Μνήμη Οσίου Πατρός ημών Παύλου του Θηβαίου και Αγίου Ιωάννου του Καλυβίτου
Κάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ
Τοῦ κόσμου τὰ τερπνά, ἐκ
καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ
ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον,
πόλιν Παῦλε κατέλαβες, ἐπιμόνοις δέ, ταῖς
θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς
βιοτεύων· διὸ σε γεραίρομεν.
Δόξα...
Ἦχος γ'
Πλοῦτον ἐπίκηρον, καὶ δόξαν
ῥέουσαν, λιπὼν οὐράνιον, ὄλβον ἀπείληφας,
καὶ κλέος Πάτερ ἀληθῶς, αἰωνίζον μακάριε·
ὅθεν μακαρίζομεν, τὴν ἁγίαν σου κοίμησιν,
καὶ πανηγυρίζοντες, ἐν αὐτῇ ἐκβοῶμέν
σοι· Πρὸς Κύριον μνημόνευε ἡμῶν, ὡς ἔχων
Ἰωάννη παρρησίαν.
Καὶ
νῦν... Θεοτοκίον ὅμοιον
Ὡς ἀγεώργητος, Παρθένε ἄμπελος,
τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα
ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων
τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα·
ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες,
ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν
σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Ἤ
Σταυροθεοτοκίον
Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ
Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον,
ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε·
Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος,
δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων
σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; ὑμνῶ
σου τὴν θείαν συγκατάβασιν.
Κοντάκιον
τοῦ Καλυβίτου
Ἦχος
β' Τὰ ἄνω ζητῶν
Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον,
γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες·
καὶ τὸ Εὐαγγέλιον ἐν χερσί σου κρατῶν
ἠκολούθησας, Ἰωάννῃ Χριστῷ τῶ Θεῷ,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ
Οἶκος
Τὶς ἱκανὸς ἀξίως ὑμνῆσαι
τῶν σῶν κόπων, καὶ πόνων, καὶ καμάτων
πολλῶν τὸ κλέος καὶ τὸ μέγεθος; ἀλλὰ
λιταῖς σου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις,
τοῦ Πνεύματος χάριν μοι νῦν χορήγησον, ὅπως
τοὺς σοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐκφράσω
πιστῶς, καὶ μέλψω τὸ ὑπὲρ λόγον
καρτερόν σου, καὶ τῆς συνειδήσεως τὴν ὑπομονὴν
Παμμακάριστε· δι' ἧς πλάνον ἐχθρὸν κατῄσχυνας,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ
μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Παύλου τοῦ Θηβαίου.
Στίχοι
Εἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον
πύλαι,
Πόσον γε Παῦλος, κἄν βίου λίπῃ
πύλας;
Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ
θάνε Παῦλος
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου,
τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης
ὠνομάσθη.
Στίχοι
Ἀρνησίκοσμος παῖς λιπὼν γῆς
καλύβην,
Ἐν οὐρανοῖς ἔπηξε καινὴν
καλύβην.
Πέμπτῃ Ἰωάννης δεκάτῃ
καλύβην μετέπηξεν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.
Στίχοι
Καὶ Πανσόφιον πλήξατε πλάνοι πλέον.
Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω
στέφη.
Τῇ αὐτῇ ἡμέρᾳ,
οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ
τελειοῦνται.
Στίχοι
Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι
βίου,
Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.
Ἐξαποστειλάριον
τοῦ Θηβαίου
Γυναῖκες
ἀκουτίσθητε
Μεθέξεσι θεούμενος, ταῖς πρὸς τὸ
θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ
παμμάκαρ· μεθ' οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων
Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων
ἐκ πόθου, Παῦλε φωστὴρ Μοναζόντων.
Τοῦ
Καλυβίτου ὅμοιον
Πτωχὸς ὡς ἄλλος ὁ Λάζαρος,
προσεκαρτέρεις Ὅσιε, τῶν γεννητόρων πυλῶσι,
στενοχωρούμενος Πάτερ, μικρᾷ καλύβῃ πάνσοφε·
ἀλλ᾽ εὗρες νῦν εὐρύχωρον, τὴν μέτ᾽
Ἀγγέλων σκήνωσιν, καὶ τῶν Ἁγίων ἁπάντων,
ἐν οὐρανοῖς Ἰωάννη.
Ἕτερον
τοῦ αὐτοῦ ὅμοιον
Γονέων τὴν προσπάθειαν, λιπὼν καὶ
πλοῦτον ῥέοντα, τὸν σὸν σταυρὸν ἦρας
Πάτερ, καὶ τῷ Χριστῷ Ἰωάννῃ, προθύμως
ἠκολούθησας· ἀσκητικῶς νεκρώσας δέ, τὰ
πάθη πρὸς ἀπάθειαν, ἀνέδραμες, καὶ
πρεσβεύεις, ὑπὲρ ἡμῶν θεοφόρε.
Θεοτοκίον ὅμοιον
Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ
πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν
βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν οἱ
Ὅσιοι καὶ ἀσκηταὶ ἀράμενοι, ὀπίσω
τούτου ἔδραμον· μεθ' ὧν ἀπαύστως δυσώπει,
ὑπὲρ ἡμῶν Θεοτόκε.
Ἀπολυτίκιον
τοῦ Καλυβίτου
Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας
θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν
κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας
τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας
τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ· διὸ
σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν. Ο ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΑΛΥΒΙΤΟΥ
Ο ΒΙΟΣ ΤΟΥ ΑΓΙΟΥ ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου