Σελίδες

▼

Κυριακή 11 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ ΙΘ´ (Δ´ ΛΟΥΚΑ)



ΚΥΡΙΑΚΗ ΙΘ´ (Δ´ ΛΟΥΚΑ)

«Τῶν θε­ο­φό­ρων πα­τέ­ρων τῆς ἐν Νι­καί­ᾳ Ζ´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (787)». Φι­λίπ­που ἀ­πο­στό­λου ἐκ τῶν ἑ­πτὰ δι­α­κό­νων· Θε­ο­φά­νους ὁ­μο­λο­γη­τοῦ τοῦ Γρα­πτοῦ, ἐ­πι­σκό­που Νι­καί­ας (†850).




ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος β´.

Ὅ­τε κα­τῆλ­θες πρὸς τὸν θά­να­τον, ἡ ζω­ὴ ἡ ἀ­θά­να­τος, τό­τε τὸν ᾅ­δην ἐ­νέ­κρω­σας, τῇ ἀ­στρα­πῇ τῆς θε­ό­τη­τος· ὅ­τε δὲ καὶ τοὺς τε­θνε­ῶ­τας, ἐκ τῶν κα­τα­χθο­νί­ων ἀ­νέ­στη­σας, πᾶ­σαι αἱ δυ­νά­μεις τῶν ἐ­που­ρα­νί­ων ἐ­κραύ­γα­ζον· Ζω­ο­δό­τα Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν δό­ξα σοι.

Δό­ξα. Τῶν πα­τέ­ρων. Ἦ­χος πλ. δ´.

Ὑ­περ­δε­δο­ξα­σμέ­νος εἶ Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ φω­στῆ­ρας ἐ­πὶ γῆς τοὺς Πα­τέ­ρας ἡ­μῶν θε­με­λι­ώ­σας, καὶ δι᾿ αὐ­τῶν πρὸς τὴν ἀ­λη­θι­νὴν πί­στιν, πάν­τας ἡ­μᾶς ὁ­δη­γή­σας, πο­λυ­εύ­σπλαγ­χνε δό­ξα σοι.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.



























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου