ νῦν ἐξήνθησε,
ξύλον Σταυροῦ,
εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε,
τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου,
καὶ ἐδόξασά σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον ξύλον!
ἐν ᾧ ἐτάθη Χριστός,
ὁ Βασιλεὺς καὶ Κύριος,
δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας,
τῷ ἐν σοὶ δελεασθείς,
Θεῷ τῷ προσπαγέντι σαρκί,
τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’. 
Νοτίου θηρὸς ἐν σπλάγχνοις,
παλάμας, Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας,
τὸ σωτήριον πάθος προδιετύπου σαφῶς.
Ὅθεν τριήμερος ἐκδύς,
τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε,
τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς
λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς,
καὶ δυσφημίας θεοστυγοῦς.
Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε,
θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον,
ἀλλ' ἀντηχούντι δροσοβόλῳ πνεύματι,
πυρὶ συνόντες ἔψαλλον·
ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’. 
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες,
τῆς Τριάδος ἰσάριθμοι,
Δημιουργὸν Πατέρα Θεόν,
ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον,
καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα,
καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον,
Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Καταβασία Ὠδὴ θ’. Ἦχος πλ. δ'. 
Μυστικῶς εἶ Θεοτόκε Παράδεισος,
ἀγεωργήτως βλαστήσασα Χριστόν,
ὑφ' οὗ τὸ τοῦ Σταυροῦ,
ζωηφόρον ἐν γῇ,
πεφυτούργηται δένδρον.
Διὸ νῦν ὑψουμένου,
προσκυνοῦντες αὐτὸν,
σὲ μεγαλύνομεν.
Ἄλλη 
Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος,
διὰ Σταυροῦ κατήργηται σήμερον·
τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται,
τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἢν πᾶσαι αἱ Δυνάμεις,
τῶν οὐρανῶν μεγαλύνουσι.

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν...

Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε 
Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.
Ἐξαποστειλάριον
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε 
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.

Ἦχος α'
ΑΙΝΟΙ
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

(Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· (Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.)
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ' (149)
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.
Στιχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
ΨΑΛΜΟΣ ΡΝ' (150)
Στιχ.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος 
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὀρος, διὰ σοῦ ἡμῖν δεδώρηται.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Στιχηρὰ Προσόμοια
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος 
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐκ τῆς στείρας τίκτεται, ἡ χάρις καρπογονεῖν, λαμπρῶς ἀπάρχεται. Εὐφραίνου Ἰωακείμ, τῆς Θεοτόκου γεννήτωρ γενόμενος, οὐκ ἔστιν ἄλλος ὡς σύ, τῶν γηγενῶν γεννητόρων θεόληπτε· ἡ γὰρ θεοδόχος Κόρη, τοῦ Θεοῦ τὸ σκήνωμα, τὸ πανάγιον ὀρος, διὰ σοῦ ἡμῖν δεδώρηται.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος α'
Ὢ τοῦ παραδόξου θαυματος! ὁ ἐκ στείρας καρπός, ἀναλάμψας νεύματι, τοῦ πάντων Δημιουργοῦ, καὶ παντοκράτορος, εὐτόνως τὴν κοσμικήν, τῶν ἀγαθῶν διαλέλυκε στείρωσιν. Μητέρες σὺν τῇ Μητρί, τῆς Θεοτόκου χορεύσατε κράζουσαι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α'
Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν...
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Αὕτη ἡμέρα Κυρίου, ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς, ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
Δόξα σοι τῷ δείξαντι τὸ φῶς, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου (γ').
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ,
Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ').
Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἀπολυτίκιον
Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.



Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Ἡ Ἀπόδοσις τῆς ἑορτῆς.
Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

ΤΡΙΤΗ ΠΛ. Α΄ ΗΧΟΣ

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ' καὶ ς'.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ἀντίφωνον Α'
Ἦχος β'
Verse:
Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Στίχ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
Στίχ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Στίχ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται.

Ἀντίφωνον Β'
Ἦχος β'
Στίχ.
Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.
Στίχ. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ
Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

Ἀντίφωνον Γ'
Ἦχος δ'
Στίχ.
Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Στίχ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Εἰσοδικὸν
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Οἱ Μακαρισμοὶ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ,
Θεὸν εἶναί σε πιστεύσας Χριστέ,
ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας.
Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Ὡς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ πάσης ῥῦσαι ἀγαθέ, κολάσεως δέομαι.
Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως, ὅπως τούτου θείαις προσευχαῖς, πταισμάτων ῥυσθείημεν.
Μαρτυρικὸν
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμῳ ψυχῇ, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων, ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι.
Δόξα...
Ἀκατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταῖς πρεσβείαις με σῶσον, λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοι.
Καὶ νῦν... Θεοτοκίον
Διὰ παντὸς ταῖς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα, ἱκετεύω, ῥύπου με παντός, καθάρισον Δέσποινα.


Ἀπολυτίκιον
Ἦχος δ'
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Τοῦ Ναοῦ...
Κοντάκιον
Ἦχος δ'
Αὐτόμελον 
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας,
καὶ Ἀδὰμ καὶ Εὕα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου,
ἠλευθερώθησαν, Ἄχραντε,
ἐν τῇ ἁγίᾳ γεννήσει σου,
αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου,
ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι.
Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Προκείμενον τῆς ἡμέρας, Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. 

ΤΡΙΤΗ ΙΕ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:21;3:1-7

Ἀδελφοί, οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν. Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; Τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι Πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; καθὼς ᾽Αβραὰμ ἐπίστευσεν τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσι υἱοί ᾽Αβραάμ.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Τῌ ΤΡΙΤῌ ΤΗΣ ΙΕ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Μάρκον, στ΄ 1 - 7

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν πατρίδα ἑαυτοῦ· καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα; καὶ τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ, καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται; οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ἔλεγε δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε· καὶ ἐθαύμαζε διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγε τὰς κώμας κύκλῳ διδάσκων. Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.


Ἐκ τοῦ κατὰ Ἰωάννην, ια΄ 47 - 54
Τῷ καιρῷ ἐκείνῳ συνήγαγον οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον κατὰ τοῦ Ἰησοῦ λέγοντες· Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; ἐὰν ἀφῶμεν αὐτὸν οὕτω, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ρωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. τοῦτο δὲ ἀφ' ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσεν ὅτι ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ' ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ.


Εἰς τό, Ἐξαιρέτως
Κανών β', ᾨδὴ θ', τῆς Ἑορτῆς

Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς 
«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία,
καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα,
ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη.
Διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς,
ἀπαύστως μακαρίζομεν».


Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ΠΗΓΗ:

ΕΛΛΗΝΙΚΑ  ΛΕΙΤΟΥΡΓΙΚΑ  ΚΕΙΜΕΝΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ  ΕΚΚΛΗΣΙΑΣ

http://glt.goarch.org/




Σάββατο 9 Σεπτεμβρίου 2017

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ



Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας τῶν μαρτύρων (†305-311).




ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. α.

Τν συ­νά­ναρ­χον Λό­γον Πα­τρὶ κα Πνεύ­μα­τι, τν κ Παρ­θέ­νου τε­χθέν­τα ες σω­τη­ρί­αν ἡ­μῶν, ἀ­νυ­μνή­σω­μεν πι­στοὶ κα προ­σκυ­νή­σω­μεν· ὅ­τι ηὐ­δό­κη­σε σαρ­κί, ἀ­νελ­θεῖν ἐν τ Σταυ­ρῷ, κα θά­να­τον ὑ­πο­μεῖ­ναι, κα ἐ­γεῖ­ραι τος τε­θνε­ῶ­τας, ν τ ἐν­δό­ξῳ ἀ­να­στά­σει αὐ­τοῦ.

Δό­ξα. Το αυτό. Ἦ­χος πλ. α´.

Καὶ νῦν. Θε­ο­το­κί­ον. Ἦ­χος πλ. δ´.

γέν­νη­σίς σου Θε­ο­τό­κε, χα­ρὰν ἐ­μή­νυ­σε πά­σῃ τῇ οἰ­κου­μέ­νῃ· ἐκ σοῦ γὰρ ἀ­νέ­τει­λεν ὁ Ἥ­λι­ος τῆς δι­και­ο­σύ­νης, Χρι­στὸς ὁ Θε­ὸς ἡ­μῶν· καὶ λύ­σας τὴν κα­τά­ραν, ἔ­δω­κε τὴν εὐ­λο­γί­αν· καὶ κα­ταρ­γή­σας τὸν θά­να­τον, ἐ­δω­ρή­σα­το ἡ­μῖν ζω­ὴν τὴν αἰ­ώ­νι­ον.

ΑΠΟΣΤΟΛΟΣ

(Γαλ. Ϛ´ 11-18)




­δελ­φοί, ἴ­δε­τε πη­λί­κοις ὑ­μῖν γράμ­μα­σιν ἔ­γρα­ψα τῇ ἐ­μῇ χει­ρί. Ὅ­σοι θέ­λου­σιν εὐ­προ­σω­πῆ­σαι ἐν σαρ­κί, οὗ­τοι ἀ­ναγ­κά­ζου­σιν ὑ­μᾶς πε­ρι­τέ­μνε­σθαι, μό­νον ἵ­να μὴ τῷ σταυ­ρῷ τοῦ Χρι­στοῦ δι­ώ­κων­ται. Οὐ­δὲ γὰρ οἱ πε­ρι­τε­τμη­μέ­νοι αὐ­τοὶ νό­μον φυ­λάσ­σου­σιν, ἀλ­λὰ θέ­λου­σιν ὑ­μᾶς πε­ρι­τέ­μνε­σθαι, ἵ­να ἐν τῇ ὑ­με­τέ­ρᾳ σαρ­κὶ καυ­χή­σων­ται. Ἐ­μοὶ δὲ μὴ γέ­νοι­το καυ­χᾶ­σθαι εἰ μὴ ἐν τῷ σταυ­ρῷ τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ, δι᾿ οὗ ἐ­μοὶ κό­σμος ἐ­σταύ­ρω­ται κἀ­γὼ τῷ κό­σμῳ. Ἐν γὰρ Χρι­στῷ Ἰ­η­σοῦ οὔ­τε πε­ρι­το­μή τι ἰ­σχύ­ει οὔ­τε ἀ­κρο­βυ­στί­α, ἀλ­λὰ και­νὴ κτί­σις. Καὶ ὅ­σοι τῷ κα­νό­νι τού­τῳ στοι­χή­σου­σιν, εἰ­ρή­νη ἐπ᾿ αὐ­τοὺς καὶ ἔ­λε­ος, καὶ ἐ­πὶ τὸν Ἰσ­ρα­ὴλ τοῦ Θε­οῦ. Τοῦ λοι­ποῦ κό­πους μοι μη­δεὶς πα­ρε­χέ­τω· ἐ­γὼ γὰρ τὰ στίγ­μα­τα τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ ἐν τῷ σώ­μα­τί μου βα­στά­ζω. Ἡ χά­ρις τοῦ Κυ­ρί­ου ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ με­τὰ τοῦ πνεύ­μα­τος ὑ­μῶν, ἀ­δελ­φοί· ἀ­μήν.

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς πρὸ τῆς Ὑ­ψώ­σε­ως.

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (γ´ 13-17).

Εἶ­πεν ὁ Κύ­ρι­ος· Οὐ­δεὶς ἀ­να­βέ­βη­κεν εἰς τὸν οὐ­ρα­νὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐ­ρα­νοῦ κα­τα­βάς, ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που. Καὶ κα­θὼς Μω­ϋ­σῆς ὕ­ψω­σεν τὸν ὄ­φιν ἐν τῇ ἐ­ρή­μῳ, οὕ­τως ὑ­ψω­θῆ­ναι δεῖ τὸν υἱ­ὸν τοῦ ἀν­θρώ­που, ἵ­να πᾶς ὁ πι­στεύ­ων ἐν αὐ­τῷ ἔ­χῃ ζω­ὴν αἰ­ώ­νι­ον. Οὕ­τως γὰρ ἠ­γά­πη­σεν ὁ θε­ὸς τὸν κό­σμον, ὥ­στε τὸν υἱ­ὸν τὸν μο­νο­γε­νῆ ἔ­δω­κεν, ἵ­να πᾶς ὁ πι­στεύ­ων εἰς αὐ­τὸν μὴ ἀ­πό­λη­ται ἀλλ᾿ ἔ­χῃ ζω­ὴν αἰ­ώ­νι­ον. Οὐ γὰρ ἀ­πέ­στει­λεν ὁ θε­ὸς τὸν υἱ­ὸν εἰς τὸν κό­σμον ἵ­να κρί­νῃ τὸν κό­σμον, ἀλλ᾿ ἵ­να σω­θῇ ὁ κό­σμος δι᾿ αὐ­τοῦ.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
 
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ