ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Τῆς ἑορτῆς.
Ἦχος δ´. Κατεπλάγη
Ἰωσήφ.
Θεοφανείας
ὁ καιρός· Χριστὸς ἐπέφανεν ἡμῖν, ἐν Ἰορδάνῃ ποταμῷ· δεῦτε ἀντλήσωμεν
πιστοί, ὕδωρ ἀφέσεως τῶν ἁμαρτιῶν ἡμῶν· Χριστὸς γὰρ ἐν σαρκὶ ἐπεδήμησε,
τὸ πρόβατον ζητῶν τὸ θηριάλωτον· καὶ ἀνευρὼν εἰσήγαγεν ὡς εὔσπλαγχνος,
εἰς τὸν Παράδεισον αὖθις. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, καὶ τὸν κόσμον
ἐφώτισε.
Εἰς δὲ τὴν γ´ Στιχολογίαν,
τὸ μετὰ τὸν Πολυέλεον Κάθισμα τοῦ Ὁσίου.
Ἦχος γ´. Θείας πίστεως.
Θείας
αἴρων σου χεῖρας πρὸς ὕψος, στῦλος Ὅσιε φωσφόρος ὤφθης, τῶν προσευχῶν
ἐν ταῖς ἀκτῖσι λαμπόμενος· πρὸς οὐρανὸν γὰρ πτερώσας διάνοιαν, καὶ
τῶν ἀῤῥήτων γενόμενος μέτοχος, ὅλος ἤστραψας, Χριστὸν τὸν Θεὸν αἰτούμενος,
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἡ Ὑπακοή. Ἦχος πλ. β´.
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ
Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας
ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς
τὴν ζωὴν ἡμῶν.
Καὶ τὸ κάθισμα τοῦ
ὁσίου ἐκ τοῦ Μηναίου.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν
καὶ Λόγον.
Ἐγκρατείᾳ καὶ πόνοις καὶ
προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος,
τῶν Ὁσίων ἀοίδιμε· καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι
τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ
πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις τῇ χάριτι, θεοφόρε Θεοδόσιε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.
Τῇ ζωαρχικῇ, παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν, κευθμώνων
ὁ
ζωοδότης, ἀναστήσας
ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι·
ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος.
Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα,
ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος,
καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες
ὡς
Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα,
καὶ καθελόντα ἐχθροῦ
τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα
τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν,
ἐκ
τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν
εὐσεβῶς τὴν ἀνάστασίν σου, δι᾿ ἧς ἔσωσας ἡμᾶς,
ὡς
Θεὸς τοῦ παντός.
Συναξάριον.
Τῇ ΙΑ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ
τῆς Ἐρήμου.
Στίχ. Κοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου,
Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία.
Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε ΚοινοβιάρχηςΚοινὴ Μονασταῖς ἐκβιώσας ζημία.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἔνδον
τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις.
Στίχ. Τοὺς ἐξυμνοῦντας
τὸν Τρισάγιον Ὕμνον·
Ὕμνοις γεραίρειν εἰκός ἐστιν Ἀγγέλους.
Ὕμνοις γεραίρειν εἰκός ἐστιν Ἀγγέλους.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιαναῖς, καὶ τῶν
Ἁγίων Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.
Στίχ. Οἱ τρεῖς Τριάδος
νῦν παρίστανται θρόνῳ,
Τὴν γῆν λιπόντες καὶ κατοικοῦντες πόλον.
Τὴν γῆν λιπόντες καὶ κατοικοῦντες πόλον.
Τῆ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται.
Στίχ. Μάϊρος ἐκραύγαζεν,
ὢν ἐν αἰκίαις·
Μὴ δειλιᾷς Μάϊρε· πλήττου, καὶ στέφου.
Μὴ δειλιᾷς Μάϊρε· πλήττου, καὶ στέφου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Καὶ πνεῦμα δόντα
Βιτάλιε Κυρίῳ,
Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.
Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.
Ὁ Ὅσιος
Θεοδόσιος, ἡγούμενος τῆς ἐν Ἄθῳ ἱερᾶς Μονῆς τοῦ Φιλοθέου καὶ ἐπίσκοπος
Τραπεζοῦντος χρηματίσας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Θεοδοσίῳ ἐπλάκη
διπλοῦν στέφος,
Ὡς ἱεράρχῃ καὶ Ὁσίῳ Κυρίου.
Ὡς ἱεράρχῃ καὶ Ὁσίῳ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην κοινὴν ἐπιτελοῦμεν τῆς ἁγίας οἰκογενείας τοῦ Ἁγίου Βασιλείου, ἧς τὰ μέλη· Βασίλειος καὶ Ἐμμέλεια οἱ γονεῖς, καὶ τὰ τέκνα αὐτῶν, Βασίλειος ὁ Μέγας, Γρηγόριος ὁ Νύσσης, Πέτρος ὁ Σεβαστείας, Ναυκράτιος Ὅσιος, καὶ αἱ Ὅσιαι Γυναῖκες Μακρίνα καὶ Θεοσέβεια.
Στίχ. Γενεὰν γεραίρομεν ἡγιασμένην,
Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου.
Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου.
Δεκάτῃ γε ὀκτάριθμον ὁμήγυριν ἀείδω.
Σημ. Ἀρχικῶς ἡ Ἀκολουθία (Ποίημα Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου) ἐποιήθη διὰ τὴν Ι´ τοῦ μηνὸς Ἰανουαρίου. Συμφώνως
τῇ ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, τῆς 4ης Σεπτεμβρίου 1999, ὡρίσθη
ὡς ἡμέρα ἑορτασμοῦ ἡ Κυριακὴ μετὰ τὰ Φῶτα ἑκάστου Ἰανουαρίου.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἀναστάσιμον Ἐξαποστειλάριον Θ´.
Συγκεκλεισμένων Δέσποτα,
τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους
ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας,
οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας· καὶ ὀκτὼ μεθ᾿ ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας
καὶ τὰς χεῖρας, μεθ᾿ οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.
Τοῦ ὁσίου. Γυναῖκες
ἀκουτίσθητε.
Τὸν νοῦν καθάρας Ὅσιε,
τῆς τῶν παθῶν συγχύσεως, τρανῶς ἐδέξω τὰς θείας, ἐμφάσεις τῆς ὑπερφώτου,
καὶ τριλαμποῦς Θεότητος, παμμάκαρ Θεοδόσιε, τῶν Ἀσκητῶν ἀγλάϊσμα·
καὶ νῦν πρεσβεύων μὴ παύσῃ, ὑπὲρ ἡμῶν θεοφόρε.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Βαβαὶ τῶν θείων ἔργων
σου, Σωτήρ μου παντοδύναμε! Θεὸς γὰρ ὢν πρὸ αἰώνων, Παρθένου μήτραν
ὑπέδυς· καὶ σάρξ ἀτρέπτως γέγονας, καὶ ὕδασιν ἀπέπλυνας, τοῦ Ἰορδάνου
Δέσποτα, βροτῶν τὴν φύσιν τοῦ ῥύπου, τῶν ψυχικῶν ἁμαρτάδων.
ΑΠΟΣΤΟΛΟΣ Τοῦ ὁσίου, τῇ Κυριακῇ τῆς ιε´ ἑβδομάδος.
Προκείμενον ὁσιακὸν καὶ Ἀλληλούϊα τῆς Κυριακῆς μετὰ τὰ Φῶτα.
Προκείμενον.Ἦχος βαρύς. (Ψαλμὸς ριε´).
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.(δ´ 6‐15)
Ἀδελφοί,
ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν
πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ
τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ
στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, διωκόμενοι
ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι,
πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,
ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς
οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ
φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται,
ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον,
«Ἐπίστευσα, διὸ ἐλάλησα», καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ
καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα
διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. α´. (Ψαλμὸς πη´).
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν
ἀπαγγελῶν τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.
ΑΝΑΛΥΣΗ ΑΠΟΣΤΟΛΟΥ
ΕΝ ΠΑΝΤΙ ΘΛΙΒΟΥΜΕΝΟΙ ΑΛΛ'ΟΥ ΣΤΕΝΟΧΩΡΟΥΜΕΝΟΙ -ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΜΕΛΕΤΙΟΣ ΑΠ. ΒΑΔΡΑΓΑΝΗΣ
απο το site www.pmeletios.com
ΕΥΑΓΓΕΛΙΟΝ
Τῆς Κυριακῆς μετὰ τὰ Φῶτα.
Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου
τὸ Ἀνάγνωσμα.
(Ματθ. δ´ 12-17)
Τῷ
καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν
εἰς τὴν Γαλιλαίαν· καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς
Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα
πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Γῇ Ζαβουλὼν καὶ
γῇ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ
καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν
καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Δόξα
σοι, Κύριε, δόξα σοι.
ΑΝΑΛΥΣΗ ΕΥΑΓΓΕΛΙΟΥ
Μετανοείτε - Μακαριστός Επίσκοπος Φλωρίνης Πρεσπών και Εορδαίας Αυγουστίνος Καντιώτης
από το site http://kyriakh.blogspot.gr/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου