ΚΥΡΙΑΚΗ ΙΘ´ (Δ´ ΛΟΥΚΑ)
«Τῶν θεοφόρων πατέρων τῆς ἐν Νικαίᾳ Ζ´ Οἰκουμενικῆς συνόδου
(787)». Φιλίππου ἀποστόλου ἐκ τῶν ἑπτὰ διακόνων· Θεοφάνους ὁμολογητοῦ
τοῦ Γραπτοῦ, ἐπισκόπου Νικαίας (†850).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος β´.
Ὅτε κατῆλθες
πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε
δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα. Τῶν πατέρων. Ἦχος πλ. δ´.
Ὑπερδεδοξασμένος εἶ Χριστὲ
ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ
δι᾿ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε
δόξα σοι.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας
ὡς
Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε
Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου