† Κυριακὴ πρὸ τῶν Φώτων
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β´.
Ἀγγελικαὶ δυνάμεις
ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς
ὑπ᾿ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος
τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἑτοιμάζου
Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι
σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν
τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ
γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη,
τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς πρὸ τῶν Φώτων, μετὰ τοῦ προκειμένου καὶ τοῦ ἀλληλουιαρίου αὐτοῦ.
Προκείμενον. Ἦχος πλ. β´. (Ψαλμὸς κζ´).
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν
σου.
Στίχ. Πρὸς σέ, Κύριε, κεκράξομαι,
ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ᾿ ἐμοῦ.
Πρὸς Τιμόθεον Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(δ´ 5-8)
Τέκνον Τιμόθεε, νῆφε ἐν
πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν
σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως
ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν
πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος,
ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ
μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Ἀλληλούϊα (γ´). Ἦχος δ´. (Ψαλμὸς ξς´).
Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι
ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐλεήσαι
ἡμᾶς.
Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς πρὸ τῶν Φώτων.
Ἐκ τοῦ κατὰ Μᾶρκον (α´ 1-8).
Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ
Χριστοῦ υἱοῦ τοῦ Θεοῦ. Ὡς γέγραπται ἐν τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω
τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν
σου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ′Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας
ποιεῖτε τὰς τρίβους αὐτοῦ′, ἐγένετο Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ
καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο
πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο
πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας
αὐτῶν. Ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην
περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε
λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας
λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι,
αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ.
Δόξα σοι, Κύριε,
δόξα σοι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΠΗΓΕΣ: http://iskiriaki.com
http://kirigmata.blogspot.gr/
http://analogion.com/forum
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου