Ευλόγει η ψυχή μου τον Κύριον

Πέμπτη 15 Ιανουαρίου 2015

Η ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ

Η ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ

Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.
Δόξα...
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς Κορυφαῖον τῶν σοφῶν Ἀποστόλων, καὶ ὡς κλειδοῦχον οὐρανῶν βασιλείας, ἀνευφημοῦμεν πίστει σε Ἀπόστολε, καὶ κατασπαζόμεθα, καθαρᾷ συνειδήσει, Πέτρε ἃς ἐφόρεσας, ὡς κακοῦργος Ἁλύσεις, τῆς κακουργίας λύων τοῦ ἐχθροῦ, ἐξ ὧν ῥυσθῆναι ἡμᾶς καθικέτευε.
Καὶ νῦν... Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς πλατυτέρα, καὶ ἀοράτου κτίσεως καὶ τῆς ὁρατῆς, ὤφθης ὑπερέχουσα, ἀσυγκρίτῳ συγκρίσει· ὃν εὐρυχωρίαι γάρ, οὐρανῶν οὐ χωροῦσιν, ἐν σῇ γαστρὶ ἐχώρησας Ἁγνή· ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ. Οἴμοι ποθεινότατε, Ἰησοῦ ἀνεβόα! πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; ὑμνῶ σε Μακρόθυμε.
 
Κοντάκιον Ἦχος πλ. β´
Τὴν ἐν πρεσβείαις
Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Ὁ Οἶκος
Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Στίχοι
· Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
· Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.
· Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ.
Τ αὐτ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Στίχοι
Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,
Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,
Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα.
Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.
Στίχοι
Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.
Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

 Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Οὐ σάρξ καὶ αἷμα Πέτρε σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, θεολογῆσαι τὸν Χριστόν, Υἱὸν Θεοῦ Πατρὸς ζῶντος· διὸ σε καὶ μακάριον, αὐτὸς προεμαρτύρατο, καὶ φερωνύμως κέκληκε, Πέτρον ὡς πέτραν ἀρραγῆ, καὶ βάσιν τῆς Ἐκκλησίας.
Θεοτοκίον ὅμοιον
Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου. Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.
 

Ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καί ἐνδόξου Ἀποστόλου Πέτρου.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα   12:1-11
Κατ᾿ ἐκεῖνον  τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησε δὲ οὕτω. καὶ λέγει αὐτῷ· περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν· καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων. 

Ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καί ἐνδόξου Ἀποστόλου Πέτρου.
ΕΩΘΙΝΟΝ ΙΑ΄
Ἐκ τοῦ κατὰ Ἰωάννην
κα΄ 14 - 25
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; λέγει αὐτῶ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος δὲ τί;λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου