Ἁγιος Ισαπὀστολος Ἀβέρκιος, Ἐπίσκοπος Ἱεραπόλεως καὶ οι Ἁγιοι ἑπτὰ Παίδες ἐν
Ἐφέσῳ
Κάθισμα τοῦ
Ἱεράρχου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν
καὶ Λόγον
Ἱεράρχης
ἐδείχθης χρῖσμα
σεπτόν, περικείμενος
Πάτερ θεουργικῶς, καὶ πάντας
ἐν χάριτι, τελειῶν ἱερώτατε, δωρεαῖς δὲ θείων, θαυμάτων
κοσμούμενος, ἐνεργεῖς σημεῖα, καὶ θαύματα ἄπειρα, νόσους θεραπεύων, καὶ τοὺς
δαίμονας φλέγων, καὶ πλήθη
πλανώμενα, ἐπιστρέφων Ἀβέρκιε·
διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε
Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων
ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν
Ἁγίαν μνήμην
σου.
Δόξα... τῶν Μαρτύρων
Ἦχος δ'
Ὡς στῦλοι
ὑπάρχοντες,
τῆς Ἐκκλησίας Χριστοῦ, τὰ
τείχη ἐρρήξατε, τῆς
ἀπιστίας σοφοί, ἑπτάφωτοι Μάρτυρες· ὅθεν πρὸ τοῦ θανάτου, τὴν Ἑλλήνων μανίαν, πάλιν δὲ μετὰ
πότμον, τῆς
αἱρέσεως ζάλην, ἐλάσαντες πρεσβεύσατε, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας
Ἄχραντε, τῷ
θείῳ τόκῳ
σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν
θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ
τοῦ θανάτου,
πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν
σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν Παναγίαν
ψυχήν, ἡνίκα
σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ
Θεόν σου· ὃν περ
εὐλογημένη,
δυσωποῦσα μὴ παύσῃ συγχώρησιν
πταισμάτων ἡμῖν δωρήσασθαι.
Κοντάκιον τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
Ὡς Ἱερέα μεγιστον, καὶ Ἀποστόλων σύσκηνον, ἡ
Ἐκκλησία γεραίρει
σε ἅπασα, ἡ τῶν πιστῶν Ἀβέρκιε, ἣν ταῖς σαῖς
ἱκεσίαις περιφύλαττε μάκαρ, ἀκαταγώνιστον, ἐξ αἱρέσεως πάσης, καὶ ἄσειστον πολυθαύμαστε.
Ὁ Οἶκος
Ὡς πολύς
σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ
ἔστι τῆς δόξης
σου· ἐκ μὴ ὄντων
γὰρ πάντα παρήγαγες,ὁρατὰ
καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως
ὑμνούμενος,
ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν
Ἁγίοις Πατρὸς
ἡμῶν καὶ
Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ.
Στίχοι
Δοὺς Ἀβέρκιος χοῦν χοῒ
θνητῶν νόμῳ,
Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει.
Εἰκάδι
δευτερίῃ Ἀβέρκιος
ᾤχετο γαίης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ἁγίων
ἑπτὰ Παίδων
τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ,
Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου.
Στίχοι
Παῖδες λιπόντες
πρὸς μικρὸν μακροὺς ὕπνους,
Ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τῶν Ἁγίων
Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ
Ἐλισάβετ.
Στίχοι
Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος
αὐχένα,
Καὶ Μάρτυς
ἐστίν, οὐ θύτης Χριστοῦ
μόνον.
Θεοδότην ἄγχουσι
καὶ Γλυκερίαν,
Θεοῦ γλυκείας
ἠγαπηκυίας δόσεις.
«Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει»,
Ἀθληφόροι λέγουσιν ἀλλήλαις δύο.
Ἐξαποστειλάριον τοῦ Ἱεράρχου
Τοῖς Μαθηταῖς
συνέλθωμεν
Ἐπιτελῶν
Ἀβέρκιε, τέρατα καὶ σημεῖα, θερμῶν ὑδάτων ἔκβλυσιν, σαῖς εὐχαῖς
ἀπειργάσω· καὶ τῇ προστάξει
σου Πάτερ, ἐν ἑνὶ σκεύει
οἶνος, μετὰ
ἐλαίου εἶδός τε, ἕτερον βεβλημένα, θείᾳ ῥοπῇ, ἀμιγῆ προήρχοντο παραδόξως,
καιρῷ ἰδίῳ ἕκαστον, εἰς Χριστοῦ δόξαν
θείαν.
Ἕτερον τῶν Μαρτύρων καὶ
Θεοτοκίον ὁμοῦ
Σὺν Ἰαμβλίχῳ
μέλψωμεν, Ἰωάννην, Μαρτῖνον, καὶ Ἀντωνῖνον
ᾄσμασι, Μαξιμιλιανόν τε, καὶ Διονύσιον ἅμα, τῷ κλεινῷ Ἐξακούστῳ, φαιδρῶς
πανηγυρίζοντες, τὴν
λαμπράν αὐτῶν
μνήμην, ὅπως εὐχαῖς, τούτων καὶ πρεσβείαις
τῆς Θεοτόκου, πταισμάτων λύσιν
εὕρωμεν, πρὸς
Χριστοῦ τοῦ Σωτῆρος.
Ἀπολυτίκιον τοῦ Ἱεράρχου
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ
ποίμνῃ σου, ἡ τῶν πραγμάτων
ἀλήθεια· διὰ τοῦτο ἐκτήσω, τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ
τὰ πλούσια Πάτερ Ἀβέρκιε
Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ τῶν
Μαρτύρων
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει
αὐτῶν, στεφάνους ἐκομίσαντο
τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ
Θεοῦ ἡμῶν·
σχόντες γὰρ τὴν ἰσχύν
σου, τοὺς τυράννους
καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν
ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς
ψυχὰς ἡμῶν.
Προκείμενον.
Ἦχος πλ. δ΄
Εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Στίχ.
Οἱ ουρανοὶ διηγοῦνται
δόξαν Θεοῦ.
Πρὸς Τιμόθεον
Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 1:3-9
Τέκνον Τιμόθεε, χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει,
ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας,
ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, ὑπόμνησιν
λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου
Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ· πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Δι' ἣν αἰτίαν
ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως
τῶν χειρῶν μου·
οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ
σωφρονισμοῦ. Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν
δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος
ἡμᾶς.
Ἀλληλούϊα.
Ἦχος
α΄
Ἐξομολογήσονται οἱ ουρανοὶ τὰ θαυμάσιά σου.
Στίχ.
Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν
βουλῇ Ἁγίων.
Ἐκ τοῦ κατὰ
Ματθαῖον
ι΄ 32 - 33,
37 - 38, ιθ΄ 27 - 30
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·
33 ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ
ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 37 Ὁ φιλῶν πατέρα ἢ μητέρα
ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου
ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω
μου, οὐκ ἔστι μου ἄξιος. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν
πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν
αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν
καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ
δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς ὅς
ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς
ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου