Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 29 Μαρτίου 2015

Κυ­ρι­α­κὴ Ε´ Νη­στει­ῶν


Κυ­ρι­α­κὴ Ε´ Νη­στει­ῶν


Μα­ρί­ας ὁ­σί­ας τῆς Αἰ­γυ­πτί­ας (†522)·


ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος α´.

Τοῦ λί­θου σφρα­γι­σθέν­τος ὑ­πὸ τῶν Ἰ­ου­δαί­ων, καὶ στρα­τι­ω­τῶν φυ­λασ­σόν­των τὸ ἄ­χραν­τόν σου σῶ­μα, ἀ­νέ­στης τρι­ή­με­ρος Σω­τήρ, δω­ρού­με­νος τῷ κό­σμῳ τὴν ζω­ήν. Δι­ὰ τοῦ­το αἱ Δυ­νά­μεις τῶν οὐ­ρα­νῶν ἐ­βό­ων σοι Ζω­ο­δό­τα· Δό­ξα τῇ ἀ­να­στά­σει σου Χρι­στέ, δό­ξα τῇ Βα­σι­λεί­ᾳ σου, δό­ξα τῇ οἰ­κο­νο­μί­ᾳ σου, μό­νε Φι­λάν­θρω­πε.   
Δό­ξα. Τῆς Ὁ­σί­ας. Ἦχος πλ. δ´.
Ἐν σοὶ Μῆ­τερ ἀ­κρι­βῶς δι­ε­σώ­θη τὸ κατ᾿ εἰ­κό­να· λα­βοῦ­σα γὰρ τὸν Σταυ­ρόν, ἠ­κο­λού­θη­σας τῷ Χρι­στῷ, καὶ πράτ­του­σα ἐ­δί­δα­σκες ὑ­πε­ρο­ρᾶν μὲν σαρ­κὸς πα­ρέρ­χε­ται γάρ· ἐ­πι­με­λεῖ­σθαι
δὲ ψυ­χῆς, πράγ­μα­τος ἀ­θα­νά­του· δι­ὸ καὶ με­τὰ Ἀγ­γέ­λων συ­να­γάλ­λε­ται Ὁ­σί­α Μα­ρί­α τὸ πνεῦ­μά σου.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

 



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου