Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 4 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ ΙΗ´ (Β´ ΛΟΥΚΑ)



ΚΥΡΙΑΚΗ ΙΗ´ (Β´ ΛΟΥΚΑ)

Ἱ­ε­ρο­θέ­ου ἀ­ε­ρο­πα­γί­του, πρώ­του ἐ­πι­σκό­που Ἀ­θη­νῶν (α´ αἰ.).


ΑΠΟΛΥΤΙΚΙΑ


Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος α.

Το λί­θου σφρα­γι­σθέν­τος ὑ­πὸ τν Ἰ­ου­δαί­ων, κα στρα­τι­ω­τῶν φυ­λασ­σόν­των τ ἄ­χραν­τόν σου σῶ­μα, ἀ­νέ­στης τρι­ή­με­ρος Σω­τήρ, δω­ρού­με­νος τ κό­σμῳ τν ζω­ήν. Δι­ὰ τοῦ­το α Δυ­νά­μεις τν οὐ­ρα­νῶν ἐ­βό­ων σοι Ζω­ο­δό­τα· Δό­ξα τ ἀ­να­στά­σει σου Χρι­στέ, δό­ξα τ Βα­σι­λεί­ᾳ σου, δό­ξα τ οἰ­κο­νο­μί­ᾳ σου, μό­νε Φι­λάν­θρω­πε.

Δό­ξα. Τ αὐ­τό. Καὶ νῦν. Θε­ο­το­κί­ον.

Το Γα­βρι­ὴλ φθεγ­ξα­μέ­νου σοι Παρ­θέ­νε τ Χαῖ­ρε, σν τ φω­νῇ ἐ­σαρ­κοῦ­το ὁ τν ὅ­λων Δε­σπό­της, ν σο τ ἁ­γί­ᾳ κι­βω­τῷ, ς ἔ­φη ὁ δί­και­ος Δαυ­ΐδ. Ἐ­δεί­χθης Πλα­τυ­τέ­ρα τν οὐ­ρα­νῶν, βα­στά­σα­σα τν Κτί­στην σου. Δό­ξα τ ἐ­νοι­κή­σαν­τι ἐν σοί· δό­ξα τ προ­ελ­θόν­τι κ σο· δό­ξα τ ἐ­λευ­θε­ρώ­σαν­τι ἡ­μᾶς, δι­ὰ το τό­κου σου.
 
 ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ 



   

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ

Κον­τά­κι­ον καὶ Οἶ­κος τὰ Ἀ­να­στά­σι­μα.


Κον­τά­κι­ον. Ἦ­χος α. Ὅ­ταν ἔλ­θῃς ὁ Θε­ός.

­ξα­νέ­στης ὡς Θε­ός, κ το τά­φου ν δό­ξῃ, κα κό­σμον συ­να­νέ­στη­σας, κα φύ­σις τν βρο­τῶν, ς Θε­όν σε ἀ­νύ­μνη­σε, κα θά­να­τος ἠ­φά­νι­σται, κα Ἀ­δὰμ χο­ρεύ­ει, Δέ­σπο­τα, κα Εὔ­α νν κ τν δε­σμῶν λυ­τρου­μέ­νη, χαί­ρει κρά­ζου­σα· Σ ε πᾶ­σι πα­ρέ­χων, Χρι­στὲ τν ἀ­νά­στα­σιν.

Οἶ­κος.

Τν ἀ­να­στάν­τα τρι­ή­με­ρον ἀ­νυ­μνή­σω­μεν, ς Θε­ὸν παν­το­δύ­να­μον, κα πύ­λας το ᾅ­δου συν­τρί­ψαν­τα, κα τος π᾿ αἰ­ῶ­νος κ τά­φου ἐ­γεί­ραν­τα, Μυ­ρο­φό­ροις ὀ­φθέν­τα, κα­θὼς ηὐ­δό­κη­σε, πρώ­ταις ταύ­ταις τό, Χαί­ρε­τε, φή­σας· κα Ἀ­πο­στό­λοις χα­ρὰν μη­νύ­ων, ς μό­νος ζω­ο­δό­της. Ὅ­θεν πί­στει α γυ­ναῖ­κες, Μα­θη­ταῖς σύμ­βο­λα νί­κης εὐ­αγ­γε­λί­ζον­ται, κα ᾅ­δης στε­νά­ζει, κα θά­να­τος ὀ­δύ­ρε­ται, κα κό­σμος ἀ­γάλ­λε­ται, κα πάν­τες συγ­χαί­ρου­σι· Σ γρ πα­ρέ­σχες πᾶ­σι Χρι­στέ, τν ἀ­νά­στα­σιν.

Συ­να­ξά­ρι­ον.

Τῇ Δ´ τοῦ αὐ­τοῦ μη­νὸς μνή­μη τοῦ ἐν Ἁ­γί­οις πα­τρὸς ἡ­μῶν Ἱ­ε­ρο­θέ­ου, Ἐ­πι­σκό­που Ἀ­θη­νῶν.
Στίχ. Ἱ­ε­ρό­θε­ος ἱ­ε­ρώ­θη σοι πά­λαι·
Νῦν δ᾿ αὖ με­τα­στάς, καὶ συ­νή­φθη σοι, Λό­γε.
Ἠ­οῖ σῆ­μα κά­λυ­ψε τε­τάρ­τῃ Ἱ­ε­ρό­θει­ον.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἁ­γί­ου Ἱ­ε­ρο­μάρ­τυ­ρος Πέ­τρου Κα­πι­τω­λί­ων. (†715)
Στίχ. Εὔ­θη­κτος ὢν μά­χαι­ρα Πνεύ­μα­τος Πέ­τρος,
Τὸ τοῦ ξί­φους εὔ­θη­κτον οὐκ ἐ­δει­λί­α.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τῆς ἁ­γί­ας Μάρ­τυ­ρος Δο­μνί­νης καὶ τῶν θυ­γα­τέ­ρων αὐ­τῆς Βε­ρί­νης καὶ Προσ­δό­κης. (†303)
Στίχ. Τὸ τοῦ πο­τα­μοῦ ῥεῦ­μα ῥύμ­μα τρεῖς κό­ραι
Βι­ω­τι­κῶν ἔ­χου­σιν ἀ­γνο­η­μά­των.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ἁ­γί­ου Μάρ­τυ­ρος Αὐ­δά­κτου καὶ Καλ­λι­σθέ­νης τῆς αὐ­τοῦ θυ­γα­τρός. (†310)
Στίχ. Ξί­φει θα­νών, Αὔ­δα­κτε Μάρ­τυς Κυ­ρί­ου,
Σὺν Μάρ­τυ­σι ζῇς καὶ Θε­ὸν ζῶν­τα βλέ­πεις.
Θε­οῦ θε­ω­ρεῖ κάλ­λος ἡ Καλ­λι­σθέ­νη,
Οὗ­περ τὸ θεῖ­ον εἶ­χεν εἰς σκέ­πην σθέ­νος.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τοῦ ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Ἀμ­μοῦν τοῦ Αἰ­γυ­πτί­ου. (δ´ αἰ.)
Στίχ. Ἀ­σκή­σε­ως δι­ῆλ­θε τὴν στε­νὴν τρί­βον,
Ἀμ­μοῦν ὁ θεῖ­ος, καὶ τρυ­φῆς εὗ­ρε πλά­τος.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μη τῶν ἁ­γί­ων Μαρ­τύ­ρων Φαύ­στου, Γα­ΐ­ου, Εὐ­σε­βί­ου καὶ Χαι­ρή­μο­νος, τῶν Δι­α­κό­νων.
Στίχ. Xριστῷ συνήφθη ἡ τετρὰς Διακόνων,
Φαῦστος, Γάϊος, Eὐσέβιος, Xαιρήμων.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Θε­ο­δώ­ρου, τοῦ Τα­μα­σέ­ως, μα­θη­τοῦ γε­νο­μέ­νου τοῦ Ἁ­γί­ου Ἡ­ρα­κλει­δί­ου.
Στίχ. Ὀ­σφὺν νο­η­τὴν ἀ­ρε­ταῖς ἐ­ζω­σμέ­νος,
Εὔ­ζω­νος Θε­ό­δω­ρε, πρὸς πό­λον τρέ­χεις.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Ἰ­ω­άν­νου τοῦ Λαμ­πα­δι­στοῦ, τοῦ ἐν Μα­ρα­θάσ­σῃ τῆς Κύ­πρου ἀ­σκή­σαν­τος καὶ εἰς ἡ­λι­κί­αν εἴ­κο­σι καὶ δύ­ο ἐ­τῶν εἰ­ρη­νι­κῶς τε­λει­ω­θέν­τος.
Στίχ. Ὁ Ἰ­ω­άν­νης ἀ­ρε­τῶν πλεί­σταις χρό­αις,
Ἐν οὐ­ρα­νοῖς ἔ­λαμ­ψεν ὡς ἴ­ρις νέ­α.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τῶν Ὁ­σί­ων Πα­τέ­ρων ἡ­μῶν Ἑλ­λα­δί­ου, Ὀ­νη­σί­μου καὶ Ἀμ­μοῦν τῆς Λαύ­ρας τῶν Σπη­λαί­ων τοῦ Κι­έ­βου.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἐν Ὁ­σί­οις εὐ­σε­βε­στά­του Ἡ­γε­μό­νος τῶν Σέρ­βων Στε­φά­νου τοῦ Στυ­λι­ά­νο­βιτς καὶ τῆς συ­ζύ­γου αὐ­τοῦ Ἑ­λέ­νης, τῆς δι­ὰ τοῦ μο­να­χι­κοῦ σχή­μα­τος με­το­νο­μα­σθεί­σης Ἐ­λι­σά­βετ, ἐν τῇ Μο­νῇ Σι­σά­το­βατς.

*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, (δ´ Ὀ­κτω­βρί­ου), μνεί­αν ἄ­γο­μεν τῶν ἐ­λευ­θε­ρί­ων τῆς Ξάν­θης καὶ τῆς λοι­πῆς Θρᾴ­κης, καθ᾿ ἣν εὐ­γνω­μό­νως ὑ­μνοῦ­μεν τὴν ἐ­λευ­θε­ρώ­σα­σαν ἡ­μᾶς ἐκ τῆς μα­κρο­χρο­νί­ου δου­λεί­ας Ὑ­πε­ρα­γί­αν Θε­ο­τό­κον, τὴν Ἀρ­χαγ­γε­λι­ώ­τισ­σαν.
Στίχ. Τὰ σῶ­στρά σοι ᾄ­δο­μεν Θε­ο­γεν­νῆ­τορ
Ξάν­θη καὶ πᾶ­σα Θρᾴ­κη εὐ­γνω­μό­νως.
Τε­τάρ­τῃ Ἀρ­χαγ­γε­λι­ω­τίσ­σῃ ἀ­εί­δω Κού­ρῃ.

*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, πρώ­τῃ Κυ­ρι­α­κῇ τοῦ Ὀ­κτω­βρί­ου, Σύ­να­ξιν ἐ­πι­τε­λοῦ­μεν πάν­των τῶν δυ­σε­ξα­ριθ­μή­των Ἁ­γί­ων τῆς Κύ­πρου, τῶν ἀ­θλή­σει καὶ ἀ­σκή­σει ἢ ἐν Ἀ­πο­στο­λι­κῇ κλή­σει καὶ Ἱ­ε­ρα­τι­κῇ λει­τουρ­γί­ᾳ καὶ ἐν θαύ­μα­σι πλεί­στοις δι­α­λαμ­ψάν­των.
Στίχ. Ἡ Κύ­προς ἑ­όρ­τα­ζε εὐ­φραι­νο­μέ­νη,
Ἐν σοὶ γὰρ δι­έ­λαμ­ψε πλη­θὺς Ἁ­γί­ων.
Κύ­προς θε­ο­ει­δῆ ὁ­μή­γυ­ριν Χρι­στοῦ ἑ­ταί­ρων κυ­δαί­νει.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, πρώ­τῃ Κυ­ρι­α­κῇ τοῦ Ὀ­κτω­βρί­ου Σύ­να­ξιν ἐ­πι­τε­λοῦ­μεν καὶ τῶν πέν­τε Ἁ­γί­ων τῆς πε­ρι­πύ­στου Ἀ­θω­νι­ά­δος Σχο­λῆς, ἤ­τοι Κο­σμᾶ τοῦ Αἰ­τω­λοῦ, Μα­κα­ρί­ου τοῦ Νο­τα­ρᾶ, Ἐ­πι­σκό­που Κο­ρίν­θου, Ἀ­θα­να­σί­ου τοῦ Πα­ρί­ου, Νι­κο­δή­μου τοῦ Ἁ­γι­ο­ρεί­του καὶ Ἀ­θα­να­σί­ου Νε­ο­μάρ­τυ­ρος, τοῦ Κου­λα­κι­ώ­του.
Στίχ. Πεν­τά­ριθ­μον σύ­στη­μα δε­δο­ξα­σμέ­νον
Τὴν θεί­αν χρη­στό­τη­τα ἡ­μῖν αἰ­τεῖ­σθε.
Χο­ρὸν θε­ου­δῆ ἀ­νέ­ρων ἱ­ε­ρῶν χρε­ὼν ὕ­δειν.
Ἔ­τι δὲ καὶ Σύ­να­ξιν πάν­των τῶν ἐν Κα­ζὰν τῆς Ῥω­σί­ας ἁ­γι­α­σθέν­των.
Ταῖς τῶν Ἁ­γί­ων σου πρε­σβεί­αις, ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.

ΑΠΟΣΤΟΛΟΣ


Κυ­ρι­α­κῆς ΙΗ´ ἑ­βδο­μά­δος ἐ­πι­στο­λῶν.


Προ­κεί­με­νον καὶ Ἀλ­λη­λού­ϊ­α τοῦ ἤ­χου.


Προ­κεί­με­νον. Ἦ­χος α´. (Ψαλ­μὸς λβ´).

Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ.
Στίχ. Ἀ­γαλ­λι­ᾶ­σθε, δί­και­οι, ἐν Κυ­ρί­ῳ, τοῖς εὐ­θέ­σι πρέ­πει αἴ­νε­σις.
Πρὸς Κο­ριν­θί­ους Β´ Ἐ­πι­στο­λῆς Παύ­λου τὸ Ἀ­νά­γνω­σμα.

(Β´ Κορ. θ´ 6-11).

­δελ­φοί, ὁ σπεί­ρων φει­δο­μέ­νως φει­δο­μέ­νως καὶ θε­ρί­σει, καὶ ὁ σπεί­ρων ἐπ᾿ εὐ­λο­γί­αις ἐπ᾿ εὐ­λο­γί­αις καὶ θε­ρί­σει. Ἕ­κα­στος κα­θὼς προ­αι­ρεῖ­ται τῇ καρ­δί­ᾳ, μὴ ἐκ λύ­πης ἢ ἐξ ἀ­νάγ­κης· ἱ­λα­ρὸν γὰρ δό­την ἀ­γα­πᾷ ὁ Θε­ός. Δυ­να­τὸς δὲ ὁ Θε­ὸς πᾶ­σαν χά­ριν πε­ρισ­σεῦ­σαι εἰς ὑ­μᾶς, ἵ­να ἐν παν­τὶ πάν­το­τε πᾶ­σαν αὐ­τάρ­κει­αν ἔ­χον­τες πε­ρισ­σεύ­η­τε εἰς πᾶν ἔρ­γον ἀ­γα­θόν, κα­θὼς γέ­γρα­πται· «Ἐ­σκόρ­πι­σεν, ἔ­δω­κε τοῖς πέ­νη­σιν· ἡ δι­και­ο­σύ­νη αὐ­τοῦ μέ­νει εἰς τὸν αἰ­ῶ­να». Ὁ δὲ ἐ­πι­χο­ρη­γῶν σπέρ­μα τῷ σπεί­ρον­τι καὶ ἄρ­τον εἰς βρῶ­σιν χο­ρη­γή­σαι καὶ πλη­θύ­ναι τὸν σπό­ρον ὑ­μῶν, καὶ αὐ­ξή­σαι τὰ γε­νή­μα­τα τῆς δι­και­ο­σύ­νης ὑ­μῶν· ἐν παν­τὶ πλου­τι­ζό­με­νοι εἰς πᾶ­σαν ἁ­πλό­τη­τα, ἥ­τις κα­τερ­γά­ζε­ται δι᾿ ἡ­μῶν εὐ­χα­ρι­στί­αν τῷ Θε­ῷ.

Ἀλ­λη­λού­ϊ­α (γ´). Ἦ­χος α´. (Ψαλ­μὸς ιζ´).

Στίχ. Ὁ Θε­ὸς ὁ δι­δοὺς ἐκ­δι­κή­σεις ἐ­μοὶ καὶ ὑ­πο­τά­ξας λα­οὺς ὑπ᾿ ἐ­μέ.
Με­γα­λύ­νων τὰς σω­τη­ρί­ας τοῦ βα­σι­λέ­ως καὶ ποι­ῶν ἔ­λε­ος τῷ Δαυ­ῒδ καὶ τῷ σπέρ­μα­τι αὐ­τοῦ ἕ­ως αἰ­ῶ­νος.

 

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ
ΤΗΝ ΑΝΑΛΥΣΗ ΤΗΣ ΑΠΟΣΤΟΛΙΚΗΣ ΠΕΡΙΚΟΠΗΣ ΚΥΡΙΑΚΗΣ ΙΗ' 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ


Κυ­ρι­α­κῆς Β´ Λου­κᾶ.


Ἐκ τοῦ κα­τὰ Λου­κᾶν (Ϛ´ 31-36).

Εἶ­πεν ὁ Κύ­ρι­ος· κα­θὼς θέ­λε­τε ἵ­να ποι­ῶ­σιν ὑ­μῖν οἱ ἄν­θρω­ποι, καὶ ὑ­μεῖς ποι­εῖ­τε αὐ­τοῖς ὁ­μοί­ως. Καὶ εἰ ἀ­γα­πᾶ­τε τοὺς ἀ­γα­πῶν­τας ὑ­μᾶς, ποί­α ὑ­μῖν χά­ρις ἐ­στί; Καὶ γὰρ οἱ ἁ­μαρ­τω­λοὶ τοὺς ἀ­γα­πῶν­τας αὐ­τοὺς ἀ­γα­πῶ­σι. Καὶ ἐ­ὰν ἀ­γα­θο­ποι­ῆ­τε τοὺς ἀ­γα­θο­ποι­οῦν­τας ὑ­μᾶς, ποί­α ὑ­μῖν χά­ρις ἐ­στί; Καὶ γὰρ οἱ ἁ­μαρ­τω­λοὶ τὸ αὐ­τὸ ποι­οῦ­σι. Καὶ ἐ­ὰν δα­νεί­ζη­τε παρ᾿ ὧν ἐλ­πί­ζε­τε ἀ­πο­λα­βεῖν, ποί­α ὑ­μῖν χά­ρις ἐ­στί; Καὶ γὰρ ἁ­μαρ­τω­λοὶ ἁ­μαρ­τω­λοῖς δα­νεί­ζου­σιν ἵ­να ἀ­πο­λά­βω­σι τὰ ἴ­σα. Πλὴν ἀ­γα­πᾶ­τε τοὺς ἐ­χθροὺς ὑ­μῶν καὶ ἀ­γα­θο­ποι­εῖ­τε καὶ δα­νεί­ζε­τε μη­δὲν ἀ­πελ­πί­ζον­τες, καὶ ἔ­σται ὁ μι­σθὸς ὑ­μῶν πο­λύς, καὶ ἔ­σε­σθε υἱ­οὶ ὑ­ψί­στου, ὅ­τι αὐ­τὸς χρη­στός ἐ­στιν ἐ­πὶ τοὺς ἀ­χα­ρί­στους καὶ πο­νη­ρούς. Γί­νε­σθε οὖν οἰ­κτίρ­μο­νες κα­θὼς καὶ ὁ πα­τὴρ ὑ­μῶν οἰ­κτίρ­μων ἐ­στίν.
Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.

 



ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΙΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου