Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 17 Ιανουαρίου 2016

ΚΥΡΙΑΚΗ ΙΒ´ ΛΟΥΚΑ



ΚΥΡΙΑΚΗ ΙΒ´ ΛΟΥΚΑ

† Ἀν­τω­νί­ου ὁ­σί­ου τοῦ με­γά­λου (†356). Ἀν­τω­νί­ου ὁ­σί­ου τοῦ ἐν τῇ σκή­τῃ τῆς Βε­ροί­ας. Γε­ωρ­γί­ου νε­ο­μάρ­τυ­ρος τοῦ ἐν Ἰ­ω­αν­νί­νοις (†1838).



ΑΠΟΛΥΤΙΚΙΑ

Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. δ.

ξ ὕ­ψους κα­τῆλ­θες Εὔ­σπλαγ­χνος, τα­φὴν κα­τε­δέ­ξω τρι­ή­με­ρον, ἵ­να ἡ­μᾶς ἐ­λευ­θε­ρώ­σῃς τν πα­θῶν. ζω­ὴ κα ἀ­νά­στα­σις ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

Δό­ξα. Τοῦ Ὁ­σί­ου. Ἦ­χος δ´.

Τὸν ζη­λω­τὴν Ἠ­λί­αν τοῖς τρό­ποις μι­μού­με­νος, τῷ Βα­πτι­στῇ εὐ­θεί­αις ταῖς τρί­βοις ἑ­πό­με­νος, Πά­τερ Ἀν­τώ­νι­ε, τῆς ἐ­ρή­μου γέ­γο­νας οἰ­κι­στής, καὶ τὴν οἰ­κου­μέ­νην ἐ­στή­ρι­ξας εὐ­χαῖς σου· δι­ὸ πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τ π᾿ αἰ­ῶ­νος ἀ­πό­κρυ­φον, κα Ἀγ­γέ­λοις ἄ­γνω­στον μυ­στή­ρι­ον, δι­ὰ σο Θε­ο­τό­κε τος ἐ­πὶ γς πε­φα­νέ­ρω­ται, Θε­ὸς ν ἀ­συγ­χύ­τῳ ἑ­νώ­σει σαρ­κού­με­νος, κα Σταυ­ρὸν ἑ­κου­σί­ως ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος· δι᾿ ο ἀ­να­στή­σας τν πρω­τό­πλα­στον, ἔ­σω­σεν ἐκ θα­νά­του τς ψυ­χὰς ἡ­μῶν.

 

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ






ΑΠΟΣΤΟΛΟΣ

Τοῦ Ἁ­γί­ου, με­τὰ τοῦ προ­κει­μέ­νου αὐ­τοῦ.

Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.

Ἀ­πό­στο­λος. Πρὸς Ἑ­βραί­ους (ιγ´ 17-21).
(Ζή­τει τῇ Ϛ´ Δε­κεμ­βρί­ου, τοῦ Ἁ­γί­ου Νι­κο­λά­ου).

Προ­κεί­με­νον. Ἦ­χος βα­ρύς. (Ψαλ­μὸς ριε´).

Τί­μι­ος ἐ­ναν­τί­ον Κυ­ρί­ου ὁ θά­να­τος τοῦ ὁ­σί­ου αὐ­τοῦ.
Στίχ. Τί ἀν­τα­πο­δώ­σω­μεν τῷ Κυ­ρί­ῳ πε­ρὶ πάν­των, ὧν ἀν­τα­πέ­δω­κεν ἡ­μῖν;
Πρὸς Ἑ­βραί­ους Ἐ­πι­στο­λῆς Παύ­λου
τὸ Ἀ­νά­γνω­σμα.
­δελ­φοί, πεί­θε­σθε τοῖς ἡ­γου­μέ­νοις ὑ­μῶν καὶ ὑ­πεί­κε­τε· αὐ­τοὶ γὰρ ἀ­γρυ­πνοῦ­σιν ὑ­πὲρ τῶν ψυ­χῶν ὑ­μῶν ὡς λό­γον ἀ­πο­δώ­σον­τες· ἵ­να με­τὰ χα­ρᾶς τοῦ­το ποι­ῶ­σι καὶ μὴ στε­νά­ζον­τες· ἀ­λυ­σι­τε­λὲς γὰρ ὑ­μῖν τοῦ­το. Προ­σεύ­χε­σθε πε­ρὶ ἡ­μῶν· πε­ποί­θα­μεν γὰρ ὅ­τι κα­λὴν συ­νεί­δη­σιν ἔ­χο­μεν, ἐν πᾶ­σι κα­λῶς θέ­λον­τες ἀ­να­στρέ­φε­σθαι. Πε­ρισ­σο­τέ­ρως δὲ πα­ρα­κα­λῶ τοῦ­το ποι­ῆ­σαι, ἵ­να τά­χι­ον ἀ­πο­κα­τα­στα­θῶ ὑ­μῖν. Ὁ δὲ Θε­ὸς τῆς εἰ­ρή­νης, ὁ ἀ­να­γα­γὼν ἐκ νε­κρῶν «τὸν ποι­μέ­να τῶν προ­βά­των» τὸν μέ­γαν «ἐν αἵ­μα­τι δι­α­θή­κης αἰ­ω­νί­ου», τὸν Κύ­ρι­ον ἡ­μῶν Ἰ­η­σοῦν, κα­ταρ­τί­σαι ὑ­μᾶς ἐν παν­τὶ ἔρ­γῳ ἀ­γα­θῷ εἰς τὸ ποι­ῆ­σαι τὸ θέ­λη­μα αὐ­τοῦ, ποι­ῶν ἐν ὑ­μῖν τὸ εὐ­ά­ρε­στον ἐ­νώ­πι­ον αὐ­τοῦ δι­ὰ Ἰ­η­σοῦ Χρι­στοῦ, ᾧ ἡ δό­ξα εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων· ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς δ´).

Στίχ. Δεῦ­τε ἀ­γαλ­λι­α­σώ­με­θα τῷ Κυ­ρί­ῳ, ἀ­λα­λά­ξω­μεν τῷ Θε­ῷ τῷ σω­τῆ­ρι ἡ­μῶν.
Προ­φθά­σω­μεν τὸ πρό­σω­πον αὐ­τοῦ ἐν ἐ­ξο­μο­λο­γή­σει καὶ ἐν ψαλ­μοῖς ἀ­λα­λά­ξω­μεν αὐ­τῷ.

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ




 

 

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς ΙΒ´ Λου­κᾶ.

Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιζ´ 12-19).

Τῷ και­ρῷ ἐ­κεί­νῳ, εἰ­σερ­χο­μέ­νου τοῦ Ἰ­η­σοῦ εἴς τι­να κώ­μην ἀ­πήν­τη­σαν αὐ­τῷ δέ­κα λε­προὶ ἄν­δρες, οἳ ἔ­στη­σαν πόρ­ρω­θεν, καὶ αὐ­τοὶ ἦ­ραν φω­νὴν λέ­γον­τες· Ἰ­η­σοῦ ἐ­πι­στά­τα, ἐ­λέ­η­σον ἡ­μᾶς. Καὶ ἰ­δὼν εἶ­πεν αὐ­τοῖς· Πο­ρευ­θέν­τες ἐ­πι­δε­ί­ξα­τε ἑ­αυ­τοὺς τοῖς ἱ­ε­ρεῦ­σι. Καὶ ἐ­γέ­νε­το ἐν τῷ ὑ­πά­γειν αὐ­τοὺς ἐ­κα­θα­ρί­σθη­σαν. Εἷς δὲ ἐξ αὐ­τῶν, ἰ­δὼν ὅ­τι ἰ­ά­θη, ὑ­πέ­στρε­ψε με­τὰ φω­νῆς με­γά­λης δο­ξά­ζων τὸν Θε­όν, καὶ ἔ­πε­σεν ἐ­πὶ πρό­σω­πον πα­ρὰ τοὺς πό­δας αὐ­τοῦ εὐ­χα­ρι­στῶν αὐ­τῷ· καὶ αὐ­τὸς ἦν Σα­μα­ρε­ί­της. Ἀ­πο­κρι­θεὶς δὲ ὁ Ἰ­η­σοῦς εἶ­πεν· Οὐ­χὶ οἱ δέ­κα ἐ­κα­θα­ρί­σθη­σαν; οἱ δὲ ἐν­νέ­α ποῦ; οὐχ εὑ­ρέ­θη­σαν ὑ­πο­στρέ­ψαν­τες δοῦ­ναι δό­ξαν τῷ Θε­ῷ εἰ μὴ ὁ ἀλ­λο­γε­νὴς οὗ­τος; Καὶ εἶ­πεν αὐ­τῷ· Ἀ­να­στὰς πο­ρε­ύ­ου· ἡ πί­στις σου σέ­σω­κέ σε.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ 


 







ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου