Ευλόγει η ψυχή μου τον Κύριον

Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΙΓ' ΜΑΤΘΑΙΟΥ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΙΓ' ΜΑΤΘΑΙΟΥ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 30 Αυγούστου 2015

ΚΥΡΙΑΚΗ ΙΓ' ΜΑΤΘΑΙΟΥ

ΚΥΡΙΑΚΗ ΙΓ' ΜΑΤΘΑΙΟΥ


Ἀ­πό­δο­σις τῆς ἑ­ο­ρῆς τῆς ἀ­πο­το­μῆς τῆς τι­μί­ας κε­φα­λῆς Ἰ­ω­άν­νου τοῦ προ­δρό­μου· Ἀ­λε­ξάν­δρου (†340), Ἰ­ω­άν­νου (†595), Παύ­λου (†784) πα­τρι­αρ­χῶν Κων­σταν­τι­νου­πό­λε­ως.


ΑΠΟΛΥΤΙΚΙΑ



Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος δ.


Τ φαι­δρὸν τς ἀ­να­στά­σε­ως κή­ρυγ­μα, κ το Ἀγ­γέ­λου μα­θοῦ­σαι α το Κυ­ρί­ου μα­θή­τρι­αι, κα τν προ­γο­νι­κὴν ἀ­πό­φα­σιν ἀ­πορ­ρί­ψα­σαι, τος Ἀ­πο­στό­λοις καυ­χώ­με­ναι ἔ­λε­γον· Ἐ­σκύ­λευ­ται ὁ θά­να­τος, ἠ­γέρ­θη Χρι­στὸς Θε­ός, δω­ρού­με­νος τ κό­σμῳ τ μέ­γα ἔ­λε­ος.


Δό­ξα. Τοῦ Προ­δρό­μου. Ἦ­χος β´.

Μνή­μη Δι­καί­ου μετ᾿ ἐγ­κω­μί­ων· σοὶ δὲ ἀρ­κέ­σει ἡ μαρ­τυ­ρί­α τοῦ Κυ­ρί­ου Πρό­δρο­με· ἀ­νε­δεί­χθης γὰρ ὄν­τως καὶ Προ­φη­τῶν σε­βα­σμι­ώ­τε­ρος, ὅ­τι καὶ ἐν ῥεί­θροις βα­πτί­σαι κα­τη­ξι­ώ­θης τὸν κη­ρυτ­τό­με­νον. Ὅ­θεν τῆς ἀ­λη­θεί­ας ὑ­πε­ρα­θλή­σας, χαί­ρων εὐ­ηγ­γε­λί­σω καὶ τοῖς ἐν ᾍδῃ,
Θε­ὸν φα­νε­ρω­θέν­τα ἐν σαρ­κί, τὸν αἴ­ρον­τα τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, καὶ πα­ρέ­χον­τα ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.


Καὶ νῦν. Θε­ο­το­κί­ον.


Πάν­τα ὑ­πὲρ ἔν­νοι­αν, πάν­τα ὑ­πε­ρέν­δο­ξα, τ σά, Θε­ο­τό­κε μυ­στή­ρι­α· τ ἁ­γνεί­ᾳ ἐ­σφρα­γι­σμέ­νη, κα παρ­θε­νί­ᾳ φυ­λατ­το­μέ­νη, Μή­τηρ ἐ­γνώ­σθης ἀ­ψευ­δής, Θε­ὸν τε­κοῦ­σα ἀ­λη­θι­νόν· αὐ­τὸν ἱ­κέ­τευ­ε σω­θῆ­ναι τς ψυ­χὰς ἡ­μῶν.
 


ΑΠΟΣΤΟΛΟΣ

Προ­κεί­με­νον. Ἦ­χος δ´. (Ψαλ­μὸς ργ´).

Ὡς ἐ­με­γα­λύν­θη τὰ ἔρ­γα σου, Κύ­ρι­ε· πάν­τα ἐν σο­φί­ᾳ ἐ­ποί­η­σας.
Στίχ. Εὐ­λό­γει, ἡ ψυ­χή μου, τὸν Κύ­ρι­ον · Κύ­ρι­ε ὁ Θε­ός μου, ἐ­με­γα­λύν­θης σφό­δρα.
Πρὸς Κο­ριν­θί­ους Α´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(ιϚ´ 13-24)

­δελ­φοί, γρη­γο­ρεῖ­τε, στή­κε­τε ἐν τῇ πί­στει, ἀν­δρί­ζε­σθε, κρα­ται­οῦ­σθε. Πάν­τα ὑ­μῶν ἐν ἀ­γά­πῃ γι­νέ­σθω. Πα­ρα­κα­λῶ δὲ ὑ­μᾶς, ἀ­δελ­φοί· οἴ­δα­τε τὴν οἰ­κί­αν Στε­φα­νᾶ, ὅ­τι ἐ­στὶν ἀ­παρ­χὴ τῆς Ἀ­χα­ΐ­ας καὶ εἰς δι­α­κο­νί­αν τοῖς ἁ­γί­οις ἔ­τα­ξαν ἑ­αυ­τούς· ἵ­να καὶ ὑ­μεῖς ὑ­πο­τάσ­ση­σθε τοῖς τοι­ού­τοις καὶ παν­τὶ τῷ συ­νερ­γοῦν­τι καὶ κο­πι­ῶν­τι. Χαί­ρω δὲ ἐ­πὶ τῇ πα­ρου­σί­ᾳ Στε­φα­νᾶ καὶ Φουρ­του­νά­του καὶ Ἀ­χα­ϊ­κοῦ, ὅ­τι τὸ ὑ­μῶν ὑ­στέ­ρη­μα οὗ­τοι ἀ­νε­πλή­ρω­σαν· ἀ­νέ­παυ­σαν γὰρ τὸ ἐ­μὸν πνεῦ­μα καὶ τὸ ὑ­μῶν. Ἐ­πι­γι­νώ­σκε­τε οὖν τοὺς τοι­ού­τους. Ἀ­σπά­ζον­ται ὑ­μᾶς αἱ ἐκ­κλη­σί­αι τῆς Ἀ­σί­ας. Ἀ­σπά­ζον­ται ὑ­μᾶς ἐν Κυ­ρί­ῳ πολ­λὰ Ἀ­κύ­λας καὶ Πρί­σκιλ­λα σὺν τῇ κατ᾿ οἶ­κον αὐ­τῶν ἐκ­κλη­σί­ᾳ. Ἀ­σπά­ζον­ται ὑ­μᾶς οἱ ἀ­δελ­φοὶ πάν­τες. Ἀ­σπά­σα­σθε ἀλ­λή­λους ἐν φι­λή­μα­τι ἁ­γί­ῳ. Ὁ ἀ­σπα­σμὸς τῇ ἐ­μῇ χει­ρὶ Παύ­λου. Εἴ τις οὐ φι­λεῖ τὸν Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, ἤ­τω ἀ­νά­θε­μα. Μα­ρὰν ἀ­θᾶ. Ἡ χά­ρις τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ Χρι­στοῦ μεθ᾿ ὑ­μῶν. Ἡ ἀ­γά­πη μου με­τὰ πάν­των ὑ­μῶν ἐν Χρι­στῷ Ἰ­η­σοῦ· ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος δ´. (Ψαλ­μὸς μδ´).

Στίχ. Ἔν­τει­νε καὶ κα­τευ­ο­δοῦ καὶ βα­σί­λευ­ε ἕ­νε­κεν ἀ­λη­θεί­ας καὶ πρᾳ­ό­τη­τος καὶ δι­και­ο­σύ­νης.
Ἠ­γά­πη­σας δι­και­ο­σύ­νην καὶ ἐ­μί­ση­σας ἀ­νο­μί­αν· δι­ὰ τοῦ­το ἔ­χρι­σέ σε ὁ Θε­ός, ὁ Θε­ός σου ἔ­λαι­ον ἀ­γαλ­λι­ά­σε­ως πα­ρὰ τοὺς με­τό­χους σου.


ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ 



 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ


Κυ­ρι­α­κῆς ΙΓ´ Ματ­θαί­ου


Ἐκ τοῦ κατὰ Ματθαῖον (κα´ 33-42).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την· ἄν­θρω­πος τις ἦν οἰ­κο­δε­σπό­της, ὅ­στις ἐ­φύ­τευ­σεν ἀμ­πε­λῶ­να καὶ φραγ­μὸν αὐ­τῷ πε­ρι­έ­θη­κε καὶ ὤ­ρυ­ξεν ἐν αὐ­τῷ λη­νὸν καὶ ᾠ­κο­δό­μη­σεν πύρ­γον, καὶ ἐ­ξέ­δο­το αὐ­τὸν γε­ωρ­γοῖς, καὶ ἀ­πε­δή­μη­σεν. Ὅ­τε δὲ ἤγ­γι­σεν ὁ και­ρὸς τῶν καρ­πῶν, ἀ­πέ­στει­λε τοὺς δού­λους αὐ­τοῦ πρὸς τοὺς γε­ωρ­γοὺς λα­βεῖν τοὺς καρ­ποὺς αὐ­τοῦ. Καὶ λα­βόν­τες οἱ γε­ωρ­γοὶ τοὺς δού­λους αὐ­τοῦ ὃν μὲν ἔ­δει­ραν, ὃν δὲ ἀ­πέ­κτει­ναν, ὃν δὲ ἐ­λι­θο­βό­λη­σαν. Πά­λιν ἀ­πέ­στει­λεν ἄλ­λους δού­λους πλεί­ο­νας τῶν πρώ­των, καὶ ἐ­ποί­η­σαν αὐ­τοῖς ὡ­σαύ­τως. Ὕ­στε­ρον δὲ ἀ­πέ­στει­λε πρὸς αὐ­τοὺς τὸν υἱ­ὸν αὐ­τοῦ λέ­γων· ἐν­τρα­πή­σον­ται τὸν υἱ­όν μου. Οἱ δὲ γε­ωρ­γοὶ ἰ­δόν­τες τὸν υἱ­ὸν εἶ­πον ἐν ἑ­αυ­τοῖς· οὗ­τός ἐ­στιν ὁ κλη­ρο­νό­μος· δεῦ­τε ἀ­πο­κτεί­νω­μεν αὐ­τὸν καὶ κα­τά­σχω­μεν τὴν κλη­ρο­νο­μί­αν αὐ­τοῦ. Καὶ λα­βόν­τες αὐ­τὸν ἐ­ξέ­βα­λον ἔ­ξω τοῦ ἀμ­πε­λῶ­νος καὶ ἀ­πέ­κτει­ναν. Ὅ­ταν οὖν ἔλ­θῃ ὁ κύ­ρι­ος τοῦ ἀμ­πε­λῶ­νος, τί ποι­ή­σει τοῖς γε­ωρ­γοῖς ἐ­κεί­νοις; Λέ­γου­σιν αὐ­τῷ· Κα­κοὺς κα­κῶς ἀ­πο­λέ­σει αὐ­τούς, καὶ τὸν ἀμ­πε­λῶ­να ἐκ­δώ­σε­ται ἄλ­λοις γε­ωρ­γοῖς, οἵ­τι­νες ἀ­πο­δώ­σου­σιν αὐ­τῷ τοὺς καρ­ποὺς ἐν τοῖς και­ροῖς αὐ­τῶν. Λέ­γει αὐ­τοῖς ὁ Ἰ­η­σοῦς· Οὐ­δέ­πο­τε ἀ­νέ­γνω­τε ἐν ταῖς γρα­φαῖς, λί­θον ὃν ἀ­πε­δο­κί­μα­σαν οἱ οἰ­κο­δο­μοῦν­τες, οὗ­τος ἐ­γε­νή­θη εἰς κε­φα­λὴν γω­νί­ας· πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καὶ ἔ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν;
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.


ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ  














πηγές: http://www.iskiriaki.com
          http://www.imconstantias.org.cy