Κυριακὴ τῶν Βαΐων
ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον. Ἦχος α´.
Τὴν κοινὴν Ἀνάστασιν,
πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ
ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες,
σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος
ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Ἕτερον. Ἦχος δ´.
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
ΚΗΡΥΓΜΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ - ΜΑΚΑΡΙΣΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ
ΚΗΡΥΓΜΑ ΑΠΟΣΤΟΛΟΥ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΒΑΪΩΝ - ΑΡΧΙΜΑΝΔΡΙΤΗ ΜΕΛΕΤΙΟΥ ΑΠ. ΒΑΔΡΑΧΑΝΗ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου