Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 6 Σεπτεμβρίου 2015

ΚΥΡΙΑΚΗ ΙΔ' ΜΑΤΘΑΙΟΥ

ΚΥΡΙΑΚΗ ΙΔ' ΜΑΤΘΑΙΟΥ

Ἡ ἀ­νά­μνη­σις τοῦ γε­γο­νό­τος θαύ­μα­τος ἐν Κο­λοσ­σαῖς, ἤ­τοι ἐν Χώ­ναις, πα­ρὰ τοῦ Ἀρ­χαγ­γέ­λου Μι­χα­ήλ. Κα­λο­δό­της μάρ­τυ­ρος

 ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. α.

Τν συ­νά­ναρ­χον Λό­γον Πα­τρὶ κα Πνεύ­μα­τι, τν κ Παρ­θέ­νου τε­χθέν­τα ες σω­τη­ρί­αν ἡ­μῶν, ἀ­νυ­μνή­σω­μεν πι­στοὶ κα προ­σκυ­νή­σω­μεν· ὅ­τι ηὐ­δό­κη­σε σαρ­κί, ἀ­νελ­θεῖν ἐν τ Σταυ­ρῷ, κα θά­να­τον ὑ­πο­μεῖ­ναι, κα ἐ­γεῖ­ραι τος τε­θνε­ῶ­τας, ν τ ἐν­δό­ξῳ ἀ­να­στά­σει αὐ­τοῦ.

Δό­ξα. Τοῦ Ἀρ­χαγ­γέ­λου.
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.

Τῶν οὐ­ρα­νί­ων στρα­τι­ῶν Ἀρ­χι­στρά­τη­γε, δυ­σω­ποῦ­μέν σε ἀ­εὶ ἡ­μεῖς οἱ ἀ­νά­ξι­οι, ἵ­να ταῖς σαῖς δε­ή­σε­σι τει­χί­σῃς ἡ­μᾶς, σκέ­πῃ τῶν πτε­ρύ­γων, τῆς ἀ­ΰ­λου σου δό­ξης, φρου­ρῶν ἡ­μᾶς προ­σπί­πτον­τας, ἐ­κτε­νῶς καὶ βο­ῶν­τας· Ἐκ τῶν κιν­δύ­νων λύ­τρω­σαι ἡ­μᾶς, ὡς τα­ξι­άρ­χης τῶν ἄ­νω Δυ­νά­με­ων.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Τὸ ἀπ᾿ αἰ­ῶ­νος ἀ­πό­κρυ­φον, καὶ Ἀγ­γέ­λοις ἄ­γνω­στον μυ­στή­ρι­ον, δι­ὰ σοῦ Θε­ο­τό­κε, τοῖς ἐ­πὶ γῆς πε­φα­νέ­ρω­ται· Θε­ός, ἐν ἀ­συγ­χύ­τῳ ἑ­νώ­σει σαρ­κού­με­νος, καὶ Σταυ­ρὸν ἑ­κου­σί­ως ὑ­πὲρ ἡ­μῶν κα­τα­δε­ξά­με­νος· δι᾿ οὗ ἀ­να­στή­σας τὸν Πρω­τό­πλα­στον, ἔ­σω­σεν ἐκ θα­νά­του τὰς ψυ­χὰς ἡ­μῶν.


 


 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ





 

ΑΠΟΣΤΟΛΟΣ


Ἀ­πό­στο­λον Κυ­ρι­α­κῆς ιδ´ ἑ­βδομάδος (Β´ Κορ. α´ 21-24, β´ 1-4).


Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου. Προ­κεί­με­νον. Ἦ­χος πλ. α´. (Ψαλ­μὸς ια´).

Σύ, Κύ­ρι­ε, φυ­λά­ξαις ἡ­μᾶς καὶ δι­α­τη­ρή­σαις ἡ­μᾶς ἀ­πὸ τῆς γε­νε­ᾶς ταύ­της καὶ εἰς τὸν αἰ­ῶ­να.
Στίχ. Σῶ­σόν με, Κύ­ρι­ε, ὅ­τι ἐ­κλέ­λοι­πεν ὅ­σι­ος, ὅ­τι ὠ­λι­γώ­θη­σαν αἱ ἀ­λή­θει­αι ἀ­πὸ τῶν υἱ­ῶν τῶν ἀν­θρώ­πων.
Πρὸς Κο­ριν­θί­ους Β´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.
­δελ­φοί, ὁ βε­βαι­ῶν ἡ­μᾶς σὺν ὑ­μῖν εἰς Χρι­στὸν καὶ χρί­σας ἡ­μᾶς Θε­ός, ὁ καὶ σφρα­γι­σά­με­νος ἡ­μᾶς καὶ δοὺς τὸν ἀρ­ρα­βῶ­να τοῦ Πνεύ­μα­τος ἐν ταῖς καρ­δί­αις ἡ­μῶν. Ἐ­γὼ δὲ μάρ­τυ­ρα τὸν Θε­ὸν ἐ­πι­κα­λοῦ­μαι ἐ­πὶ τὴν ἐ­μὴν ψυ­χήν, ὅ­τι φει­δό­με­νος ὑ­μῶν οὐ­κέ­τι ἦλ­θον εἰς Κό­ριν­θον. Οὐχ ὅ­τι κυ­ρι­εύ­ο­μεν ὑ­μῶν τῆς πί­στε­ως, ἀλ­λὰ συ­νερ­γοί ἐ­σμεν τῆς χα­ρᾶς ὑ­μῶν· τῇ γὰρ πί­στει ἑ­στή­κα­τε. Ἔ­κρι­να δὲ ἐ­μαυ­τῷ τοῦ­το, τὸ μὴ πά­λιν ἐν λύ­πῃ ἐλ­θεῖν πρὸς ὑ­μᾶς

Εἰ γὰρ ἐ­γὼ λυ­πῶ ὑ­μᾶς, καὶ τίς ἐ­στιν ὁ εὐ­φραί­νων με εἰ μὴ ὁ λυ­πού­με­νος ἐξ ἐ­μοῦ; Καὶ ἔ­γρα­ψα ὑ­μῖν τοῦ­το αὐ­τό, ἵ­να μὴ ἐλ­θὼν λύ­πην ἔ­χω ἀφ᾿ ὧν ἔ­δει με χαί­ρειν, πε­ποι­θὼς ἐ­πὶ πάν­τας ὑ­μᾶς ὅ­τι ἡ ἐ­μὴ χα­ρὰ πάν­των ὑ­μῶν ἐ­στιν. Ἐκ γὰρ πολ­λῆς θλί­ψε­ως καὶ συ­νο­χῆς καρ­δί­ας ἔ­γρα­ψα ὑ­μῖν δι­ὰ πολ­λῶν δα­κρύ­ων, οὐχ ἵ­να λυ­πη­θῆ­τε, ἀλ­λὰ τὴν ἀ­γά­πην ἵ­να γνῶ­τε ἣν ἔ­χω πε­ρισ­σο­τέ­ρως εἰς ὑ­μᾶς.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος πλ. α´. (Ψαλ­μὸς πη´).

Στίχ. Τὰ ἐ­λέ­η σου, Κύ­ρι­ε, εἰς τὸν αἰ­ῶ­να ᾄ­σο­μαι, εἰς γε­νε­ὰν καὶ γε­νε­ὰν ἀ­παγ­γε­λῶν τὴν ἀ­λή­θει­άν σου ἐν τῷ στό­μα­τί μου.
Ὅ­τι εἶ­πας· Εἰς τὸν αἰ­ῶ­να ἔ­λε­ος οἰ­κο­δο­μη­θή­σε­ται· ἐν τοῖς οὐ­ρα­νοῖς ἑ­τοι­μα­σθή­σε­ται ἡ ἀ­λή­θει­ά σου.

 

 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ


 

 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ

Κυ­ρι­α­κῆς ιδ´ Ματ­θαί­ου

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (κβ´ 2-14).

Εἶ­πεν ὁ Κύ­ρι­ος τὴν πα­ρα­βο­λὴν ταύ­την· Ὡ­μοι­ώ­θη ἡ βα­σι­λεί­α τῶν οὐ­ρα­νῶν ἀν­θρώ­πῳ βα­σι­λεῖ, ὅ­στις ἐ­ποί­η­σε γά­μους τῷ υἱ­ῷ αὐ­τοῦ. Καὶ ἀ­πέ­στει­λε τοὺς δού­λους αὐ­τοῦ κα­λέ­σαι τοὺς κε­κλη­μέ­νους εἰς τοὺς γά­μους, καὶ οὐκ ἤ­θε­λον ἐλ­θεῖν. Πά­λιν ἀ­πέ­στει­λεν ἄλ­λους δού­λους λέ­γων· εἴ­πα­τε τοῖς κε­κλη­μέ­νοις· ἰ­δοὺ τὸ ἄ­ρι­στόν μου ἡ­τοί­μα­σα, οἱ ταῦ­ροί μου καὶ τὰ σι­τι­στὰ τε­θυ­μέ­να, καὶ πάν­τα ἕ­τοι­μα· δεῦ­τε εἰς τοὺς γά­μους. Οἱ δὲ ἀ­με­λή­σαν­τες ἀ­πῆλ­θον, ὃς μὲν εἰς τὸν ἴ­δι­ον ἀ­γρόν, ὃς δὲ εἰς τὴν ἐμ­πο­ρί­αν αὐ­τοῦ· Οἱ δὲ λοι­ποὶ κρα­τή­σαν­τες τοὺς δού­λους αὐ­τοῦ ὕ­βρι­σαν καὶ ἀ­πέ­κτει­ναν. Ἀ­κού­σας δὲ ὁ βα­σι­λεὺς ἐ­κεῖ­νος ὠρ­γί­σθη, καὶ πέμ­ψας τὰ στρα­τεύ­μα­τα αὐ­τοῦ ἀ­πώ­λε­σε τοὺς φο­νεῖς ἐ­κεί­νους καὶ τὴν πό­λιν αὐ­τῶν ἐ­νέ­πρη­σε. Τό­τε λέ­γει τοῖς δού­λοις αὐ­τοῦ· ὁ μὲν γά­μος ἕ­τοι­μός ἐ­στιν, οἱ δὲ κε­κλη­μέ­νοι οὐκ ἦ­σαν ἄ­ξι­οι· Πο­ρεύ­ε­σθε οὖν ἐ­πὶ τὰς δι­ε­ξό­δους τῶν ὁ­δῶν, καὶ ὅ­σους ἐ­ὰν εὕ­ρη­τε κα­λέ­σα­τε εἰς τοὺς γά­μους. Καὶ ἐ­ξελ­θόν­τες οἱ δοῦ­λοι ἐ­κεῖ­νοι εἰς τὰς ὁ­δοὺς συ­νή­γα­γον πάν­τας ὅ­σους εὗ­ρον, πο­νη­ρούς τε καὶ ἀ­γα­θούς· καὶ ἐ­πλή­σθη ὁ γά­μος ἀ­να­κει­μέ­νων. Εἰ­σελ­θὼν δὲ ὁ βα­σι­λεὺς θε­ά­σα­σθαι τοὺς ἀ­να­κει­μέ­νους εἶ­δεν ἐ­κεῖ ἄν­θρω­πον οὐκ ἐν­δε­δυ­μέ­νον ἔν­δυ­μα γά­μου· Καὶ λέ­γει αὐ­τῷ· ἑ­ταῖ­ρε, πῶς εἰ­σῆλ­θες ὧ­δε μὴ ἔ­χων ἔν­δυ­μα γά­μου; ὁ δὲ ἐ­φι­μώ­θη. Τό­τε εἶ­πεν ὁ βα­σι­λεὺς τοῖς δι­α­κό­νοις· δή­σαν­τες αὐ­τοῦ πό­δας καὶ χεῖ­ρας ἄ­ρα­τε αὐ­τὸν καὶ ἐκ­βά­λε­τε εἰς τὸ σκό­τος τὸ ἐ­ξώ­τε­ρον· ἐ­κεῖ ἔ­σται ὁ κλαυθ­μὸς καὶ ὁ βρυγ­μὸς τῶν ὀ­δόν­των. Πολ­λοὶ γάρ εἰ­σι κλη­τοί, ὀ­λί­γοι δὲ ἐ­κλε­κτοί.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.


ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου