Κυριακὴ Ε´ Νηστειῶν
Μαρίας ὁσίας τῆς Αἰγυπτίας (†522)·
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος α´.
Τοῦ λίθου σφραγισθέντος
ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος
Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα·
Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε
Φιλάνθρωπε.
Δόξα. Τῆς Ὁσίας. Ἦχος πλ. δ´.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη
τὸ κατ᾿ εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ
πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ· ἐπιμελεῖσθαι
δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων
συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμά σου.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας
Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας
ὡς
Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν
σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου