Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 22 Νοεμβρίου 2015

ΚΥΡΙΑΚΗ ΚΕ´ (Θ´ ΛΟΥΚΑ)


ΚΥΡΙΑΚΗ ΚΕ´ (Θ´ ΛΟΥΚΑ)



Ἡ με­τὰ τὴν ἑ­ορ­τήν. Ἀρ­χίπ­που, Φι­λή­μο­νος, Ὀ­νη­σί­μου ἀ­πο­στό­λων· Κι­κι­λί­ας μάρ­τυ­ρος καὶ τῶν σὺν αὐ­τῇ (†230). Κλή­μεν­τος καὶ Σι­σι­νί­ου ἱ­ε­ρο­μαρ­τύ­ρων.




ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. δ.

ξ ὕ­ψους κα­τῆλ­θες Εὔ­σπλαγ­χνος, τα­φὴν κα­τε­δέ­ξω τρι­ή­με­ρον, ἵ­να ἡ­μᾶς ἐ­λευ­θε­ρώ­σῃς τν πα­θῶν. ζω­ὴ κα ἀ­νά­στα­σις ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

Δό­ξα. Τὸ αὐ­τό. Καὶ νῦν. Τῆς ἑ­ορ­τῆς. Ἦ­χος δ´.

Σή­με­ρον τῆς εὐ­δο­κί­ας Θε­οῦ τὸ προ­οί­μι­ον, καὶ τῆς τῶν ἀν­θρώ­πων σω­τη­ρί­ας ἡ προ­κή­ρυ­ξις· ἐν Να­ῷ τοῦ Θε­οῦ, τρα­νῶς ἡ Παρ­θέ­νος δεί­κνυ­ται, καὶ τὸν Χρι­στὸν τοῖς πᾶ­σι προ­κα­ταγ­γέλ­λε­ται. Αὐ­τῇ καὶ ἡ­μεῖς, με­γα­λο­φώ­νως βο­ή­σω­μεν· Χαῖ­ρε τῆς οἰ­κο­νο­μί­ας, τοῦ Κτί­στου ἡ ἐκ­πλή­ρω­σις.


 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
 
ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΚΕ΄ ΛΟΥΚΑ 



 

 

 

ΑΠΟΣΤΟΛΟΣ


Προ­κεί­με­νον. Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς οε´).

Εὔ­ξα­σθε καὶ ἀ­πό­δο­τε Κυ­ρί­ῳ τῷ Θε­ῷ ἡ­μῶν.
Στίχ. Γνω­στὸς ἐν τῇ Ἰ­ου­δαί­ᾳ ὁ Θε­ός, ἐν τῷ Ἰσ­ρα­ὴλ μέ­γα τὸ ὄ­νο­μα αὐ­τοῦ.
Πρὸς Ἐ­φε­σί­ους Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(Ἐφ. δ´ 1-7)

­δελ­φοί, πα­ρα­κα­λῶ ὑ­μᾶς ἐ­γὼ ὁ δέ­σμι­ος ἐν Κυ­ρί­ῳ ἀ­ξί­ως πε­ρι­πα­τῆ­σαι τῆς κλή­σε­ως ἧς ἐ­κλή­θη­τε, με­τὰ πά­σης τα­πει­νο­φρο­σύ­νης καὶ πρᾳ­ό­τη­τος, με­τὰ μα­κρο­θυ­μί­ας, ἀ­νε­χό­με­νοι ἀλ­λή­λων ἐν ἀ­γά­πῃ, σπου­δά­ζον­τες τη­ρεῖν τὴν ἑ­νό­τη­τα τοῦ Πνεύ­μα­τος ἐν τῷ συν­δέ­σμῳ τῆς εἰ­ρή­νης. Ἓν σῶ­μα καὶ ἓν Πνεῦ­μα, κα­θὼς ἐ­κλή­θη­τε ἐν μι­ᾷ ἐλ­πί­δι τῆς κλή­σε­ως ὑ­μῶν· εἷς Κύ­ρι­ος, μί­α πί­στις, ἓν βά­πτι­σμα· εἷς Θε­ὸς καὶ πα­τὴρ πάν­των, ὁ ἐ­πὶ πάν­των, καὶ δι­ὰ πάν­των, καὶ ἐν πᾶ­σιν ἡ­μῖν. Ἑ­νὶ δὲ ἑ­κά­στῳ ἡ­μῶν ἐ­δό­θη ἡ χά­ρις κα­τὰ τὸ μέ­τρον τῆς δω­ρε­ᾶς τοῦ Χρι­στοῦ.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς δ´).

Στίχ. Δεῦ­τε ἀ­γαλ­λι­α­σώ­με­θα τῷ Κυ­ρί­ῳ, ἀ­λα­λά­ξω­μεν τῷ Θε­ῷ τῷ σω­τῆ­ρι ἡ­μῶν.
Προ­φθά­σω­μεν τὸ πρό­σω­πον αὐ­τοῦ ἐν ἐ­ξο­μο­λο­γή­σει καὶ ἐν ψαλ­μοῖς ἀ­λα­λά­ξω­μεν αὐ­τῷ.




ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ

 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς Θ´ Λου­κᾶ.


Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ιβ´ 16-21).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την· Ἀν­θρώ­που τι­νὸς πλου­σί­ου εὐ­φό­ρη­σεν ἡ χώ­ρα· καὶ δι­ε­λο­γί­ζε­το ἐν ἑ­αυ­τῷ λέ­γων· τί ποι­ή­σω, ὅ­τι οὐκ ἔ­χω ποῦ συ­νά­ξω τοὺς καρ­πούς μου; Καὶ εἶ­πε· τοῦ­το ποι­ή­σω· κα­θε­λῶ μου τὰς ἀ­πο­θή­κας καὶ μεί­ζο­νας οἰ­κο­δο­μή­σω, καὶ συ­νά­ξω ἐ­κεῖ πάν­τα τὰ γεν­νή­μα­τά μου καὶ τὰ ἀ­γα­θά μου, Καὶ ἐ­ρῶ τῇ ψυ­χῇ μου· ψυ­χή, ἔ­χεις πολ­λὰ ἀ­γα­θὰ κεί­με­να εἰς ἔ­τη πολ­λά· ἀ­να­παύ­ου, φά­γε, πί­ε, εὐ­φραί­νου. Εἶ­πε δὲ αὐ­τῷ ὁ Θε­ός· ἄ­φρον, ταύ­τῃ τῇ νυ­κτὶ τὴν ψυ­χήν σου ἀ­παι­τοῦ­σιν ἀ­πὸ σοῦ· ἃ δὲ ἡ­τοί­μα­σας τί­νι ἔ­σται; Οὕ­τως ὁ θη­σαυ­ρί­ζων ἑ­αυ­τῷ καὶ μὴ εἰς Θε­ὸν πλου­τῶν. Ταῦ­τα λέ­γων ἐ­φώ­νει· Ὁ ἔ­χων ὦ­τα ἀ­κού­ειν, ἀ­κου­έ­τω.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
 
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ









ΠΗΓΕΣ: http://iskiriaki.com/wordpress/
              http://www.pmeletios.com/newSite/index.php
              www.analogion.com/forum/
              https://www.youtube.com/watch?v=nzUmzwjAI98

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου