Ευλόγει η ψυχή μου τον Κύριον

Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 18 Ιουνίου 2016

ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

ΚΥΡΙΑΚΗ Η´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

«Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ»


ΑΠΟΛΥΤΙΚΙΑ


Τῆς Ἑορτῆς. Ἦ­χος πλ. δ´.

Εὐ­λο­γη­τὸς εἶ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ παν­σό­φους τοὺς ἁ­λι­εῖς ἀ­να­δεί­ξας, κα­τα­πέμ­ψας αὐ­τοῖς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, καὶ δι᾿ αὐ­τῶν τὴν οἰ­κου­μέ­νην σα­γη­νεύ­σας, Φι­λάν­θρω­πε, δό­ξα σοι. (ἐκ γ´)

 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ

ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ 

Ἀ­πό­στο­λον καὶ Εὐ­αγ­γέ­λι­ον

Κυ­ρι­α­κῆς τῆς Πεν­τη­κο­στῆς.


ΑΠΟΣΤΟΛΟΣ


Προ­κεί­με­νον. Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς ι­η´).

Εἰς πᾶ­σαν τὴν γῆν ἐ­ξῆλ­θεν ὁ φθόγ­γος αὐ­τῶν καὶ εἰς τὰ πέ­ρα­τα τῆς οἰ­κου­μέ­νης τὰ ῥή­μα­τα αὐ­τῶν.
Στίχ. Οἱ οὐ­ρα­νοὶ δι­η­γοῦν­ται δό­ξαν Θε­οῦ, ποί­η­σιν δὲ χει­ρῶν αὐ­τοῦ ἀ­ναγ­γέ­λει τὸ στε­ρέ­ω­μα.
Πρά­ξε­ων τῶν Ἀ­πο­στό­λων τὸ Ἀ­νά­γνω­σμα.

(Πρξ. β´ 1-11)

ν τῷ συμ­πλη­ροῦ­σθαι τὴν ἡ­μέ­ραν τῆς πεν­τη­κο­στῆς ἦ­σαν ἅ­παν­τες οἱ ἀ­πό­στο­λοι ὁ­μο­θυ­μα­δὸν ἐ­πὶ τὸ αὐ­τό. Καὶ ἐ­γέ­νε­το ἄφ­νω ἐκ τοῦ οὐ­ρα­νοῦ ἦ­χος ὥ­σπερ φε­ρο­μέ­νης πνο­ῆς βι­αί­ας, καὶ ἐ­πλή­ρω­σεν ὅ­λον τὸν οἶ­κον οὗ ἦ­σαν κα­θή­με­νοι· καὶ ὤ­φθη­σαν αὐ­τοῖς δι­α­με­ρι­ζό­με­ναι γλῶσ­σαι ὡ­σεὶ πυ­ρός, ἐ­κά­θι­σέ τε ἐφ᾿ ἕ­να ἕ­κα­στον αὐ­τῶν, καὶ ἐ­πλή­σθη­σαν ἅ­παν­τες Πνεύ­μα­τος Ἁ­γί­ου, καὶ ἤρ­ξαν­το λα­λεῖν ἑ­τέ­ραις γλώσ­σαις κα­θὼς τὸ Πνεῦ­μα ἐ­δί­δου αὐ­τοῖς ἀ­πο­φθέγ­γε­σθαι. Ἦ­σαν δὲ ἐν Ἱ­ε­ρου­σα­λὴμ κα­τοι­κοῦν­τες Ἰ­ου­δαῖ­οι, ἄν­δρες εὐ­λα­βεῖς ἀ­πὸ παν­τὸς ἔ­θνους τῶν ὑ­πὸ τὸν οὐ­ρα­νόν· γε­νο­μέ­νης δὲ τῆς φω­νῆς ταύ­της συ­νῆλ­θε τὸ πλῆ­θος καὶ συ­νε­χύ­θη, ὅ­τι ἤ­κου­ον εἷς ἕ­κα­στος τῇ ἰ­δί­ᾳ δι­α­λέ­κτῳ λα­λούν­των αὐ­τῶν. Ἐ­ξί­σταν­το δὲ πάν­τες καὶ ἐ­θαύ­μα­ζον λέ­γον­τες πρὸς ἀλ­λή­λους· Οὐκ ἰ­δοὺ πάν­τες οὗ­τοί εἰ­σιν οἱ λα­λοῦν­τες Γα­λι­λαῖ­οι; Καὶ πῶς ἡ­μεῖς ἀ­κού­ο­μεν ἕ­κα­στος τῇ ἰ­δί­ᾳ δι­α­λέ­κτῳ ἡ­μῶν ἐν ᾗ ἐ­γεν­νή­θη­μεν, Πάρ­θοι καὶ Μῆ­δοι καὶ Ἐ­λα­μῖ­ται, καὶ οἱ κα­τοι­κοῦν­τες τὴν Με­σο­πο­τα­μί­αν, Ἰ­ου­δαί­αν τε καὶ Καπ­πα­δο­κί­αν, Πόν­τον καὶ τὴν Ἀ­σί­αν, Φρυ­γί­αν τε καὶ Παμ­φυ­λί­αν, Αἴ­γυ­πτον καὶ τὰ μέ­ρη τῆς Λι­βύ­ης τῆς κα­τὰ Κυ­ρή­νην, καὶ οἱ ἐ­πι­δη­μοῦν­τες Ῥω­μαῖ­οι, Ἰ­ου­δαῖ­οί τε καὶ προ­σή­λυ­τοι, Κρῆ­τες καὶ Ἄ­ρα­βες, ἀ­κού­ο­μεν λα­λούν­των αὐ­τῶν ταῖς ἡ­με­τέ­ραις γλώσ­σαις τὰ με­γα­λεῖ­α τοῦ Θε­οῦ;

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος α´. (Ψαλ­μὸς λβ´).

Στίχ. Τῷ λό­γῳ Κυ­ρί­ου οἱ οὐ­ρα­νοὶ ἐ­στε­ρε­ώ­θη­σαν καὶ τῷ πνεύ­ματι τοῦ στό­μα­τος αὐ­τοῦ πᾶ­σα ἡ δύ­να­μις αὐ­τῶν.
Ἐξ οὐ­ρα­νοῦ ἐ­πέ­βλέ­ψεν ὁ Κύ­ρι­ος ἐ­πὶ τὴν γῆν, εἶ­δε πάν­τας τοὺς υἱ­οὺς τῶν ἀν­θρώ­πων.

ΕΥΑΓΓΕΛΙΟΝ


Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (ζ´ 37-52, η´ 12).

Τῇ ἐ­σχά­τῃ ἡ­μέ­ρᾳ τῇ με­γά­λῃ τῆς ἑ­ορ­τῆς εἱ­στή­κει ὁ Ἰ­η­σοῦς καὶ ἔ­κρα­ξε λέ­γων· Ἐ­άν τις δι­ψᾷ, ἐρ­χέ­σθω πρός με καὶ πι­νέ­τω. Ὁ πι­στεύ­ων εἰς ἐ­μέ, κα­θὼς εἶ­πεν ἡ γρα­φή, πο­τα­μοὶ ἐκ τῆς κοι­λί­ας αὐ­τοῦ ῥεύ­σου­σιν ὕ­δα­τος ζῶν­τος. Τοῦ­το δὲ εἶ­πε πε­ρὶ τοῦ Πνεύ­μα­τος οὗ ἔ­μελ­λον λαμ­βά­νειν οἱ πι­στεύ­σαν­τες εἰς αὐ­τόν· οὔ­πω γὰρ ἦν Πνεῦ­μα Ἅ­γι­ον, ὅ­τι Ἰ­η­σοῦς οὐ­δέ­πω ἐ­δο­ξά­σθη. Πολ­λοὶ οὖν ἐκ τοῦ ὄ­χλου ἀ­κού­σαν­τες τὸν λό­γον ἔ­λε­γον· Οὗ­τός ἐ­στιν ἀ­λη­θῶς ὁ προ­φή­της· ἄλ­λοι ἔ­λε­γον· Οὗ­τός ἐ­στιν ὁ Χρι­στός· ἄλ­λοι δὲ ἔ­λε­γον· Μὴ γὰρ ἐκ τῆς Γα­λι­λαί­ας ὁ Χρι­στὸς ἔρ­χε­ται; Οὐ­χὶ ἡ γρα­φὴ εἶ­πεν ὅ­τι ἐκ τοῦ σπέρ­μα­τος Δαυ­ῒδ καὶ ἀ­πὸ Βη­θλε­ὲμ τῆς κώ­μης, ὅ­που ἦν Δαυ­ΐδ, ὁ Χρι­στὸς ἔρ­χε­ται; Σχί­σμα οὖν ἐν τῷ ὄ­χλῳ ἐ­γέ­νε­το δι᾿ αὐ­τόν. Τι­νὲς δὲ ἤ­θε­λον ἐξ αὐ­τῶν πι­ά­σαι αὐ­τόν, ἀλλ᾿ οὐ­δεὶς ἐ­πέ­βα­λεν ἐπ᾿ αὐ­τὸν τὰς χεῖ­ρας. Ἦλ­θον οὖν οἱ ὑ­πη­ρέ­ται πρὸς τοὺς ἀρ­χι­ε­ρεῖς καὶ Φα­ρι­σαί­ους, καὶ εἶ­πον αὐ­τοῖς ἐ­κεῖ­νοι· Δι­α­τί οὐκ ἠ­γά­γε­τε αὐ­τόν; Ἀ­πε­κρί­θη­σαν οἱ ὑ­πη­ρέ­ται· Οὐ­δέ­πο­τε οὕ­τως ἐ­λά­λη­σεν ἄν­θρω­πος, ὡς οὗ­τος ὁ ἄν­θρω­πος. Ἀ­πε­κρί­θη­σαν οὖν αὐ­τοῖς οἱ Φα­ρι­σαῖ­οι· Μὴ καὶ ὑ­μεῖς πε­πλά­νη­σθε; Μή τις ἐκ τῶν ἀρ­χόν­των ἐ­πί­στευ­σεν εἰς αὐ­τὸν ἢ ἐκ τῶν Φα­ρι­σαί­ων; Ἀλλ᾿ ὁ ὄ­χλος οὗ­τος ὁ μὴ γι­νώ­σκων τὸν νό­μον ἐ­πι­κα­τά­ρα­τοί εἰ­σι! λέ­γει Νι­κό­δη­μος πρὸς αὐ­τούς, ὁ ἐλ­θὼν νυ­κτὸς πρὸς αὐ­τὸν, εἷς ὢν ἐξ αὐ­τῶν· Μὴ ὁ νό­μος ἡ­μῶν κρί­νει τὸν ἄν­θρω­πον, ἐ­ὰν μὴ ἀ­κού­σῃ παρ᾿ αὐ­τοῦ πρό­τε­ρον καὶ γνῷ τί ποι­εῖ; Ἀ­πε­κρί­θη­σαν καὶ εἶ­πον αὐ­τῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γα­λι­λαί­ας εἶ; Ἐ­ρεύ­νη­σον καὶ ἴ­δε ὅ­τι προ­φή­της ἐκ τῆς Γα­λι­λαί­ας οὐκ ἐ­γή­γερ­ται. Πά­λιν οὖν αὐ­τοῖς ὁ Ἰ­η­σοῦς ἐ­λά­λη­σε λέ­γων· Ἐ­γώ εἰ­μι τὸ φῶς τοῦ κό­σμου· ὁ ἀ­κο­λου­θῶν ἐ­μοὶ οὐ μὴ πε­ρι­πα­τή­σῃ ἐν τῇ σκο­τί­ᾳ, ἀλλ᾿ ἕ­ξει τὸ φῶς τῆς ζω­ῆς.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ