ΚΥΡΙΑΚΗ ΚΕ´ (Θ´ ΛΟΥΚΑ)
Ἡ μετὰ τὴν ἑορτήν. Ἀρχίππου, Φιλήμονος, Ὀνησίμου ἀποστόλων· Κικιλίας μάρτυρος καὶ τῶν σὺν αὐτῇ (†230). Κλήμεντος καὶ Σισινίου ἱερομαρτύρων.
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις
ἡμῶν, Κύριε, δόξα σοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ´.
Σήμερον τῆς εὐδοκίας Θεοῦ
τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· ἐν Ναῷ
τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται.
Αὐτῇ καὶ ἡμεῖς, μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας, τοῦ
Κτίστου ἡ ἐκπλήρωσις.
ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ἦχος πλ. δ´. (Ψαλμὸς οε´).
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.
Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ
ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Ἐφ. δ´ 1-7)
Ἀδελφοί, παρακαλῶ ὑμᾶς
ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι
ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν
τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα καὶ ἓν Πνεῦμα, καθὼς ἐκλήθητε ἐν μιᾷ
ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς
καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Ἑνὶ
δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´. (Ψαλμὸς δ´).
Στίχ. Δεῦτε ἀγαλλιασώμεθα
τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς
ἀλαλάξωμεν αὐτῷ.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς Θ´ Λουκᾶ.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιβ´ 16-21).
Εἶπεν ὁ Κύριος
τὴν παραβολὴν ταύτην· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω
τοὺς καρπούς μου; Καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ
μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ
ἀγαθά μου, Καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη
πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ
τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται;
Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν. Ταῦτα λέγων ἐφώνει·
Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
Δόξα σοι, Κύριε,
δόξα σοι.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ
ΠΗΓΕΣ: http://iskiriaki.com/wordpress/
http://www.pmeletios.com/newSite/index.php
www.analogion.com/forum/
https://www.youtube.com/watch?v=nzUmzwjAI98
http://www.pmeletios.com/newSite/index.php
www.analogion.com/forum/
https://www.youtube.com/watch?v=nzUmzwjAI98
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου