Ευλόγει η ψυχή μου τον Κύριον

Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 10 Ιανουαρίου 2015

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ




 



Με­τὰ τν β Στι­χο­λο­γί­αν, Κά­θι­σμα.


 Τῆς ἑ­ορ­τῆς.
Ἦ­χος δ´. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.
Θε­ο­φα­νεί­ας ὁ και­ρός· Χρι­στὸς ἐ­πέ­φα­νεν ἡ­μῖν, ἐν Ἰ­ορ­δά­νῃ πο­τα­μῷ· δεῦ­τε ἀν­τλή­σω­μεν πι­στοί, ὕ­δωρ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν ἡ­μῶν· Χρι­στὸς γὰρ ἐν σαρ­κὶ ἐ­πε­δή­μη­σε, τὸ πρό­βα­τον ζη­τῶν τὸ θη­ρι­ά­λω­τον· καὶ ἀ­νευ­ρὼν εἰ­σή­γα­γεν ὡς εὔ­σπλαγ­χνος, εἰς τὸν Πα­ρά­δει­σον αὖ­θις. Χρι­στὸς ἐ­φά­νη, ἐν Ἰ­ορ­δά­νῃ, καὶ τὸν κό­σμον ἐ­φώ­τι­σε.
 

Εἰς δὲ τὴν γ´ Στι­χο­λο­γί­αν, τὸ με­τὰ τὸν Πο­λυ­έ­λε­ον Κά­θι­σμα τοῦ Ὁ­σί­ου.

Ἦ­χος γ´. Θεί­ας πί­στε­ως.
Θεί­ας αἴ­ρων σου χεῖ­ρας πρὸς ὕ­ψος, στῦ­λος Ὅ­σι­ε φω­σφό­ρος ὤ­φθης, τῶν προ­σευ­χῶν ἐν ταῖς ἀ­κτῖ­σι λαμ­πό­με­νος· πρὸς οὐ­ρα­νὸν γὰρ πτε­ρώ­σας δι­ά­νοι­αν, καὶ τῶν ἀῤ­ῥή­των γε­νό­με­νος μέ­το­χος, ὅ­λος ἤ­στρα­ψας, Χρι­στὸν τὸν Θε­ὸν αἰ­τού­με­νος, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέ­γα ἔ­λε­ος.



Ὑ­πα­κο­ή. Ἦ­χος πλ. β.
Τ ἑ­κου­σί­ῳ κα ζω­ο­ποι­ῷ σου θα­νά­τῳ Χρι­στέ, πύ­λας το ᾅ­δου συν­τρί­ψας ς Θε­ός, ἤ­νοι­ξας ἡ­μῖν τν πά­λαι Πα­ρά­δει­σον· κα ἀ­να­στὰς ἐκ τν νε­κρῶν, ἐρ­ρύ­σω ἐκ φθο­ρᾶς τν ζω­ὴν ἡ­μῶν.


 Καὶ τὸ κά­θι­σμα τοῦ ὁ­σί­ου ἐκ τοῦ Μη­ναί­ου.
Ἦ­χος πλ. δ´. Τὴν Σο­φί­αν καὶ Λό­γον.
γ­κρα­τεί­ᾳ καὶ πό­νοις καὶ προ­σευ­χαῖς, τὴν ψυ­χήν σου κο­σμή­σας θε­ο­πρε­πῶς, γέ­γο­νας συμ­μέ­το­χος, τῶν Ὁ­σί­ων ἀ­οί­δι­με· καὶ τῶν θαυ­μά­των ὄν­τως, χα­ρί­σμα­τα ἔ­λα­βες, τοῦ ἰ­ᾶ­σθαι τὰς νό­σους, τῶν πί­στει τι­μών­των σε· ὅ­θεν καὶ δαι­μό­νων, ἀ­πε­λαύ­νων τὰ πλή­θη, πα­ρέ­χεις ἰ­ά­μα­τα, τοῖς ἀν­θρώ­ποις τῇ χά­ρι­τι, θε­ο­φό­ρε Θε­ο­δό­σι­ε. Πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, τῶν πται­σμά­των ἄ­φε­σιν δω­ρή­σα­σθαι, τοῖς ἑ­ορ­τά­ζου­σι πό­θῳ, τὴν ἁ­γί­αν μνή­μην σου.


ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ


Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.

Κον­τά­κι­ον. Ἦ­χος πλ. β. Τν ὑ­πὲρ ἡ­μῶν.


Τ ζω­αρ­χι­κῇ, πα­λά­μῃ τος τε­θνε­ῶ­τας, κ τν ζο­φε­ρῶν, κευθ­μώ­νων ζω­ο­δό­της, ἀ­να­στή­σας ἅ­παν­τας Χρι­στὸς Θε­ός, τν ἀ­νά­στα­σιν ἐ­βρά­βευ­σε, τ βρο­τεί­ῳ φυ­ρά­μα­τι· ὑ­πάρ­χει γρ πάν­των Σω­τήρ, ἀ­νά­στα­σις κα ζω­ή, κα Θε­ὸς το παν­τός.

Οἶ­κος.

Τν Σταυ­ρὸν κα τν τα­φήν σου Ζω­ο­δό­τα, ἀ­νυ­μνοῦ­μεν ο πι­στοὶ κα προ­σκυ­νοῦ­μεν, ὅ­τι τν ᾅ­δην ἔ­δη­σας Ἀ­θά­να­τε, ς Θε­ὸς παν­το­δύ­να­μος, κα νε­κροὺς συ­να­νέ­στη­σας, κα πύ­λας το ᾅ­δου συ­νέ­τρι­ψας, κα κρά­τος το θα­νά­του κα­θεῖ­λες ς Θε­ός. Δι­ὸ ο γη­γε­νεῖς δο­ξο­λο­γοῦ­μέν σε πό­θῳ τν ἀ­να­στάν­τα, κα κα­θε­λόν­τα ἐ­χθροῦ τ κρά­τος το πα­νώ­λους, κα πάν­τας ἀ­να­στή­σαν­τα τος ἐ­πὶ σο πι­στεύ­σαν­τας, κα κό­σμον λυ­τρω­σά­με­νον κ τν βε­λῶν το ὄ­φε­ως, κα ς μό­νον δυ­να­τόν, κ τς πλά­νης το ἐ­χθροῦ λυ­τρω­σά­με­νον ἡ­μᾶς· ὅ­θεν ἀ­νυ­μνοῦ­μεν εὐ­σε­βῶς τν ἀ­νά­στα­σίν σου, δι᾿ ς ἔ­σω­σας ἡ­μᾶς, ς Θε­ὸς το παν­τός.

Συ­να­ξά­ρι­ον.

Τῇ ΙΑ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Θε­ο­δο­σί­ου τοῦ Κοι­νο­βι­άρ­χου καὶ Κα­θη­γη­τοῦ τῆς Ἐ­ρή­μου.
Στίχ. Κοι­νοῦ Θε­ο­δό­σι­ος Ἡ­γε­μὼν βί­ου,
Κοι­νὴ Μο­να­σταῖς ἐκ­βι­ώ­σας ζη­μί­α.
Ἑν­δε­κά­τῃ ὀ­λο­ὸν βί­ο­τον λί­πε Κοι­νο­βι­άρ­χης

  Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ἡ Σύ­να­ξις τῶν μυ­ρί­ων Ἁ­γί­ων Ἀγ­γέ­λων. Τε­λεῖ­ται δὲ ἔν­δον τοῦ Μαρ­τυ­ρί­ου τῆς Ἁ­γί­ας Ἀ­να­στα­σί­ας ἐν τοῖς Δο­μνί­νου ἐμ­βό­λοις.
  Στίχ. Τοὺς ἐ­ξυ­μνοῦν­τας τὸν Τρι­σά­γι­ον Ὕ­μνον·
Ὕ­μνοις γε­ραί­ρειν εἰ­κός ἐ­στιν Ἀγ­γέ­λους.


Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ου Στε­φά­νου, τοῦ ἐν Πλα­κι­δι­α­ναῖς, καὶ τῶν Ἁ­γί­ων Θε­ο­δώ­ρου καὶ Ἀ­γα­πί­ου τοῦ Ἀρ­χι­μαν­δρί­του.
Στίχ. Οἱ τρεῖς Τρι­ά­δος νῦν πα­ρί­σταν­ται θρό­νῳ,
Τὴν γῆν λι­πόν­τες καὶ κα­τοι­κοῦν­τες πό­λον.

Τῆ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ Ἅ­γι­ος Μά­ϊ­ρος αἰ­κι­ζό­με­νος τε­λει­οῦ­ται.
Στίχ. Μά­ϊ­ρος ἐ­κραύ­γα­ζεν, ὢν ἐν αἰ­κί­αις·
Μὴ δει­λι­ᾷς Μά­ϊ­ρε· πλήτ­του, καὶ στέ­φου.

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, ὁ Ὅ­σι­ος Βι­τά­λι­ος ἐν εἰ­ρή­νῃ τε­λει­οῦ­ται.
Στίχ. Καὶ πνεῦ­μα δόν­τα Βι­τά­λι­ε Κυ­ρί­ῳ,
Τὰ πνεύ­μα­τα φρίτ­τει σε τῆς πο­νη­ρί­ας.

Ὅ­σι­ος Θε­ο­δό­σι­ος, ἡ­γού­με­νος τῆς ἐν Ἄ­θῳ ἱ­ε­ρᾶς Μο­νῆς τοῦ Φι­λο­θέ­ου καὶ ἐ­πί­σκο­πος Τρα­πε­ζοῦν­τος χρη­μα­τί­σας, ἐν εἰ­ρή­νῃ τε­λει­οῦ­ται.
Στίχ. Θε­ο­δο­σί­ῳ ἐ­πλά­κη δι­πλοῦν στέ­φος,
Ὡς ἱ­ε­ράρ­χῃ καὶ Ὁ­σί­ῳ Κυ­ρί­ου.

Τ αὐ­τῇ ­μέ­ρᾳ, μνή­μην κοι­νὴν ­πι­τε­λοῦ­μεν τῆς ­γί­ας οἰ­κο­γε­νεί­ας τοῦ ­γί­ου Βα­σι­λεί­ου, ἧς τὰ μέ­λη· Βα­σί­λει­ος καὶ Ἐμ­μέ­λει­α οἱ γο­νεῖς, καὶ τὰ τέ­κνα αὐ­τῶν, Βα­σί­λει­ος Μέ­γας, Γρη­γό­ρι­ος Νύσ­σης, Πέ­τρος Σε­βα­στεί­ας, Ναυ­κρά­τι­ος ­σι­ος, καὶ αἱ ­σι­αι Γυ­ναῖ­κες Μα­κρί­να καὶ Θε­ο­σέ­βει­α.
Στί­χ. Γε­νε­ὰν γε­ραί­ρο­μεν ἡ­γι­α­σμέ­νην,
Ὀ­κτὼ θαυ­μα­στῶν θε­ρα­πόν­των Κυ­ρί­ου.
Δε­κά­τῃ γε ὀ­κτά­ριθ­μον ὁ­μή­γυ­ριν ἀ­εί­δω.

Σημ. Ἀρ­χι­κῶς ἡ Ἀ­κο­λου­θί­α (Ποί­η­μα Γε­ρα­σί­μου Μο­να­χοῦ Μι­κρα­γι­αν­να­νί­του) ἐ­ποι­ή­θη δι­ὰ τὴν Ι´ τοῦ μη­νὸς Ἰ­α­νου­α­ρί­ου. Συμ­φώ­νως τῇ ἀ­πο­φά­σει τῆς Δι­αρ­κοῦς Ἱ­ε­ρᾶς Συ­νό­δου, τῆς 4ης Σε­πτεμ­βρί­ου 1999, ὡ­ρί­σθη ὡς ἡ­μέ­ρα ἑ­ορ­τα­σμοῦ ἡ Κυ­ρι­α­κὴ με­τὰ τὰ Φῶ­τα ἑ­κά­στου Ἰ­α­νου­α­ρί­ου.  

Ταῖς αὐ­τῶν πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.


ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
 Ἀ­να­στά­σι­μον Ἐ­ξα­πο­στει­λά­ρι­ον Θ.
Συγ­κε­κλει­σμέ­νων Δέ­σπο­τα, τν θυ­ρῶν ς εἰ­σῆλ­θες, τος Ἀ­πο­στό­λους ἔ­πλη­σας, Πνεύ­μα­τος πα­να­γί­ου, εἰ­ρη­νι­κῶς ἐμ­φυ­σή­σας, ος δε­σμεῖν τε κα λύ­ειν, τς ἁ­μαρ­τί­ας εἴ­ρη­κας· κα ὀ­κτὼ μεθ᾿ ἡ­μέ­ρας, τν σν πλευ­ράν, τ Θω­μᾷ ὑ­πέ­δει­ξας κα τς χεῖ­ρας, μεθ᾿ ο βο­ῶ­μεν· Κύ­ρι­ος, κα Θε­ὸς σ ὑ­πάρ­χεις.
Τοῦ ὁ­σί­ου. Γυ­ναῖ­κες ἀ­κου­τί­σθη­τε.
Τὸν νοῦν κα­θά­ρας Ὅ­σι­ε, τῆς τῶν πα­θῶν συγ­χύ­σε­ως, τρα­νῶς ἐ­δέ­ξω τὰς θεί­ας, ἐμ­φά­σεις τῆς ὑ­περ­φώ­του, καὶ τρι­λαμ­ποῦς Θε­ό­τη­τος, παμ­μά­καρ Θε­ο­δό­σι­ε, τῶν Ἀ­σκη­τῶν ἀ­γλά­ϊ­σμα· καὶ νῦν πρε­σβεύ­ων μὴ παύ­σῃ, ὑ­πὲρ ἡ­μῶν θε­ο­φό­ρε.
Τῆς Ἑ­ορ­τῆς. Ὅ­μοι­ον.
Βα­βαὶ τῶν θεί­ων ἔρ­γων σου, Σω­τήρ μου παν­το­δύ­να­με! Θε­ὸς γὰρ ὢν πρὸ αἰ­ώ­νων, Παρ­θέ­νου μή­τραν ὑ­πέ­δυς· καὶ σάρξ ἀ­τρέ­πτως γέ­γο­νας, καὶ ὕ­δα­σιν ἀ­πέ­πλυ­νας, τοῦ Ἰ­ορ­δά­νου Δέ­σπο­τα, βρο­τῶν τὴν φύ­σιν τοῦ ῥύ­που, τῶν ψυ­χι­κῶν ἁ­μαρ­τά­δων.


ΑΠΟΣΤΟΛΟΣ Τοῦ ὁσίου, τῇ Κυριακῇ τῆς ιε´ ἑβδομάδος.
Προκείμενον ὁσιακὸν καὶ Ἀλληλούϊα τῆς Κυριακῆς μετὰ τὰ Φῶτα.
Προκείμενον.Ἦχος βαρύς. (Ψαλμὸς ριε´).
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Κορινθίους Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.(δ´ 6‐15)

­δελ­φοί, ὁ Θε­ὸς ὁ εἰ­πὼν ἐκ σκό­τους φῶς λάμ­ψαι, ὃς ἔ­λαμ­ψεν ἐν ταῖς καρ­δί­αις ἡ­μῶν πρὸς φω­τι­σμὸν τῆς γνώ­σε­ως τῆς δό­ξης τοῦ Θε­οῦ ἐν προ­σώ­πῳ Ἰ­η­σοῦ Χρι­στοῦ. Ἔ­χο­μεν δὲ τὸν θη­σαυ­ρὸν τοῦ­τον ἐν ὀ­στρα­κί­νοις σκεύ­ε­σιν, ἵ­να ἡ ὑ­περ­βο­λὴ τῆς δυ­νά­με­ως ᾖ τοῦ Θε­οῦ καὶ μὴ ἐξ ἡ­μῶν, ἐν παν­τὶ θλι­βό­με­νοι ἀλλ᾿ οὐ στε­νο­χω­ρού­με­νοι, ἀ­πο­ρού­με­νοι ἀλλ᾿ οὐκ ἐ­ξα­πο­ρού­με­νοι, δι­ω­κό­με­νοι ἀλλ᾿ οὐκ ἐγ­κα­τα­λει­πό­με­νοι, κα­τα­βαλ­λό­με­νοι ἀλλ᾿ οὐκ ἀ­πολ­λύ­με­νοι, πάν­το­τε τὴν νέ­κρω­σιν τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ ἐν τῷ σώ­μα­τι πε­ρι­φέ­ρον­τες, ἵ­να καὶ ἡ ζω­ὴ τοῦ Ἰ­η­σοῦ ἐν τῷ σώ­μα­τι ἡ­μῶν φα­νε­ρω­θῇ. Ἀ­εὶ γὰρ ἡ­μεῖς οἱ ζῶν­τες εἰς θά­να­τον πα­ρα­δι­δό­με­θα δι­ὰ Ἰ­η­σοῦν, ἵ­να καὶ ἡ ζω­ὴ τοῦ Ἰ­η­σοῦ φα­νε­ρω­θῇ ἐν τῇ θνη­τῇ σαρ­κὶ ἡ­μῶν. Ὥ­στε ὁ μὲν θά­να­τος ἐν ἡ­μῖν ἐ­νερ­γεῖ­ται, ἡ δὲ ζω­ὴ ἐν ὑ­μῖν. Ἔ­χον­τες δὲ τὸ αὐ­τὸ πνεῦ­μα τῆς πί­στε­ως κα­τὰ τὸ γε­γραμ­μέ­νον, «Ἐ­πί­στευ­σα, δι­ὸ ἐ­λά­λη­σα», καὶ ἡ­μεῖς πι­στεύ­ο­μεν, δι­ὸ καὶ λα­λοῦ­μεν, εἰ­δό­τες ὅ­τι ὁ ἐ­γεί­ρας τὸν Κύ­ρι­ον Ἰ­η­σοῦν καὶ ἡ­μᾶς δι­ὰ Ἰ­η­σοῦ ἐ­γε­ρεῖ καὶ πα­ρα­στή­σει σὺν ὑ­μῖν. Τὰ γὰρ πάν­τα δι᾿ ὑ­μᾶς, ἵ­να ἡ χά­ρις πλε­ο­νά­σα­σα δι­ὰ τῶν πλει­ό­νων τὴν εὐ­χα­ρι­στί­αν πε­ρισ­σεύ­σῃ εἰς τὴν δό­ξαν τοῦ Θε­οῦ.

 Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος πλ. α´. (Ψαλ­μὸς πη´).
Στίχ. Τὰ ἐ­λέ­η σου, Κύ­ρι­ε, εἰς τὸν αἰ­ῶ­να ᾄ­σο­μαι, εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν ἀ­παγ­γε­λῶν τὴν ἀ­λή­θει­άν σου ἐν τῷ στό­μα­τί μου.


ΑΝΑΛΥΣΗ ΑΠΟΣΤΟΛΟΥ
ΕΝ ΠΑΝΤΙ ΘΛΙΒΟΥΜΕΝΟΙ ΑΛΛ'ΟΥ ΣΤΕΝΟΧΩΡΟΥΜΕΝΟΙ -ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΜΕΛΕΤΙΟΣ ΑΠ. ΒΑΔΡΑΓΑΝΗΣ
απο το site www.pmeletios.com

 

ΕΥΑΓΓΕΛΙΟΝ

Τῆς Κυ­ρι­α­κῆς με­τὰ τὰ Φῶ­τα.

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον Ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου τὸ Ἀ­νά­γνω­σμα.

(Ματθ. δ´ 12-17)

Τῷ και­ρῷ ἐ­κεί­νῳ, ἀ­κο­ύ­σας ὁ Ἰ­η­σοῦς ὅ­τι Ἰ­ω­άν­νης πα­ρε­δό­θη, ἀ­νε­χώ­ρη­σεν εἰς τὴν Γα­λι­λα­ί­αν· καὶ κα­τα­λι­πὼν τὴν Να­ζα­ρέτ, ἐλ­θὼν κα­τῴ­κη­σεν εἰς Κα­περ­να­οὺμ τὴν πα­ρα­θα­λασ­σί­αν ἐν ὁ­ρί­οις Ζα­βου­λὼν καὶ Νε­φθα­λε­ίμ· ἵ­να πλη­ρω­θῇ τὸ ῥη­θὲν δι­ὰ Ἡ­σα­ΐ­ου τοῦ προ­φή­του λέ­γον­τος· Γῇ Ζα­βου­λὼν καὶ γῇ Νε­φθα­λε­ίμ, ὁ­δὸν θα­λάσ­σης, πέ­ραν τοῦ Ἰ­ορ­δά­νου, Γα­λι­λα­ί­α τῶν ἐ­θνῶν, ὁ λα­ὸς ὁ κα­θή­με­νος ἐν σκό­τει εἶ­δε φῶς μέ­γα, καὶ τοῖς κα­θη­μέ­νοις ἐν χώ­ρᾳ καὶ σκι­ᾷ θα­νά­του φῶς ἀ­νέ­τει­λεν αὐ­τοῖς. Ἀ­πὸ τό­τε ἤρ­ξα­το ὁ Ἰ­η­σοῦς κη­ρύσ­σειν καὶ λέ­γειν, Με­τα­νο­εῖ­τε· ἤγ­γι­κε γὰρ ἡ βα­σι­λε­ί­α τῶν οὐ­ρα­νῶν.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

ΑΝΑΛΥΣΗ ΕΥΑΓΓΕΛΙΟΥ
Μετανοείτε - Μακαριστός Επίσκοπος Φλωρίνης Πρεσπών και Εορδαίας Αυγουστίνος Καντιώτης
από το site http://kyriakh.blogspot.gr/