Ευλόγει η ψυχή μου τον Κύριον

Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 6 Ιανουαρίου 2019

Ή Σύναξις τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ ᾿Ιωάννου.

†  Σύναξις τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ ᾿Ιωάννου.

Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος β'

Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α'

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.



Κοντάκιον
Ἦχος πλ. β'
Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

Ὁ Οἶκος
Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις.

Στίχοι
μ σε γλσσα Κρυξ πς ν ανέσ,
ν γλσσα Χριστο γηγενν μείζω λέγει;
Μνήμη
βδομάτη Προδρόμου λάχεν αδοίοιο.

Τα
ς το σο Προδρόμου πρεσβείαις, Χριστ Θες μν, λέησον κα σσον μς. μήν.


Δοξαστικὸν
Ἦχος πλ. β'
Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.

Καὶ νῦν...
Θεοτοκίον
Ἦχος β'
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν Κόσμον.

Προκείμενον. Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 19:1-8
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Ἀλληλούϊα. Ἦχος δ΄
Δίκαιος ὡς φοίνιξ ἀνθήσει.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Ἀλληλούϊα τῆς ἡμέρας,
 Ἦχος β΄
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Στίχ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ.

                                                   Ἐκ τοῦ κατὰ Ἰωάννην, α΄ 29 - 34
Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον. ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

 
Δοξαστικό Αγίου Ιωάννου Προδρόμου 7-1-1957- Κ. Πρίγγος

 
Εορτή Αγίου Ιωάννου Προδρόμου 2015 -Πατριαρχείο Ιεροσολύμων

Παρασκευή 6 Ιανουαρίου 2017

Ἡ Σύ­να­ξις τοῦ τι­μί­ου ἐν­δό­ξου προ­φή­του, Προ­δρό­μου, καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου



Ἡ Σύ­να­ξις τοῦ τι­μί­ου ἐν­δό­ξου προ­φή­του, Προ­δρό­μου, καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου.


ΑΠΟΛΥΤΙΚΙΑ

Τῆς ἑ­ορ­τῆς. Ἦ­χος α´.

ν Ἰ­ορ­δά­νῃ βα­πτι­ζο­μέ­νου σου Κύ­ρι­ε, ἡ τῆς Τρι­ά­δος ἐ­φα­νε­ρώ­θη προ­σκύ­νη­σις· τοῦ γὰρ Γεν­νή­το­ρος ἡ φω­νὴ προ­σε­μαρ­τύ­ρει σοι, ἀ­γα­πη­τόν σε Υἱ­ὸν ὀ­νο­μά­ζου­σα· καὶ τὸ Πνεῦ­μα ἐν εἴ­δει πε­ρι­στε­ρᾶς, ἐ­βε­βαί­ου τοῦ λό­γου τὸ ἀ­σφα­λές. Ὁ ἐ­πι­φα­νεὶς Χρι­στὲ ὁ Θε­ός, καὶ τὸν κό­σμον φω­τί­σας, δό­ξα σοι.

Δό­ξα. Τοῦ Ἁ­γί­ου. Ἦ­χος β´.

Μνή­μη δι­καί­ου μετ᾿ ἐγ­κω­μί­ων· σοὶ δὲ ἀρ­κέ­σει ἡ μαρ­τυ­ρί­α τοῦ Κυ­ρί­ου Πρό­δρο­με· ἀ­νε­δεί­χθης γὰρ ὄν­τως καὶ Προ­φη­τῶν σε­βα­σμι­ώ­τε­ρος· ὅ­τι καὶ ἐν ῥεί­θροις βα­πτί­σαι κα­τη­ξι­ώ­θης τὸν κη­ρυτ­τό­με­νον. Ὅ­θεν τῆς ἀ­λη­θεί­ας ὑ­πε­ρα­θλή­σας, χαί­ρων εὐ­ηγ­γε­λί­σω, καὶ τοῖς ἐν ᾅ­δῃ, Θε­ὸν φα­νε­ρω­θέν­τα ἐν σαρ­κί, τὸν αἴ­ρον­τα τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, καὶ πα­ρέ­χον­τα ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.

Καὶ νῦν. Πά­λιν τὸ τῆς Ἑ­ορ­τῆς. Ἦ­χος α´.

ν Ἰ­ορ­δά­νῃ βα­πτι­ζο­μέ­νου σου Κύ­ρι­ε, ἡ τῆς Τρι­ά­δος ἐ­φα­νε­ρώ­θη προ­σκύ­νη­σις· τοῦ γὰρ Γεν­νή­το­ρος ἡ φω­νὴ προ­σε­μαρ­τύ­ρει σοι, ἀ­γα­πη­τόν σε Υἱ­ὸν ὀ­νο­μά­ζου­σα· καὶ τὸ Πνεῦ­μα ἐν εἴ­δει πε­ρι­στε­ρᾶς, ἐ­βε­βαί­ου τοῦ λό­γου τὸ ἀ­σφα­λές. Ὁ ἐ­πι­φα­νεὶς Χρι­στὲ ὁ Θε­ός, καὶ τὸν κό­σμον φω­τί­σας, δό­ξα σοι.



Τετάρτη 23 Σεπτεμβρίου 2015

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ

Η Ορθοδοξία τιμά τον Άγιο Ιωάννη τον Πρόδρομο τις κάτωθι ημερομηνίες:
  • 7 Ιανουαρίου (Σύναξις Προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου), η αρχαιότερη εορτή
  • 24 Φεβρουαρίου (1η & 2η εύρεση της Τίμιας Κεφαλής του)
  • 25 Μαϊου (3η εύρεση της Τίμιας Κεφαλής του)
  • 24 Ιουνίου (Γενέθλιον του Τιμίου Προδρόμου και Βαπτιστού Ιωάννου), ορίσθηκε μετά τον καθορισμό των Χριστουγέννων (4ος αιώνας).
  • 29 Αυγούστου (Αποτομή της Τίμιας Κεφαλής του), καθορίστηκε ομοίως τον 4ο αιώνα, και
  • 23 Σεπτεμβρίου (Η σύλληψή του από την μητέρα του Αγία Ελισάβετ).
 Το όνομά του αναφέρεται πάντα μετά την Παναγία μας σε όλες τις προσευχές και στις δεήσεις.

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ ΓΙΑ ΤΗΝ ΑΝΑΓΝΩΣΗ ΤΟΥ  ΣΧΕΤΙΚΟΥ ΒΙΒΛΙΟΥ -ΕΚΔΟΣΕΙΣ "ΟΡΘΟΔΟΞΟΣ ΚΥΨΕΛΗ"
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ

 

Τρίτη 6 Ιανουαρίου 2015

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ·ΑΝΘΡΩΠΟΣ Ή ΑΓΓΕΛΟΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ · ΑΝΘΡΩΠΟΣ Ή ΑΓΓΕΛΟΣ;

Η Ορθοδοξία τιμά τον Άγιο Ιωάννη τον Πρόδρομο τις κάτωθι ημερομηνίες:
  • 7 Ιανουαρίου (Σύναξις Προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου), η αρχαιότερη εορτή
  • 24 Φεβρουαρίου (1η & 2η εύρεση της Τίμιας Κεφαλής του)
  • 25 Μαϊου (3η εύρεση της Τίμιας Κεφαλής του)
  • 24 Ιουνίου (Γενέθλιον του Τιμίου Προδρόμου και Βαπτιστού Ιωάννου), ορίσθηκε μετά τον καθορισμό των Χριστουγέννων (4ος αιώνας).
  • 29 Αυγούστου (Αποτομή της Τίμιας Κεφαλής του), καθορίστηκε ομοίως τον 4ο αιώνα, και
  • 23 Σεπτεμβρίου (Η σύλληψή του από την μητέρα του Αγία Ελισάβετ).
 Το όνομά του αναφέρεται πάντα μετά την Παναγία μας σε όλες τις προσευχές και στις δεήσεις.

  
Κάθισμα Ἦχος δ'
 Ἐπεφάνης σήμερον
Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον. 

Κοντάκιον αὐτομέλον
 Ἦχος πλ. β'
Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
 Ὁ Οἶκος
Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα. 

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις.
Στίχοι
Ἐμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ,
Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο.
 
Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
 


ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΘ´ 1 - 8
 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας  εἶπε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν.  εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα.  εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν.  ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.  καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.  Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

  ***

ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ Α´ 29 - 34

 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.  οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.  κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν·  κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ.  κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
 ***
Άγιος Ιωάννης Πρόδρομος· Άνθρωπος ή Άγγελος;
Το σημερινό ερώτημα μάς το απαντάει ο μακαριστός Επίσκοπος Φλωρίνης Πρεσπών και Εορδαίας Αρχιμανδρίτης Αυγουστίνος Καντιώτης.

                                                   από το site http://kyriakh.blogspot.gr/

                               από το site http://www.orthodoxoskypseli.gr/dat/3F45654B/file.pdf

 Χρόνια Καλά και Ευλογημένα.