ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας
τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες,
καὶ τοῖς σοῖς Ἀποστόλοις
κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ
ὁ
Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τῶν Ἁγίων. Ἦχος δ´.
Οἱ Μάρτυρές σου Κύριε,
ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ
Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν
καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
ἢ τὸ ἑξῆς τοῦ Ἁγίου Εὐσταθίου.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Γερασίμου.
Ἀγρευθεὶς οὐρανόθεν
πρὸς εὐσέβειαν ἔνδοξε, τῇ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι᾿ ἐλάφου Εὐστάθιε,
ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤστραψας ἐν ἄθλοις ἱεροῖς, σὺν
τῇ θείᾳ σου συμβίῳ καὶ τοῖς υἱοῖς, φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντί σε
ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α´.
Σῶσον, Κύριε, τὸν λαόν σου,
καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων
δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
- ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ
- ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ -ΜΑΚΑΡΙΣΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ
- ΣΧΟΛΙΑΣΜΟΣ ΑΠΟΣΤΟΛΟΥ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ
ΑΠΟΣΤΟΛΟΣ
Κυριακῆς μετὰ
τὴν Ὕψωσιν,
ζήτει τῇ ΚΑ´ Κυριακῇ ἑβδομάδος ἐπιστολῶν.
Προκείμενον καὶ Ἀλληλούϊα
τῆς ἑορτῆς
(διὰ τὴν ἀπόδοσιν αὐτῆς).
Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς η´).
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ
τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι.
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν,
ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Γαλ. β´ 16-20)
Ἀδελφοί, εἰδότες ὅτι οὐ
δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ,
καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως
Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου
πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ
ἁμαρτωλοί, ἄρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα
ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ
νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι
ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ
τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Ἀλληλούϊα (γ´). Ἦχος α´. (Ψαλμὸς ογ´).
Στίχ. Μνήσθητι τῆς συναγωγῆς
σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν
τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ.
Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ
τῆς γῆς.
ΕΥΑΓΓΕΛΙΟΝ
Κυριακῆς μετὰ
τὴν Ὕψωσιν,
ζήτει τῇ Κυριακῇ Γ´ Νηστειῶν.
Ἐκ τοῦ κατὰ Μᾶρκον (η´ 34-38, θ´ 1).
Εἶπεν ὁ Κύριος· Ὅστις θέλει
ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ
καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει
αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν (ἐμοῦ καὶ) τοῦ εὐαγγελίου
σώσει αὐτήν. Τί γὰρ ὠφελεῖ ἄνθρωπον κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι
τὴν ψυχὴν αὐτοῦ; τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς
γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι
καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν
ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν
αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες
οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν
ἐν δυνάμει.
Δόξα
σοι, Κύριε, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου