Ευλόγει η ψυχή μου τον Κύριον

Πέμπτη 22 Ιανουαρίου 2015

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

Κάθισμα τοῦ Κλήμεντος
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 
Τοῦ μαρτυρίου ἀληθῶς τῇ δρεπάνῃ, κατατεμνόμενος σοφὲ Ἱεράρχα, ὡς καρποφόρος ἄμπελος ἐξήνθησας, βότρυας περκάζοντας, καὶ σταλάζοντας γλεῦκος, θείας ἐπιγνώσεως, καὶ ἀθλήσεως Πάτερ· ἐξ ὧν μετέχων πᾶς τις εὐσεβῶς, καταγλυκαίνει ψυχῆς αἰσθητήρια.
Δόξα... τοῦ Ἀγαθαγγέλου
Ἐπεφάνης σήμερον
Ἀγαθὸν σε Ἄγγελον γεγενημένον, θεοσδότοις λάμψεσιν, ἀνευφημοῦντες εὐσεβῶς, ἐπιτελοῦμεν τὴν μνήμην σου, κλέος Μαρτύρων, σοφὲ Ἀγαθάγγελε.
Καὶ νῦν... Θεοτοκίον
Προστασία ἄμαχε τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἀπορούντων ἐν δεινοῖς, ἀπὸ κινδύνων με λύτρωσαι· μὴ με παρίδῃς, ἡ πάντων ἀντίληψις.
Ἢ Σταυροθεοτοκίον
Ἐπὶ ξύλου βλέπουσα ἀναρτηθέντα, τὸν Υἱόν σου Πάναγνε, σπλάγχνα μητρῷα μητρικῶς, σπαρασσομένη ἐκραύγαζες· Οἴμοι πῶς ἔδυς, τὸ φῶς μου τὸ ἄχρονον. 
 Ὁ Εἱρμὸς
«Ἐν πελάγει τοῦ βίου ταῖς πράξεσί μου, κατῆλθον εἰς βυθόν· ἀλλ’ ὡς ἐκ κήτους. Ἰωνᾶς οὕτω βοῶ σοι·. Ἐκ βυθοῦ τῶν κακῶν μου, ἀνάγαγε δέομαι, Υἱὲ τοῦ Θεοῦ καὶ Λόγε».
  Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Ὁ Οἶκος
Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.
Συναξάριον
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.
Στίχοι
Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,
Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.
Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.
Στίχοι
Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,
Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.
Στίχοι
Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,
Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.
Στίχοι
Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,
Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται.
Στίχοι
Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω,
Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
  
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε 
Ὡς Παῦλος ὁ Ἀπόστολος, τὴν γῆν κυκλώσας ἅπασαν, καὶ τῶν μακρῶν σου ἀγώνων, ἐκτείνας Κλήμη τὸ κλῆμα, τῇ ἕλικι τῆς Πίστεως, ζωγρεῖς τὸν Ἀγαθάγγελον, συγκοινωνόν σοι Μάρτυρα, τῆς ἀγαθῆς ἀγγελίας, ἐπώνυμον ἀθλοφόρον.
Θεοτοκίον ὅμοιον
Ὡς οὖσα καθαρώτατον, δοχεῖον Θεονύμφευτε, τῆς τῶν παθῶν με ἀχλύος, δεῖξον ἐλεύθερον Κόρη, βρυγμοῦ ὀδόντων σκώληκος, καὶ τοῦ πυρὸς ἐξάρπασον, τοῦ αἰωνίου Δέσποινα, ὅπως ἐν Πίστει ὑμνῶ σε, εὐλογημένη Μαρία.
Ἀπολυτίκιον Ἦχος δ'
Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον, καὶ καρπὸς ὡς θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας, Ἀλλ' ὡς Μαρτύρων σύναθλος, καὶ ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα   3:20-21, 4:1-3
Ἀδελφοί, ἡμῶν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον ᾿Ιησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα. ῞Ωστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ· ναὶ ἐρωτῶ καὶ σέ, Σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. 
Ἐκ τοῦ κατὰ Μάρκον
β΄ 23 - γ΄ 5
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὀ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. 25 καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ; 26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; 27 καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειρε εἰς τὸ μέσον. 4 καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

Πηγές: http://glt.xyz/
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου