Ευλόγει η ψυχή μου τον Κύριον

Σάββατο 18 Ιουνίου 2016

ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ


ΔΕΥΤΕΡΑ μετὰ τὴν Πεντηκοστήν

ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ




ΑΠΟΛΥΤΙΚΙΑ

Τῆς Ἑορτῆς. Ἦ­χος πλ. δ´.

Εὐ­λο­γη­τὸς εἶ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ παν­σό­φους τοὺς ἁ­λι­εῖς ἀ­να­δεί­ξας, κα­τα­πέμ­ψας αὐ­τοῖς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, καὶ δι᾿ αὐ­τῶν τὴν οἰ­κου­μέ­νην σα­γη­νεύ­σας, Φι­λάν­θρω­πε, δό­ξα σοι. (ἐκ γ´)

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ


Ἀ­πό­στο­λον καὶ Εὐ­αγ­γέ­λι­ον τῆς ἡ­μέ­ρας.

ΑΠΟΣΤΟΛΟΣ

Προ­κεί­με­νον. Ἦ­χος πλ. δ´. (Ψαλ­μὸς κζ´).

Σῶ­σον, Κύ­ρι­ε, τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου.
Στίχ. Πρὸς σέ, Κύ­ρι­ε, κε­κρά­ξο­μαι, ὁ Θε­ός μου, μὴ πα­ρα­σι­ω­πή­σῃς ἀπ᾿ ἐ­μοῦ.
Πρὸς Ἐ­φε­σί­ους Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(Ἐφ. ε´ 8-19)

­δελ­φοί, ὡς τέ­κνα φω­τὸς πε­ρι­πα­τεῖ­τε· —ὁ γὰρ καρ­πὸς τοῦ Πνεύ­μα­τος ἐν πά­σῃ ἀ­γα­θω­σύ­νῃ καὶ δι­και­ο­σύ­νῃ καὶ ἀ­λη­θεί­α· —δο­κι­μά­ζον­τες τί ἐ­στιν εὐ­ά­ρε­στον τῷ Κυ­ρί­ῳ. Καὶ μὴ συγ­κοι­νω­νεῖ­τε τοῖς ἔρ­γοις τοῖς ἀ­κάρ­ποις τοῦ σκό­τους, μᾶλ­λον δὲ καὶ ἐ­λέγ­χε­τε· τὰ γὰρ κρυ­φῇ γι­νό­με­να ὑπ᾿ αὐ­τῶν αἰ­σχρόν ἐ­στι καὶ λέ­γειν· τὰ δὲ πάν­τα ἐ­λεγ­χό­με­να ὑ­πὸ τοῦ φω­τὸς φα­νε­ροῦ­ται· πᾶν γὰρ τὸ φα­νε­ρού­με­νον φῶς ἐ­στι. Δι­ὸ λέ­γει· Ἔ­γει­ρε ὁ κα­θεύ­δων καὶ ἀ­νά­στα ἐκ τῶν νε­κρῶν, καὶ ἐ­πι­φαύ­σει σοι ὁ Χρι­στός. Βλέ­πε­τε οὖν πῶς ἀ­κρι­βῶς πε­ρι­πα­τεῖ­τε, μὴ ὡς ἄ­σο­φοι ἀλλ᾿ ὡς σο­φοί, ἐ­ξα­γο­ρα­ζό­με­νοι τὸν και­ρόν, ὅ­τι αἱ ἡ­μέ­ραι πο­νη­ραί εἰ­σι. Δι­ὰ τοῦ­το μὴ γί­νε­σθε ἄ­φρο­νες, ἀλ­λὰ συ­νι­έν­τες τί τὸ θέ­λη­μα τοῦ Κυ­ρί­ου. Καὶ μὴ με­θύ­σκε­σθε οἴ­νῳ, ἐν ᾧ ἐ­στιν ἀ­σω­τί­α, ἀλ­λὰ πλη­ροῦ­σθε ἐν Πνεύ­μα­τι, λα­λοῦν­τες ἑ­αυ­τοῖς ψαλ­μοῖς καὶ ὕ­μνοις καὶ ᾠ­δαῖς πνευ­μα­τι­καῖς, ᾄ­δον­τες καὶ ψάλ­λον­τες ἐν τῇ καρ­δί­ᾳ ὑ­μῶν τῷ Κυ­ρί­ῳ.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος β´. (Ψαλ­μὸς ν´).

Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.
Μὴ ἀ­ποῤ­ῥί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου καὶ τὸ Πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ

 

ΕΥΑΓΓΕΛΙΟΝ

Ἐκ τοῦ κα­τὰ Ματ­θαῖ­ον (ιη´ 10-20).

Εἶ­πεν ὁ Κύ­ρι­ος· Ὁ­ρᾶ­τε μὴ κα­τα­φρο­νή­ση­τε ἑ­νὸς τῶν μι­κρῶν τού­των· λέ­γω γὰρ ὑ­μῖν ὅ­τι οἱ ἄγ­γε­λοι αὐ­τῶν ἐν οὐ­ρα­νοῖς δι­ὰ παν­τὸς βλέ­που­σι τὸ πρό­σω­πον τοῦ πα­τρός μου τοῦ ἐν οὐ­ρα­νοῖς. Ἦλ­θε γὰρ ὁ υἱ­ὸς τοῦ ἀν­θρώ­που σῶ­σαι τὸ ἀ­πο­λω­λός. Τί ὑ­μῖν δο­κεῖ; ἐ­ὰν γέ­νη­ταί τι­νι ἀν­θρώ­πῳ ἑ­κα­τὸν πρό­βα­τα καὶ πλα­νη­θῇ ἓν ἐξ αὐ­τῶν, οὐ­χὶ ἀ­φεὶς τὰ ἐ­νε­νή­κον­τα ἐν­νέ­α ἐ­πὶ τὰ ὄ­ρη πο­ρευ­θεὶς ζη­τεῖ τὸ πλα­νώ­με­νον; Καὶ ἐ­ὰν γέ­νη­ται εὑ­ρεῖν αὐ­τό, ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι χαί­ρει ἐπ᾿ αὐ­τῷ μᾶλ­λον ἢ ἐ­πὶ τοῖς ἐ­νε­νή­κον­τα ἐν­νέ­α τοῖς μὴ πε­πλα­νη­μέ­νοις. Οὕ­τως οὐκ ἔ­στι θέ­λη­μα ἔμ­προ­σθεν τοῦ πα­τρὸς ὑ­μῶν τοῦ ἐν οὐ­ρα­νοῖς ἵ­να ἀ­πό­λη­ται εἷς τῶν μι­κρῶν τού­των. Ἐ­ὰν δὲ ἁ­μαρ­τή­σῃ εἰς σὲ ὁ ἀ­δελ­φός σου, ὕ­πα­γε ἔ­λεγ­ξον αὐ­τὸν με­τα­ξὺ σοῦ καὶ αὐ­τοῦ μό­νου· ἐ­άν σου ἀ­κού­σῃ, ἐ­κέρ­δη­σας τὸν ἀ­δελ­φόν σου· Ἐ­ὰν δὲ μὴ ἀ­κού­σῃ, πα­ρά­λα­βε με­τὰ σοῦ ἔ­τι ἕ­να ἢ δύ­ο, ἵ­να ἐ­πὶ στό­μα­τος δύ­ο μαρ­τύ­ρων ἢ τρι­ῶν στα­θῇ πᾶν ῥῆ­μα. Ἐ­ὰν δὲ πα­ρα­κού­σῃ αὐ­τῶν, εἰ­πὲ τῇ ἐκ­κλη­σί­ᾳ· ἐ­ὰν δὲ καὶ τῆς ἐκ­κλη­σί­ας πα­ρα­κού­σῃ, ἔ­στω σοι ὥ­σπερ ὁ ἐ­θνι­κὸς καὶ ὁ τε­λώ­νης. Ἀ­μὴν λέ­γω ὑ­μῖν, ὅ­σα ἐ­ὰν δή­ση­τε ἐ­πὶ τῆς γῆς, ἔ­σται δε­δε­μέ­να ἐν τῷ οὐ­ρα­νῷ, καὶ ὅ­σα ἐ­ὰν λύ­ση­τε ἐ­πὶ τῆς γῆς, ἔ­σται λε­λυ­μέ­να ἐν τῷ οὐ­ρα­νῷ. Πά­λιν ἀ­μὴν λέ­γω ὑ­μῖν ὅ­τι ἐ­ὰν δύ­ο ὑ­μῶν συμ­φω­νή­σω­σιν ἐ­πὶ τῆς γῆς πε­ρὶ παν­τὸς πράγ­μα­τος οὗ ἐ­ὰν αἰ­τή­σων­ται, γε­νή­σε­ται αὐ­τοῖς πα­ρὰ τοῦ Πα­τρός μου τοῦ ἐν οὐ­ρα­νοῖς. Οὗ γάρ εἰ­σι δύ­ο ἢ τρεῖς συ­νηγ­μέ­νοι εἰς τὸ ἐ­μὸν ὄ­νο­μα, ἐ­κεῖ εἰ­μι ἐν μέ­σῳ αὐ­τῶν.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου