ΜΕΓΑΛΥΝΑΡΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
Ἦχος α'
Μεγάλυνον ψυχή μου τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μεγάλυνον ψυχή μου τὸν ἐκ τῆς Παρθένου Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον ψυχή μου τὸν ἐν τῷ Σπηλαίῳ τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου τῶν ὑπὸ τῶν Μάγων Θεὸν προσκυνηθέντα.
Μυστήριον ξένον ὁρῶ, καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον
Χερουβικόν τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ Ἀχώρnτος Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τόν υπό
Αστέρος, τοίς Μάγοις μηνυθέντα.
Ἐξαίσιον δρόμον ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος,
Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ εἰς σωτηρίαν ἡμῶν.
Μεγάλυνον ψυχή μου, τήν
αγνήν Παρθένον, τήν γεννησαμένην, Χριστόν τόν Βασιλέα.
Νεηγενὲς Μάγων λεγόντων παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν. Mανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Μάγοι καί Ποιμένες, ήλθον προσκυνήσαι,
Χριστόν τόν γεννηθέντα, εν Βηθλεέμ τή πόλει.
Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι,
δεινὸν παιδοκτόνον ἐγκατέλιπον παιζόμενον.
Ἕτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα
Σήμερον ἡ Παρθένος τίκτει τὸν Δεσπότην ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σήμερον οι Ποιμένες, βλέπουσι
τόν Σωτήρα, σπαργάνοις ειλημένον, καί κείμενον εν Φάτνη.
Σήμερον ο Δεσπότης, ράκει
σπαργανούται, ο αναφής ως βρέφος.
Σήμερον πάσα κτίσις, αγάλλεται
καί χαίρει, ότι Χριστός ετέχθη, εκ τής Παρθένου Κόρης.
Ουράνιαι Δυνάμεις τεχθέντα τόν Σωτήρα,
Κύριον καί Δεσπότην, μηνύουσι τώ κόσμω.
Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ μήτηρ σθένους,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου.
Δόξα Πατρὶ...
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου
δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.
Καὶ νῦν...
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ΄ τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.
Καταβασίαι
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον
Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰαμβικὸς

Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου