Κυριακὴ ΙΖ´ Λουκᾶ (Ἀσώτου) - Μνήμη τοῦ Ἁγίου
Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου, καὶ τοῦ
Ἁγίου Προφήτου Ζαχαρίου
Αναγνώσματα Κυριακὴς ΙΖ´ Λουκᾶ_πάτησε πάνω στο σύνδεσμο
ΚΗΡΥΓΜΑ ΑΠΟΣΤΟΛΟΥ ΚΥΡΙΑΚΗΣ_ΑΡΧΙΜΑΝΔΡΙΤΟΥ ΜΕΛΕΤΙΟΥ ΑΠ. ΒΑΔΡΑΧΑΝΗ_πάτησε πάνω στον σύνδεσμο
Ἀπολυτίκιον
Τὸ Ἀναστάσιμον. Ἦχος β´.
Ὅτε κατῆλθες
πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος· ὅτε
δὲ καὶ τοὺς τεθνεῶτας, ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Του Αγίου Ἦχος δ'
Στρατολογίᾳ ἀληθεῖ Ἀθλοφόρε,
τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλὴς γεγένησαι
Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως,
παρετάξω ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν
δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης ἀθλητής· ὅθεν σε πίστει ἀεὶ μακαρίζομεν.
Τοῦ Προφήτου σου τὴν μνήμην Κύριε
ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν, σῶσον
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν... Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ
Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν,
φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ
σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις
τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.Αναγνώσματα Κυριακὴς ΙΖ´ Λουκᾶ_πάτησε πάνω στο σύνδεσμο
ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΟΥ_Κυριακὴς ΙΖ´ Λουκᾶ_ΤΟΥ ἈΣΩΤΟΥ _ΜΑΚΑΡΙΣΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ_πάτησε πάνω στον σύνδεσμο
ΚΗΡΥΓΜΑ ΑΠΟΣΤΟΛΟΥ ΚΥΡΙΑΚΗΣ_ΑΡΧΙΜΑΝΔΡΙΤΟΥ ΜΕΛΕΤΙΟΥ ΑΠ. ΒΑΔΡΑΧΑΝΗ_πάτησε πάνω στον σύνδεσμο
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου