Ευλόγει η ψυχή μου τον Κύριον

Πέμπτη 8 Ιανουαρίου 2015

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΟΛΥΕΥΚΤΟΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΟΛΥΕΥΚΤΟΣ

  

Κάθισμα 
 Ἦχος πλ. δ'
 Ἀνέστης ἐκ νεκρῶν
Ἐπέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις μυστικῶς, Ἰορδάνου χωνεῦσαι, πᾶσαν τὴν ἁμαρτίαν, ὡς ἐλεήμων καὶ ὑπεράγαθος, πᾶσα κτίσις σκιρτάτω, ὅτι βαπτίζεται Χριστὸς Κύριος, εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. 

 Κάθισμα τοῦ Ἁγίου
 Ἦχος πλ. α'
 Τὸν συνάναρχον Λόγον
Ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ πάντων Θεοῦ, ἐν τῇ χάριτι τούτου ἐνδυναμούμενος, ὅλον μετέθηκας σαυτόν, ἐν τῇ ἀγάπῃ αὐτοῦ, διὰ Νεάρχου τοῦ πιστοῦ, συστρατιώτου σου σοφέ· διὸ νομίμως ἀθλήσας, ἀξίως ἐστεφανώθης, παρὰ Κυρίου Μάρτυς Πολύευκτε.
 Δόξα... Καὶ νῦν...
 Τῆς Ἑορτῆς ὅμοιον
Ἰορδάνου τὸ ῥεῖθρον περιβαλλόμενος, ὁ τὸ φῶς παραδόξως ἀναβαλλόμενος, ἐν αὐτῷ τὴν τοῦ Ἀδάμ, φύσιν ἀνέπλασας, συντριβεῖσαν πονηρᾷ, παρακοῇ Λόγε Θεοῦ· διὸ σε ἀνευφημοῦμεν, καὶ τὴν ἁγίαν σου πάντες, δοξολογοῦμεν Ἐπιφάνειαν. 

 Κοντάκιον τοῦ Ἁγίου
 Ἦχος δ'
 Ἐπεφάνης σήμερον
Ὁ Δεσπότης κλίνας μὲν ἐν Ἰορδάνῃ, κεφαλὴν συνέτριψε, τάς τῶν δρακόντων κεφαλάς· τοῦ Ἀθλοφόρου ἡ κάρα δέ, ἀποτμηθεῖσα τὸν δόλιον ᾔσχυνεν.
  Οἶκος
Ἐν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει· καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ᾽ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε.
 
 Συναξάριον
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου.
Στίχοι
Ὁ Πολύευκτος, οὗ πάθος τομὴ Λόγε,
Πολλῆς δι᾽ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν.
Ἀμφ' ἐνάτην Πολύευκτε τομὴ μέγα δῶκέ σου εὖχος.
 
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ.
Στίχοι
Κἂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος,
Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει χάριν.
 
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 
 Ἐξαποστειλάριον τοῦ Ἁγίου
 Ἐν πνεύματι τῷ ἱερῷ
Πολύευκτον κτησάμενος, ἐκ ψυχῆς Πολυεύκτου, τὸν πλοῦτον τὸν οὐράνιον, ὦ Πολύευκτε μάκαρ, καὶ δόξαν καὶ λαμπρότητα, ἐν Θεῷ γενόμενος· καὶ στέφος θεῖον ἐδέξω, ἐκ χειρὸς τοῦ Ὑψίστου, σὺν Μαρτύρων τοῖς χοροῖς, ὡς Μάρτυς τῆς ἀληθείας.
 Ἕτερον τῆς Ἑορτῆς ὅμοιον
Ἐν δουλικῷ τῷ σχήματι, παραγέγονας Λόγε, καὶ Βάπτισμα ὁ ἄχρονος, ὡς βροτὸς ἐπεζήτεις· ἐξέστη γῆ καὶ οὐρανός, καὶ Ἀγγέλων τάγματα, καὶ τῶν ὑδάτων φύσις, δὲ Πρόδρομος πτήξας, ἐν δειλίᾳ καὶ χαρᾷ, τὴν λειτουργίαν ἐτέλει

 Ἀπολυτίκιον
 Ἦχος δ′ Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.
 Ἀπολυτίκιον τῆς ἑορτῆς Ἦχος α'
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.


Ο Άγιος Μάρτυς Πολύευκτος μαρτύρησε πρώτος στην Μελιτήνη της Αρμενίας, ομολογώντας με παρρησία τον Ιησού Χριστό, αρνούμενος να αποδεχθεί τον ασεβή νόμο ο οποίος προσέτασσε τους Χριστιανούς να  αρνηθούν την πίστη τους στον Χριστό. Ανήκε στην τάξιν των στρατιωτών και έζησε κατά την περίοδο του Ουαλεριανού (255μΧ). Κατά την διάρκεια των μαρτυρίων στήριζε τον συστρατιώτη και φίλο του, Άγιον Μάρτυρα Νέαρχον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου