Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 22 Απριλίου 2018

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ Ο ΤΡΟΠΑΙΟΦΟΡΟΣ

ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ Ο ΤΡΟΠΑΙΟΦΟΡΟΣ


ΤΗ ΚΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ τροπαιοφόρου. 


ΙΕΡΑ ΜΟΝΗ ΞΕΝΟΦΩΝΤΟΣ ΑΓΙΟΥ ΟΡΟΥΣ 
λείψανο της δεξιάς χείρας του Αγίου Γεωργίου
 
Δόξα... Ἦχος δ'
Τοῦ Στουδίτου
Τὸν νοερὸν ἀδάμαντα, τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον· ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐραστήν, διαβῆναι πρός τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς ἑορτῆς
Ἀπολυτίκιον Ἦχος δ'
ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

ΠΑΝΗΓΥΡΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ 2010 ΙΕΡΑ ΜΟΝΗ ΞΕΝΟΦΩΝΤΟΣ ΑΓΙΟΥ ΟΡΟΥΣ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου