Ευλόγει η ψυχή μου τον Κύριον

Παρασκευή 16 Ιανουαρίου 2015

ΑΓΙΟΣ ΑΝΤΩΝΙΟΣ

ΑΓΙΟΣ ΑΝΤΩΝΙΟΣ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὴν ψυχήν σου δεσμεύσας πόθῳ Χριστοῦ, τὰ γεώδη μισήσας πάντα σαφῶς, ηὐλίσθης Πάτερ Ὅσιε, ἐν ἐρήμοις καὶ ὄρεσι· τοῦ γνωστικοῦ γὰρ ξύλου, γευσάμενος ἔνδοξε, ὡς ἐξ ἀδύτων μύστης, ἀγγελικῶς διέλαμψας· ὅθεν καὶ τὸν γνόφον, διαβὰς τῆς σαρκός σου, τὸ σκότος ἐδίωξας, τῶν δαιμόνων μακάριε, Μοναζόντων ὁ πρόκριτος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Δόξα... τὸ αὐτὸ
  Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, ἀφράστως ἀπεκύησας, τὸν τὰ πάντα ποιήσαντα· καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα κατέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν κόσμον ἐκτρέφοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε παράσχου μοι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάχραντε.
  Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν Ἀσκητὴν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν, ὡς νεκρώσαντα πάσας τὰς προσβολὰς τῶν παθῶν, δι᾿ ἐγκρατείας καὶ στερρᾶς ὑπομονῆς ἀληθῶς, καὶ καταισχύναντα σφοδρῶς, τὸν ἀντίπαλον ἐχθρόν, καὶ πάσας τούτου ἐπάρσεις· καὶ νῦν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξα... τὸ αὐτὸ
  Καὶ νῦν... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, ἣν προεκήρυξαν πάντες οἱ δικαιότατοι, καὶ ὁ Προφήτης Δανιήλ, Ὄρος ἀλάξευτον, καὶ Δαυῒδ ὁ μελῳδός, σὺν Μωϋσεῖ καὶ τοῖς λοιποίς, Βάτον καὶ Στάμνον καὶ Ῥάβδον, Νεφέλην Πύλην καὶ θρόνον, μέγα Ὄρος ἀναδειχθεῖσαν ἡμῖν.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ᾿ ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου· καὶ σαρκὸς ἔξω Πάτερ, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου γέγονας, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, τὰς ἐρήμους ἐπόλισας, θεοφόρε Ἀντώνιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ἦχος δ'
Ἐπεφάνης σήμερον
Τ φωτὶ λαμπομενος, τ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις, διδαχαῖς, καταφωτίζων Ἀντώνιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Καὶ νῦν... Θεοτοκίον
Ἐπελεύσει Πνεύματος, τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, Ἁγνὴ Ἀγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις. 
 
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Τοὺς βιωτικοὺς θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς τὸν βίον ἐξετέλεσας, τὸν Βαπτιστὴν μιμούμενος, κατὰ πάντα τρόπον Ὁσιώτατε, σὺν αὐτῷ οὖν σε γεραίρομεν, Πατέρων Πάτερ Ἀντώνιε.
Ὁ Οἶκος
Τῆς τοῦ Χριστοῦ φωνῆς ἐπακούσας, ἐπορεύθης ὀπίσω τῶν αὐτοῦ ἐντολῶν, γυμνὸς τοῦ βίου γενόμενος, καὶ ἀπορρίψας φροντίδας πάσας τῶν χρημάτων, κτημάτων, καὶ οἰκετῶν σου, καὶ ἀδελφῆς τὴν στοργήν, θεοφόρε Ἀντώνιε· καὶ μόνος ἐν τοῖς ἐρήμοις, τῷ Θεῷ ὁμιλῶν καθαρώτατα, γνώσεως χάριν εἴληφας· ἣν μοι πέμψον ὑμνεῖν σε μέλλοντι, Πατέρων Πάτερ Ἀντώνιε.
Συναξάριον
Τ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου.
Στίχοι
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν.
Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βερροίας ἀσκήσαντος.
Στίχοι
Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον,
Εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ;
Τ αὐτ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις,
Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

 Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Καινὴν ὁδὸν καὶ ἄτριπτον, ἀνθρώποις ἐκ νεότητος, ἀναλαβὼν θεοφόρε, ταύτην θερμῶς ἕως τέλους, ἀνεπιστρόφως ὥδευσας, νόμῳ καινῷ πειθόμενος, Χριστοῦ, καὶ πρῶτος πέφηνας, καθηγητὴς τῆς ἐρήμου, καὶ Μοναζόντων ἀκρότης.
Ἕτερον Ἐν Πνεύματι τῷ Ἱερῷ
Φωστὴρ φωστήρων γέγονας, Μοναστῶν δὲ ἀλείπτης, καὶ ἀρχηγὸς Ἀντώνιε, οἰκουμένης τὸ κλέος, διδάσκων οἷα γενναῖος, στρατηγέτης ἄριστα, τὰς τῶν δαιμόνων ἐφόδους, μὴ πτοεῖσθαι ἀρρωγόν, κεκτημένους τὸν Χριστόν, τῆς πλάνης τὸν καθαιρέτην.
Ἕτερον ὅμοιον
Ἐν σώματι διατελῶν, τῶν Ἀγγέλων τὸν βίον, ὑπῆλθες ὥσπερ ἄσαρκος, καὶ τῷ κόσμῳ ἐδείχθης, φωστὴρ ἀειλαμπέστατος, καὶ τοῖς πᾶσιν ἔδειξας, Ἀντώνιε θεοφόρε, Μοναζόντων τὸ κλέος, Ἀσκητῶν ἡ καλλονή, καὶ τῶν Πατέρων ἡ δόξα.
Θεοτοκίον
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένα εἰς Θεοῦ, ἐμβίβασον θελημάτων. 
 
Ἀπολυτίκιον Ἦχος δ'
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 


Προκείμενον. Ἦχος βαρύς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα    13:17-21
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν, πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν ᾽Ιησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀλληλούϊα. Ἦχος πλ. β΄
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. Τί  ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων;

Εἰς τὴν Λειτουργίαν
Ἐκ τοῦ κατὰ Λουκᾶν
στ΄ 17 - 23
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου