† ΚΥΡΙΑΚΗ ΙΑ´ ΛΟΥΚΑ
«Τῶν ἁγίων προπατόρων». Δανιὴλ ὁσίου τοῦ στυλίτου. Λουκᾶ τοῦ νέου
(†980). Λεοντίου ὁσίου τοῦ ἐν Ἀχαΐᾳ (†1452).
Ἦχος πλ. δ´. Ἑωθινὸν
γ´.
(τυπικὸν
Κυριακῆς ἁγίων προπατόρων §§ 1-3).
ΕΙΔΗΣΙΣ
Κατὰ τὴν ἑνδεκάτην τοῦ παρόντος, εἰ τύχοι ἐν Κυριακῇ, ἢ τῇ πρώτῃ μετ᾿ αὐτὴν ἐρχομένῃ, διὰ τὸ ἐγγίζειν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Γέννησιν, μνείαν ποιούμεθα τῶν πρὸ Νόμου καὶ ἐν Νόμῳ κατὰ σάρκα Προπατόρων αὐτοῦ.
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις
ἡμῶν, Κύριε, δόξα σοι.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Τῶν Προπατόρων. Ἦχος β´.
Ἐν πίστει τοὺς Προπάτορας
ἐδικαίωσας, τὴν ἐξ ἐθνῶν δι᾿ αὐτῶν, προμνηστευσάμενος Ἐκκλησίαν.
Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπὸς
εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός,
σῶσον τὰς ψυχὰς ἡμῶν.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟΠΑΤΟΡΩΝ
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΚΥΡΙΑΚΗΣ ΙΑ ΛΟΥΚΑ
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ
ΚΗΡΥΓΜΑ ΑΠΟΣΤΟΛΟΥ ΚΥΡΙΑΚΗΣ ΙΑ ΛΟΥΚΑ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου