Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 18 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ Γ´ ΛΟΥΚΑ

ΚΥΡΙΑΚΗ Γ´ ΛΟΥΚΑ

ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος γ.

Εὐ­φραι­νέ­σθω τ οὐ­ρά­νι­α, ἀ­γαλ­λι­ά­σθω τ ἐ­πί­γει­α, ὅ­τι ἐ­ποί­η­σε κρά­τος ν βρα­χί­ο­νι αὐ­τοῦ, Κύ­ρι­ος· ἐ­πά­τη­σε τ θα­νά­τῳ τν θά­να­τον· πρω­τό­το­κος τν νε­κρῶν ἐ­γέ­νε­το· κ κοι­λί­ας ᾅ­δου ἐρ­ρύ­σα­το ἡ­μᾶς, κα πα­ρέ­σχε τ κό­σμῳ τ μέ­γα ἔ­λε­ος.

Δό­ξα. Τοῦ Ἀ­πο­στό­λου Λου­κᾶ. Ἦ­χος γ´.

­πό­στο­λε Ἅ­γι­ε Λου­κᾶ, πρέ­σβευ­ε τῷ ἐ­λε­ή­μο­νι Θε­ῷ, ἵ­να πται­σμά­των ἄ­φε­σιν, πα­ρά­σχῃ ταῖς ψυ­χαῖς ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Σ τν με­σι­τεύ­σα­σαν τν σω­τη­ρί­αν το γέ­νους ἡ­μῶν, ἀ­νυ­μνοῦ­μεν Θε­ο­τό­κε Παρ­θέ­νε· ν τ σαρ­κὶ γρ τ κ σο προσ­λη­φθεί­σῃ, Υἱ­ός σου κα Θε­ὸς ἡ­μῶν, τ δι­ὰ σταυ­ροῦ κα­τα­δε­ξά­με­νος πά­θος, ἐ­λυ­τρώ­σα­το ἡ­μᾶς, κ φθο­ρᾶς ς φι­λάν­θρω­πος.

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ


Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.


Κον­τά­κι­ον. Ἦ­χος γ. παρ­θέ­νος σή­με­ρον.

­ξα­νέ­στης σή­με­ρον, ἀ­πὸ το τά­φου Οἰ­κτίρ­μον, κα ἡ­μᾶς ἐ­ξή­γα­γες, κ τν πυ­λῶν το θα­νά­του· σή­με­ρον Ἀ­δὰμ χο­ρεύ­ει, κα χαί­ρει Εὔ­α, ἅ­μα δέ, κα ο Προ­φῆ­ται σν Πα­τρι­άρ­χαις, ἀ­νυ­μνοῦ­σιν ἀ­κα­τα­παύ­στως, τ θεῖ­ον κρά­τος τς ἐ­ξου­σί­ας σου.

Οἶ­κος.

οὐ­ρα­νὸς κα γ σή­με­ρον χο­ρευ­έ­τω­σαν, κα Χρι­στὸν τν Θε­ὸν ὁ­μο­φρό­νως ὑ­μνεί­τω­σαν, ὅ­τι τος δε­σμί­ους κ τν τά­φων ἀ­νέ­στη­σε. Συγ­χαί­ρει πᾶ­σα κτί­σις, προ­σφέ­ρου­σα ἐ­πά­ξι­α ᾄ­σμα­τα, τ πάν­των Κτί­στῃ κα Λυ­τρω­τῇ ἡ­μῶν· ὅ­τι τος βρο­τοὺς ξ ᾅ­δου σή­με­ρον, ς ζω­ο­δό­της συ­να­νελ­κύ­σας, πρς οὐ­ρα­νοὺς συ­να­νυ­ψοῖ, κα κα­ταρ­ράσ­σει το ἐ­χθροῦ τς ἐ­πάρ­σεις, κα πύ­λας το ᾅ­δου δι­α­θλάτ­τει, τ θεί­ῳ κρά­τει τς ἐ­ξου­σί­ας αὑ­τοῦ.

Συ­να­ξά­ρι­ον.

Τῇ ΙΗ´ τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τοῦ ἁ­γί­ου Ἀ­πο­στό­λου καὶ Εὐ­αγ­γε­λι­στοῦ Λου­κᾶ.
Στίχ. Εἰς Ἐμ­μα­οὺς βλέ­πειν σε κἂν πρὶν εἰρ­γό­μην,
(Λου­κᾶς λέ­γει), τρα­νῶς σε νῦν, Χρι­στέ, βλέ­πω.
Ὀ­γδο­ά­τῃ δε­κά­τῃ πέ­ρα­τος βί­ου ἔμ­μο­ρε Λου­κᾶς.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Μα­ρί­νου τοῦ γέ­ρον­τος.
Στίχ. Γέ­ρων Μα­ρῖ­νος ἐ­ξε­λέγ­χει γραῦν πλά­νην,
Τόλ­μῃ νε­ά­ζων, καὶ τε­λει­οῦ­ται ξί­φει.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Ἰ­ου­λι­α­νοῦ, τοῦ ἐν τῷ Εὐ­φρά­τῃ.
Στίχ. Ἐκ τοῦ πα­ρα­τρέ­χον­τος ὡς ὄ­ναρ βί­ου,
Ἰ­ου­λι­α­νὸς ἄ­σμε­νος πα­ρα­τρέ­χει.
ἅ­γι­ος Μνά­σων, Ἐ­πί­σκο­πος Κύ­πρου, καὶ οἱ ἅ­γι­οι Τεσ­σα­ρά­κον­τα Παῖ­δες, ξί­φει τε­λει­οῦν­ται.
Στίχ. Ὡς πύρ­γος ἐν­δούς, τὴν κά­ραν κλί­νας Μνά­σων
Πτῶ­σιν πρὸ τῆς γῆς τὴν ἀ­πὸ ξί­φους μέ­νει.
Παί­δων δι­πλῆ τέ­θνη­κεν εἰ­κὰς ἐκ ξί­φους,
Τι­μῶ­σα Χρι­στὸν τὸν δι­πλοῦν κατ᾿ οὐ­σί­αν.
Μνή­μη τῶν ἁ­γί­ων νε­ο­φα­νῶν Μαρ­τύ­ρων Γα­βρι­ὴλ καὶ Κερ­μι­δώ­λη τῶν ἐν Αἰ­γύ­πτῳ ἀ­θλη­σάν­των ἐν ἔ­τει ͵αφκβ´ (1522).
Στίχ. Κερ­μι­δώ­λης καὶ Γα­βρι­ὴλ οἱ δύ­ο
Ἀ­θλοῦ­σιν ἅ­μα καὶ στε­φα­νοῦν­ται ἅ­μα.
Μνή­μη τῶν ὁ­σί­ων Πα­τέ­ρων ἡ­μῶν Συ­με­ὼν καὶ Θε­ο­δώ­ρου, καὶ τῆς Ὁ­σί­ας Εὐ­φρο­σύ­νης, τῶν τὴν ἁ­γί­αν καὶ θε­ο­μη­το­ρι­κὴν εἰ­κό­να εὑ­ρόν­των καὶ τὴν τοῦ Με­γά­λου Σπη­λαί­ου Μο­νὴν συ­στη­σα­μέ­νων.
Στίχ. Συ­με­ών, Θε­ό­δω­ρος καὶ Εὐ­φρο­σύ­νη,
Θε­ρά­πον­τες ὤ­φθη­σαν τῆς Θε­ο­τό­κου.
Ἐν γῆς μὲν ἄν­τρῳ τῆς Παρ­θέ­νου τὸν τύ­πον,
Ἐν οὐ­ρα­νοῖς δὲ ζῶ­σαν αὐ­τὴν εὕ­ρε­τε.
Ὀ­κτω­και­δε­κά­τῃ, Συ­με­ῶ­νά τε καὶ Θε­ό­δω­ρον,
Εὐ­φρο­σύ­νην θ᾿ ὁ­σί­ως τὸ μέ­γα Σπή­λαι­ον ἀ­εί­δει.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ἁ­γί­ων νε­ο­φα­νῶν Μαρ­τύ­ρων Ἰ­σι­δώ­ρου τοῦ πρε­σβυ­τέ­ρου καὶ τῶν τέ­κνων αὐ­τοῦ Εἰ­ρή­νης καὶ Γε­ωρ­γί­ου, τῶν ἐν Βα­λῇ Γορ­τύ­νης Κρή­της ὑ­πὸ τῶν Ἀ­γα­ρη­νῶν σφα­γι­α­σθέν­των.
Στίχ. Ἐν οἴ­κῳ Θε­οῦ καὶ αὐ­λαῖς οὐ­ρα­νί­αις
Τα­νῦν εὐ­λο­γεῖ οἶ­κος τοῦ Ἰ­σι­δώ­ρου.
Εἰς τὸν ἅ­γι­ον Ἰ­σί­δω­ρον.
Ὡς δῶ­ρον Θε­οῦ φε­ρω­νύ­μου ὀ­στέ­α
ἐ­δό­θη ἡ­μῖν μάρ­τυ­ρος Ἰ­σι­δώ­ρου.
Εἰς τὴν καλ­λι­μάρ­τυ­ρα Εἰ­ρή­νην.
Κλα­δί­ῳ κο­σμεῖς εἰ­ρη­ναί­ας ἐ­λαί­ας,
Εἰ­ρή­νης Θε­έ, κό­ρης Εἰ­ρή­νης κά­ραν.
Εἰς τὸν παι­δο­μάρ­τυ­ρα Γε­ώρ­γι­ον.
Ἐν γῇ ἀ­γα­θῇ γε­ωρ­γή­σας, Χρι­στέ μου,
Γε­ώρ­γι­ον νῦν ὡς με­στὸν στά­χυν κό­πτεις.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Πέ­τρου Μη­τρο­πο­λί­του Τσέ­τι­νι­ε Μαυ­ρο­βου­νί­ου, με­γά­λου προ­στά­του τοῦ Ἔ­θνους αὑ­τοῦ, ἐν ἔ­τει ͵α­ωλ´ (1830) τε­λει­ω­θέν­τος.
Στίχ. Ὡς ὄ­ρος πῖ­ον ἐξ ἀ­ρε­τῶν ποι­κί­λων,
Πέ­τρος ἐ­δεί­χθη, ποι­μὴν Μαυ­ρο­βου­νί­ου.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν ἁ­γί­οις πα­τρὸς ἡ­μῶν Κων­σταν­τί­νου ἀρ­χι­ε­πι­σκό­που Ἀ­χρι­δῶν, τοῦ Κα­βά­σι­λα.
Στίχ. Βί­ον ἄ­λη­πτον, μά­καρ, ἐ­βί­ω­σας,
Δι­ὸ μέ­μνη­σο, Κων­σταν­τῖ­νε τῆς ποί­μνης σου.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ὁ­σί­ου Δα­βὶδ τοῦ Σερ­πού­χωφ τῆς Ῥωσ­σί­ας.
Στίχ. Πρὸς Κύ­ρι­ον ἀ­νῆλ­θες Ἀ­να­λη­φθέν­τα,
ᾯ­περ, Δα­βίδ, ἀ­νέ­θη­κας Μο­νὴν θεί­αν.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, τὴν σύ­να­ξιν ἐ­πι­τε­λοῦ­μεν τῆς θαυ­μα­τουρ­γοῦ εἰ­κό­νος τῆς Δε­σποί­νης καὶ κυ­ρί­ας ἡ­μῶν Θε­ο­τό­κου τῆς Μα­χαι­ρι­ω­τίσ­σης.
Στίχ. Θεί­αν σου μορ­φὴν κα­τα­φι­λοῦν­τες, Μῆ­τερ,
Σοί, Χαῖ­ρε, φαι­δρῶς κρά­ζο­μεν Ἀρ­χαγ­γέ­λου.

*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, τρί­τῃ Κυ­ρι­α­κῇ τοῦ Ὀ­κτω­βρί­ου, μνή­μην ἐ­πι­τε­λεῖ­σθαι εἴ­ω­θεν ἐν Κρή­τῃ πάν­των τῶν Ἁ­γί­ων Κρη­τῶν Ἐ­πι­σκό­πων, τῶν συμ­με­τα­σχόν­των ἐν ταῖς θε­ί­αις καὶ σε­πταῖς Οἰ­κου­με­νι­καῖς Συ­νό­δοις.
Στίχ. Πα­ρεμ­βο­λὴ Κρη­τῶν Συ­νο­δι­κῶν χαῖ­ρε,
Ἱ­ε­ραρ­χῶν φω­στή­ρων Ὀρ­θο­δο­ξί­ας.
Ταῖς αὐ­τῶν πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

                                          ΑΠΟΣΤΟΛΟΣ


                  Ἀ­πό­στο­λον καὶ Εὐαγγέλιον τοῦ Ἀποστόλου.



                  Προ­κεί­με­νον. Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς ι­η´).


Εἰς πᾶ­σαν τὴν γῆν ἐ­ξῆλ­θεν ὁ φθόγ­γος αὐ­τοῦ, καὶ εἰς τὰ πέ­ρα­τα τῆς οἰ­κου­μέ­νης τὰ ῥή­μα­τα αὐ­τοῦ.

Στίχ. Οἱ οὐ­ρα­νοὶ δι­η­γοῦν­ται δό­ξαν Θε­οῦ, ποί­η­σιν δὲ χει­ρῶν αὐ­τοῦ ἀ­ναγ­γέ­λει τὸ στε­ρέ­ω­μα.
Πρὸς Κο­λασ­σα­εῖς Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

                                        (δ´ 5-11, 14-18)

­δελ­φοί, ἐν σο­φί­ᾳ πε­ρι­πα­τεῖ­τε πρὸς τοὺς ἔ­ξω, τὸν και­ρὸν ἐ­ξα­γο­ρα­ζό­με­νοι. Ὁ λό­γος ὑ­μῶν πάν­το­τε ἐν χά­ρι­τι, ἅ­λα­τι ἠρ­τυ­μέ­νος, εἰ­δέ­ναι πῶς δεῖ ὑ­μᾶς ἑ­νὶ ἑ­κά­στῳ ἀ­πο­κρί­νε­σθαι. Τὰ κατ᾿ ἐ­μὲ πάν­τα γνω­ρί­σει ὑ­μῖν Τυ­χι­κὸς ὁ ἀ­γα­πη­τὸς ἀ­δελ­φὸς καὶ πι­στὸς δι­ά­κο­νος καὶ σύν­δου­λος ἐν Κυ­ρί­ῳ, ὃν ἔ­πεμ­ψα πρὸς ὑ­μᾶς εἰς αὐ­τὸ τοῦ­το, ἵ­να γνῷ τὰ πε­ρὶ ὑ­μῶν καὶ πα­ρα­κα­λέ­σῃ τὰς καρ­δί­ας ὑ­μῶν, σὺν Ὀ­νη­σί­μῳ τῷ πι­στῷ καὶ ἀ­γα­πη­τῷ ἀ­δελ­φῷ, ὅς ἐ­στιν ἐξ ὑ­μῶν· πάν­τα ὑ­μῖν γνω­ρι­οῦ­σι τὰ ὧ­δε. Ἀ­σπά­ζε­ται ὑ­μᾶς Ἀ­ρί­σταρ­χος ὁ συ­ναιχ­μά­λω­τός μου, καὶ Μᾶρ­κος ὁ ἀ­νε­ψι­ὸς Βαρ­νά­βα, —πε­ρὶ οὗ ἐ­λά­βε­τε ἐν­το­λάς· ἐ­ὰν ἔλ­θῃ πρὸς ὑ­μᾶς, δέ­ξα­σθε αὐ­τόν,— καὶ Ἰ­η­σοῦς ὁ λε­γό­με­νος Ἰ­οῦ­στος, οἱ ὄν­τες ἐκ πε­ρι­το­μῆς, οὗ­τοι μό­νοι συ­νερ­γοὶ εἰς τὴν βα­σι­λεί­αν τοῦ Θε­οῦ, οἵ­τι­νες ἐ­γε­νή­θη­σάν μοι πα­ρη­γο­ρί­α. Ἀ­σπά­ζε­ται ὑ­μᾶς Λου­κᾶς ὁ ἰ­α­τρὸς ὁ ἀ­γα­πη­τὸς καὶ Δη­μᾶς. Ἀ­σπά­σα­σθε τοὺς ἐν Λα­ο­δι­κεί­ᾳ ἀ­δελ­φοὺς καὶ Νυμ­φᾶν καὶ τὴν κατ᾿ οἶ­κον αὐ­τοῦ ἐκ­κλη­σί­αν· καὶ ὅ­ταν ἀ­να­γνω­σθῇ παρ᾿ ὑ­μῖν ἡ ἐ­πι­στο­λή, ποι­ή­σα­τε ἵ­να καὶ ἐν τῇ Λα­ο­δι­κέ­ων ἐκ­κλη­σί­ᾳ ἀ­να­γνω­σθῇ, καὶ τὴν ἐκ Λα­ο­δι­κεί­ας ἵ­να καὶ ὑ­μεῖς ἀ­να­γνῶ­τε. Καὶ εἴ­πα­τε Ἀρ­χίπ­πῳ· Βλέ­πε τὴν δι­α­κο­νί­αν ἣν πα­ρέ­λα­βες ἐν Κυ­ρί­ῳ, ἵ­να αὐ­τὴν πλη­ροῖς. Ὁ ἀ­σπα­σμὸς τῇ ἐ­μῇ χει­ρὶ Παύ­λου. Μνη­μο­νεύ­ε­τέ μου τῶν δε­σμῶν. Ἡ χά­ρις μεθ᾿ ὑ­μῶν· ἀ­μήν.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος α´. (Ψαλ­μὸς πη´).

Στίχ. Ἐ­ξο­μο­λο­γή­σον­ται οἱ οὐ­ρα­νοὶ τὰ θαυ­μά­σι­ά σου, Κύ­ρι­ε, καὶ τὴν ἀ­λή­θει­άν σου ἐν ἐκ­κλη­σί­ᾳ ἁ­γί­ων.
Ὁ Θε­ὸς ὁ ἐν­δο­ξα­ζό­με­νος ἐν βου­λῇ ἁ­γί­ων, μέ­γας καὶ φο­βε­ρός ἐ­στιν ἐ­πὶ πάν­τας τοὺς πε­ρι­κύ­κλῳ αὐ­τοῦ.

 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ

                    

 
 



                                                 

 

ΕΥΑΓΓΕΛΙΟΝ

  Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (ι´ 16-21).

   (Ζή­τει τῇ η´ Νο­εμ­βρί­ου, εἰς τὴν Λει­τουρ­γί­αν).

Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ Μα­θη­ταῖς· Ὁ ἀ­κού­ων ὑ­μῶν ἐ­μοῦ ἀ­κού­ει, καὶ ὁ ἀ­θε­τῶν ὑ­μᾶς ἐ­μὲ ἀ­θε­τεῖ· ὁ δὲ ἐ­μὲ ἀ­θε­τῶν ἀ­θε­τεῖ τὸν ἀ­πο­στεί­λαν­τά με. Ὑ­πέ­στρε­ψαν δὲ οἱ ἑ­βδο­μή­κον­τα με­τὰ χα­ρᾶς λέ­γον­τες· Κύ­ρι­ε, καὶ τὰ δαι­μό­νι­α ὑ­πο­τάσ­σε­ται ἡ­μῖν ἐν τῷ ὀ­νό­μα­τί σου. Εἶ­πε δὲ αὐ­τοῖς· Ἐ­θε­ώ­ρουν τὸν σα­τα­νᾶν ὡς ἀ­στρα­πὴν ἐκ τοῦ οὐ­ρα­νοῦ πε­σόν­τα. Ἰ­δοὺ δί­δω­μι ὑ­μῖν τὴν ἐ­ξου­σί­αν τοῦ πα­τεῖν ἐ­πά­νω ὄ­φε­ων καὶ σκορ­πί­ων καὶ ἐ­πὶ πᾶ­σαν τὴν δύ­να­μιν τοῦ ἐ­χθροῦ, καὶ οὐ­δὲν ὑ­μᾶς οὐ μὴ ἀ­δι­κή­σῃ. Πλὴν ἐν τού­τῳ μὴ χαί­ρε­τε, ὅ­τι τὰ πνεύ­μα­τα ὑ­μῖν ὑ­πο­τάσ­σε­ται· χαί­ρε­τε δὲ ὅ­τι τὰ ὀ­νό­μα­τα ὑ­μῶν ἐ­γρά­φη ἐν τοῖς οὐ­ρα­νοῖς. Ἐν αὐ­τῇ τῇ ὥ­ρᾳ ἠ­γαλ­λι­ά­σα­το τῷ πνεύ­μα­τι ὁ Ἰ­η­σοῦς καὶ εἶ­πεν· Ἐ­ξο­μο­λο­γοῦ­μαί σοι, πά­τερ, κύ­ρι­ε τοῦ οὐ­ρα­νοῦ καὶ τῆς γῆς, ὅ­τι ἀ­πέ­κρυ­ψας ταῦ­τα ἀ­πὸ σο­φῶν καὶ συ­νε­τῶν, καὶ ἀ­πε­κά­λυ­ψας αὐ­τὰ νη­πί­οις· ναί, ὁ πα­τήρ, ὅ­τι οὕ­τως ἐ­γέ­νε­το εὐ­δο­κί­α ἔμ­προ­σθέν σου.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ 












 ΠΗΓΕΣ: http://www.iskiriaki.com
                 http://www.osotir.org
                 http://www.analogion.com


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου