Ευλόγει η ψυχή μου τον Κύριον

Σάββατο 11 Ιουνίου 2016

ΚΥΡΙΑΚΗ Ζ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ



ΚΥΡΙΑΚΗ Ζ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

«Τῶν ἁ­γί­ων 318 πα­τέ­ρων τῆς Α´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (325 μ.Χ.)». Ὀ­νου­φρί­ου ὁ­σί­ου (δ´ αἰ.). Πέ­τρου τοῦ ἐν Ἄ­θῳ (†734).
 


ΑΠΟΛΥΤΙΚΙΑ

Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. β.

γ­γε­λι­καὶ δυ­νά­μεις ἐ­πὶ τ μνῆ­μά σου, κα ο φυ­λάσ­σον­τες ἀ­πε­νε­κρώ­θη­σαν· κα ἵ­στα­το Μα­ρί­α ν τ τά­φῳ, ζη­τοῦ­σα τ ἄ­χραν­τόν σου σῶ­μα. Ἐ­σκύ­λευ­σας τν ᾅ­δην, μ πει­ρα­σθεὶς π᾿ αὐ­τοῦ· ὑ­πήν­τη­σας τ Παρ­θέ­νῳ, δω­ρού­με­νος τν ζω­ήν. ἀ­να­στὰς ἐκ τν νε­κρῶν, Κύ­ρι­ε δό­ξα σοι.

Δό­ξα. Τῶν Πα­τέ­ρων. Ἦ­χος πλ. δ´.

­περ­δε­δο­ξα­σμέ­νος εἶ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ φω­στῆ­ρας ἐ­πὶ γῆς τοὺς Πα­τέ­ρας ἡ­μῶν θε­με­λι­ώ­σας, καὶ δι᾿ αὐ­τῶν πρὸς τὴν ἀ­λη­θι­νὴν πί­στιν, πάν­τας ἡ­μᾶς ὁ­δη­γή­σας· πο­λυ­εύ­σπλαγ­χνε, δό­ξα σοι.

Καὶ νῦν. Τῆς ἑ­ορ­τῆς. Ἦ­χος δ´.

­νε­λή­φθης ἐν δό­ξῃ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, χα­ρο­ποι­ή­σας τοὺς Μα­θη­τάς, τῇ ἐ­παγ­γε­λί­ᾳ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, βε­βαι­ω­θέν­των αὐ­τῶν δι­ὰ τῆς εὐ­λο­γί­ας, ὅ­τι σὺ εἶ ὁ Υἱ­ὸς τοῦ Θε­οῦ, ὁ λυ­τρω­τὴς τοῦ κό­σμου.




 


ΑΠΟΣΤΟΛΟΣ

Προ­κεί­με­νον. Ἦ­χος δ´. Ὕ­μνος τρι­ῶν Παί­δων (Δα­νι­ὴλ γ´).

Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να.
Στίχ. Ὅ­τι δί­και­ος εἶ ἐ­πὶ πᾶ­σιν, οἷς ἐ­ποί­η­σας ἡ­μῖν, καὶ πάν­τα τὰ ἔρ­γα σου ἀ­λη­θι­νά, καὶ εὐ­θεῖ­αι αἱ ὁ­δοί σου.
Πρά­ξε­ων τῶν Ἀ­πο­στό­λων τὸ Ἀ­νά­γνω­σμα.

(Πρξ. κ´ 16-18, 28-36)

ν ταῖς ἡ­μέ­ραις ἐ­κεί­ναις, ἔ­κρι­νεν ὁ Παῦ­λος πα­ρα­πλεῦ­σαι τὴν Ἔ­φε­σον, ὅ­πως μὴ γέ­νη­ται αὐ­τῷ χρο­νο­τρι­βῆ­σαι ἐν τῇ Ἀ­σί­ᾳ· ἔ­σπευ­δε γάρ, εἰ δυ­να­τὸν ἦν αὐ­τῷ, τὴν ἡ­μέ­ραν τῆς πεν­τη­κο­στῆς γε­νέ­σθαι εἰς Ἱ­ε­ρο­σό­λυ­μα. Ἀ­πὸ δὲ τῆς Μι­λή­του πέμ­ψας εἰς Ἔ­φε­σον με­τε­κα­λέ­σα­το τοὺς πρε­σβυ­τέ­ρους τῆς ἐκ­κλη­σί­ας. Ὡς δὲ πα­ρε­γέ­νον­το πρὸς αὐ­τόν, εἶ­πεν αὐ­τοῖς· Προ­σέ­χε­τε οὖν ἑ­αυ­τοῖς καὶ παν­τὶ τῷ ποι­μνί­ῳ ἐν ᾧ ὑ­μᾶς τὸ Πνεῦ­μα τὸ Ἅ­γι­ον ἔ­θε­το ἐ­πι­σκό­πους, ποι­μαί­νειν τὴν ἐκ­κλη­σί­αν τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ, ἣν πε­ρι­ε­ποι­ή­σα­το δι­ὰ τοῦ ἰ­δί­ου αἵ­μα­τος. Ἐ­γὼ γὰρ οἶ­δα τοῦ­το, ὅ­τι εἰ­σε­λεύ­σον­ται με­τὰ τὴν ἄ­φι­ξίν μου λύ­κοι βα­ρεῖς εἰς ὑ­μᾶς μὴ φει­δό­με­νοι τοῦ ποι­μνί­ου· καὶ ἐξ ὑ­μῶν αὐ­τῶν ἀ­να­στή­σον­ται ἄν­δρες λα­λοῦν­τες δι­ε­στραμ­μέ­να τοῦ ἀ­πο­σπᾶν τοὺς μα­θη­τὰς ὀ­πί­σω αὐ­τῶν. Δι­ὸ γρη­γο­ρεῖ­τε, μνη­μο­νεύ­ον­τες ὅ­τι τρι­ε­τί­αν νύ­κτα καὶ ἡ­μέ­ραν οὐκ ἐ­παυ­σά­μην με­τὰ δα­κρύ­ων νου­θε­τῶν ἕ­να ἕ­κα­στον. Καὶ τὰ νῦν πα­ρα­τί­θε­μαι ὑ­μᾶς, ἀ­δελ­φοί, τῷ Θε­ῷ καὶ τῷ λό­γῳ τῆς χά­ρι­τος αὐ­τοῦ τῷ δυ­να­μέ­νῳ ἐ­ποι­κο­δο­μῆ­σαι καὶ δοῦ­ναι ὑ­μῖν κλη­ρο­νο­μί­αν ἐν τοῖς ἡ­γι­α­σμέ­νοις πᾶ­σιν. Ἀρ­γυ­ρί­ου ἢ χρυ­σί­ου ἢ ἱ­μα­τι­σμοῦ οὐ­δε­νὸς ἐ­πε­θύ­μη­σα· αὐ­τοὶ γι­νώ­σκε­τε ὅ­τι ταῖς χρεί­αις μου καὶ τοῖς οὖ­σι μετ᾿ ἐ­μοῦ ὑ­πη­ρέ­τη­σαν αἱ χεῖ­ρες αὗ­ται. Πάν­τα ὑ­πέ­δει­ξα ὑ­μῖν ὅ­τι οὕ­τω κο­πι­ῶν­τας δεῖ ἀν­τι­λαμ­βά­νε­σθαι τῶν ἀ­σθε­νούν­των, μνη­μο­νεύ­ειν τε τὸν λό­γον τοῦ Κυ­ρί­ου Ἰ­η­σοῦ, ὅ­τι αὐ­τὸς εἶ­πε· Μα­κά­ρι­όν ἐ­στι μᾶλ­λον δι­δό­ναι ἢ λαμ­βά­νειν. Καὶ ταῦ­τα εἰ­πών, θεὶς τὰ γό­να­τα αὐ­τοῦ σὺν πᾶ­σιν αὐ­τοῖς προ­σηύ­ξα­το.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος α´. (Ψαλ­μὸς μθ´).

Στίχ. Θε­ὸς θε­ῶν Κύ­ρι­ος ἐ­λά­λη­σε καὶ ἐ­κά­λε­σε τὴν γῆν ἀ­πὸ ἀ­να­το­λῶν ἡ­λί­ου μέ­χρι δυ­σμῶν.
Συ­να­γά­γε­τε αὐ­τῷ τοὺς ὁ­σί­ους αὐ­τοῦ, τοὺς δι­α­τι­θε­μέ­νους τὴν δι­α­θή­κην αὐ­τοῦ ἐ­πὶ θυ­σί­αις.


 

 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κα­τὰ Ἰ­ω­άν­νην (ιζ´ 1-13).

Τῷ και­ρῷ ἐ­κεί­νῳ ἐ­πά­ρας ὁ Ἰ­η­σοῦς τοὺς ὀ­φθαλ­μοὺς αὐ­τοῦ εἰς τὸν οὐ­ρα­νόν, εἶ­πε· Πά­τερ, ἐ­λή­λυ­θεν ἡ ὥ­ρα· δό­ξα­σόν σου τὸν υἱ­όν, ἵ­να καὶ ὁ υἱ­ός σου δο­ξά­σῃ σε, κα­θὼς ἔ­δω­κας αὐ­τῷ ἐ­ξου­σί­αν πά­σης σαρ­κός, ἵ­να πᾶν ὃ δέ­δω­κας αὐ­τῷ δώ­σῃ αὐ­τοῖς ζω­ὴν αἰ­ώ­νι­ον. Αὕ­τη δέ ἐ­στιν ἡ αἰ­ώ­νι­ος ζω­ή, ἵ­να γι­νώ­σκω­σί σε τὸν μό­νον ἀ­λη­θι­νὸν Θε­ὸν καὶ ὃν ἀ­πέ­στει­λας Ἰ­η­σοῦν Χρι­στόν. Ἐ­γώ σε ἐ­δό­ξα­σα ἐ­πὶ τῆς γῆς, τὸ ἔρ­γον ἐ­τε­λεί­ω­σα ὃ δέ­δω­κάς μοι ἵ­να ποι­ή­σω· καὶ νῦν δό­ξα­σόν με σύ, πά­τερ, πα­ρὰ σε­αυ­τῷ τῇ δό­ξῃ ᾗ εἶ­χον πρὸ τοῦ τὸν κό­σμον εἶ­ναι πα­ρὰ σοί. Ἐ­φα­νέ­ρω­σά σου τὸ ὄ­νο­μα τοῖς ἀν­θρώ­ποις οὓς δέ­δω­κάς μοι ἐκ τοῦ κό­σμου· σοὶ ἦ­σαν καὶ ἐ­μοὶ αὐ­τοὺς δέ­δω­κας, καὶ τὸν λό­γον σου τε­τη­ρή­κα­σι. Νῦν ἔ­γνω­καν ὅ­τι πάν­τα ὅ­σα δέ­δω­κάς μοι πα­ρὰ σοῦ εἰ­σιν· ὅ­τι τὰ ῥή­μα­τα ἃ ἔ­δω­κάς μοι δέ­δω­κα αὐ­τοῖς, καὶ αὐ­τοὶ ἔ­λα­βον καὶ ἔ­γνω­σαν ἀ­λη­θῶς ὅ­τι πα­ρὰ σοῦ ἐ­ξῆλ­θον, καὶ ἐ­πί­στευ­σαν ὅ­τι σύ με ἀ­πέ­στει­λας. Ἐ­γὼ πε­ρὶ αὐ­τῶν ἐ­ρω­τῶ· οὐ πε­ρὶ τοῦ κό­σμου ἐ­ρω­τῶ ἀλ­λὰ πε­ρὶ ὧν δέ­δω­κάς μοι, ὅ­τι σοί εἰ­σι, καὶ τὰ ἐ­μὰ πάν­τα σά ἐ­στιν καὶ τὰ σὰ ἐ­μά, καὶ δε­δό­ξα­σμαι ἐν αὐ­τοῖς. Καὶ οὐ­κέ­τι εἰ­μὶ ἐν τῷ κό­σμῳ, καὶ αὐ­τοὶ ἐν τῷ κό­σμῳ εἰ­σί, καὶ ἐ­γὼ πρὸς σὲ ἔρ­χο­μαι. Πά­τερ ἅ­γι­ε, τή­ρη­σον αὐ­τοὺς ἐν τῷ ὀ­νό­μα­τί σου οὓς δέ­δω­κάς μοι, ἵ­να ὦ­σιν ἓν κα­θὼς ἡ­μεῖς. Ὅ­τε ἤ­μην μετ᾿ αὐ­τῶν ἐν τῷ κό­σμῳ, ἐ­γὼ ἐ­τή­ρουν αὐ­τοὺς ἐν τῷ ὀ­νό­μα­τί σου οὓς δέ­δω­κάς μοι ἐ­φύ­λα­ξα, καὶ οὐ­δεὶς ἐξ αὐ­τῶν ἀ­πώ­λε­το εἰ μὴ ὁ υἱ­ὸς τῆς ἀ­πω­λεί­ας, ἵ­να ἡ γρα­φὴ πλη­ρω­θῇ. Νῦν δὲ πρὸς σὲ ἔρ­χο­μαι, καὶ ταῦ­τα λα­λῶ ἐν τῷ κό­σμῳ ἵ­να ἔ­χω­σι τὴν χα­ρὰν τὴν ἐ­μὴν πε­πλη­ρω­με­νην ἐν αὐτοῖς.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου