Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 19 Ιουλίου 2015

ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ -ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Δ΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ


ΚΥΡΙΑΚΗ Ζ´ ΜΑΤΘΑΙΟΥ
«Τῶν ἁ­γί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων τῆς ἐν Χαλ­κη­δό­νι Δ´ Οἰ­κου­με­νι­κῆς συ­νό­δου (451)». Μακρίνης, ἀδελφῆς τοῦ μεγάλου Βασιλείου, καὶ Δίου, ὁσίων (†380).

ΑΠΟΛΥΤΙΚΙΑ

Τ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. β.

γ­γε­λι­καὶ δυ­νά­μεις ἐ­πὶ τ μνῆ­μά σου, κα ο φυ­λάσ­σον­τες ἀ­πε­νε­κρώ­θη­σαν· κα ἵ­στα­το Μα­ρί­α ν τ τά­φῳ, ζη­τοῦ­σα τ ἄ­χραν­τόν σου σῶ­μα. Ἐ­σκύ­λευ­σας τν ᾅ­δην, μ πει­ρα­σθεὶς π᾿ αὐ­τοῦ· ὑ­πήν­τη­σας τ Παρ­θέ­νῳ, δω­ρού­με­νος τν ζω­ήν. ἀ­να­στὰς ἐκ τν νε­κρῶν, Κύ­ρι­ε δό­ξα σοι.

Δό­ξα. Τῶν Πα­τέ­ρων. Ἦ­χος πλ. δ´.

­περ­δε­δο­ξα­σμέ­νος εἶ, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ φω­στῆ­ρας ἐ­πὶ γῆς, τοὺς Πα­τέ­ρας ἡ­μῶν θε­με­λι­ώ­σας, καὶ δι᾿ αὐ­τῶν, πρὸς τὴν ἀ­λη­θι­νὴν πί­στιν, πάν­τας ἡ­μᾶς ὁ­δη­γή­σας. Πο­λυ­εύ­σπλαγ­χνε δό­ξα σοι.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς κ Παρ­θέ­νου, κα σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, θα­νά­τῳ τν θά­να­τον σκυ­λεύ­σας, κα ἔ­γερ­σιν δεί­ξας ς Θε­ός, μ πα­ρί­δῃς ος ἔ­πλα­σας τ χει­ρί σου· δεῖ­ξον τν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, κα σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

Συ­να­ξά­ρι­ον.

Τῇ ΙΘ´ τοῦ αὐ­τοῦ μη­νός, μνή­μη τῆς Ὁ­σί­ας Μα­κρί­νης, ἀ­δελ­φῆς τοῦ Με­γά­λου Βα­σι­λεί­ου.
Στίχ. Φρο­νοῦσ᾿ ἀ­δελ­φὰ τοῖς ἀ­δελ­φοῖς Μα­κρί­να,
Τού­τοις ἀ­δελ­φὰ συγ­κα­τοι­κεῖς καὶ πό­λον.
Τῇ δ᾿ ἐ­νά­τῃ δε­κά­τῃ Μα­κρί­ναν νό­ες ἔν­θεν ἄ­ει­ραν.
Ἕ­τε­ροι. Μι­κρόν τι μι­κρὸν μα­κρύ­νου­σα, Μα­κρί­να,
Κό­σμον, σε­αυ­τὴν ἤγ­γι­σας τῷ Κυ­ρί­ῳ.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Δί­ου τοῦ θαυ­μα­τουρ­γοῦ.
Στίχ. Γεύ­ῃ τε­λευ­τῆς καὶ σύ, παμ­μά­καρ Δί­ε,
Ἔν­δο­ξε κλῆ­σιν, ἀλ­λὰ καὶ πρᾶ­ξιν πλέ­ον.
Ἀμφ᾿ ἐ­νά­την δε­κά­την τε πε­ρί­κλυ­τος ἔκ­θα­νε Δῖ­ος.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, οἱ Ἅ­γι­οι τέσ­σα­ρες συ­να­σκη­ταὶ ἐν εἰ­ρή­νῃ τε­λει­οῦν­ται.
Στίχ. Ἀν­δρῶν μο­να­στῶν τε­τρά­ριθ­μος ἀ­κρό­της
Τοῖς τε­τρα­μόρ­φοις συμ­πα­ρί­στα­ται νό­οις.
Μνή­μη τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Θε­ο­δώ­ρου, τοῦ κα­τὰ τὴν Λαύ­ραν τοῦ ἁ­γί­ου Σάβ­βα ἀ­σκή­σαν­τος, καὶ ἔ­πει­τα ἀρ­χι­ε­πι­σκό­που Ἐ­δέσ­σης γε­γο­νό­τος· καὶ τοῦ Ἁ­γί­ου Ὁ­σι­ο­μάρ­τυ­ρος Μι­χα­ὴλ ἀ­νε­ψι­οῦ αὐ­τοῦ.

Στί­χοι. Εἰς τὸν Θε­ό­δω­ρον.

Δῶ­ρον Θε­ός σε, Θε­ό­δω­ρε τρι­σμά­καρ,
Πό­λει δέ­δω­κε τῆς Ἐ­δέσ­σης ὡς μέ­γα.

Ἕ­τε­ροι.

Θεί­ων δω­ρε­ῶν Θε­ό­δω­ρε με­τέ­σχες
Ἀ­ξί­ως τῆς κλή­σε­ως κα­λῶς βι­ώ­σας.

Εἰς τὸν Μι­χα­ήλ.

Μι­χα­ὴλ ὡς ὅ­σι­ος ὁ­μοῦ καὶ Μάρ­τυς
Δι­πλῶν τέ­τευ­χε πα­ρὰ Χρι­στοῦ ἐ­πά­θλων.
Δε­κάτ᾿ ἢ δ´ ἐ­νά­τη Θε­ό­δω­ρον Μι­χα­ήλ τε ἀ­εί­δω.
Μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Γρη­γο­ρί­ου, Ἐ­πι­σκό­που Πα­νή­δου, τοῦ νέ­ου ὁ­μο­λο­γη­τοῦ.
Στίχ. Εἰ­κό­να τι­μῶν σε­σαρ­κω­μέ­νου Λό­γου,
Γρη­γό­ρι­ος ἔ­τυ­χεν ὁ­μο­λο­γί­ας.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Πα­τρὸς ἡ­μῶν Δι­ο­κλέ­ους, τοῦ ἐν Θη­βα­ΐ­δι ἀ­σκή­σαν­τος καὶ ἐν τῷ Λαυ­σα­ϊ­κῷ ἀ­να­φε­ρο­μέ­νου.
Στίχ. Ἀ­να­χω­ρή­σας Δι­ο­κλῆς τῶν μα­ταί­ων,
Δό­ξαν ἀ­γή­ρω ὡς Χρι­στοῦ δοῦ­λος εὗ­ρεν.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ Ὁ­σί­ου Στε­φά­νου τοῦ Ὑ­ψη­λοῦ, εὐ­σε­βε­στά­του βα­σι­λέ­ως τῶν Σέρ­βων, τοῦ Λα­ζά­ρε­βιτς καὶ τῆς μη­τρὸς αὐ­τοῦ Μί­λιτ­σας, τῆς συ­στη­σμέ­νης τὴν Μο­νὴν Λουμ­πο­στί­να καὶ δι­ὰ τοῦ μο­να­χι­κοῦ σχή­μα­τος με­το­νο­μα­σθεί­σης εἰς Εὐ­γε­νί­αν.
Στίχ. Στέ­φα­νος καὶ Μί­λιτ­σα υἱ­ὸς καὶ μή­τηρ,
Στέ­φα­νον εἰ­λή­φα­σι ἐκ Χρι­στοῦ θεῖ­ον.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μη τοῦ ἁ­γί­ου Ῥω­μα­νοῦ, ἡ­γε­μό­νος τοῦ Ῥι­α­ζάν, μαρ­τυ­ρι­κῶς θα­να­τω­θέν­τος ὑ­πὸ τῶν μου­σουλ­μά­νων τῆς Χρυ­σῆς Ὀρ­δῆς (†1270).
Στίχ. Ῥω­μα­λέ­ος ἦν Ῥω­μα­νὸς πρὸς ἀ­πί­στους,
Ὧν πλά­νην μυ­κτη­ρί­σας ἐ­να­πε­τμή­θη.
Μνή­μη τοῦ ὁ­σί­ου Πα­ϊ­σί­ου, τῆς Λαύ­ρας τῶν Σπη­λαί­ων τοῦ Κι­έ­βου.
Στίχ. Πά­σης ἀ­ρε­τῆς με­τα­λα­βὼν μι­κρόν τι,
Ὁ Πα­ΐ­σι­ος εὐ­φραί­νε­ται με­γά­λως.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μην ἐ­πι­τε­λοῦ­μεν τῆς ἀ­να­κο­μι­δῆς τῶν ἱ­ε­ρῶν λει­ψά­νων τοῦ ὁ­σί­ου καὶ θε­ο­φό­ρου νε­ο­φα­νοῦς πα­τρὸς ἡ­μῶν Σε­ρα­φείμ, τοῦ ἐν Σά­ρωφ ἀ­σκή­σαν­τος, τοῦ θαυ­μα­τουρ­γοῦ καὶ ἐ­κλε­κτοῦ δο­χεί­ου τῶν χα­ρι­σμά­των τοῦ Πνεύ­μα­τος ἀρ­τί­ως ὀ­φθέν­τος.

Στί­χοι. Εἰς τὸν Ὅ­σι­ον.

Σε­ρα­φεὶμ τῆς δό­ξης πό­θων καὶ εὐ­κλεί­ας.
Σε­ρα­φείμ, Ἀγ­γέ­λων ἐ­μι­μή­σω τρό­πους.

Εἰς τὴν Ἀ­να­κο­μι­δὴν τῶν αὐ­τοῦ λει­ψά­νων.

Γῆ­θεν μυ­ρί­πνο­α Σε­ρα­φεὶμ ὀ­στέ­α
καὶ χα­ρί­των πλή­ρη ἐ­πώ­φθη­σαν πᾶ­σι.
Χα­ρὰν ἀ­να­στά­σι­μον ἐν μέ­σῳ θέ­ρει,
Τοῖς πι­στοῖς δί­δω­σι τὸ Σε­ρα­φεὶμ σκῆ­νος.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μην ποι­ού­με­θα τοῦ ἐ­ξαι­σί­ου θαύ­μα­τος τοῦ Ἁ­γί­ου ἐν­δό­ξου Ἱ­ε­ρο­μάρ­τυ­ρος Χα­ρα­λάμ­πους, οὗ ταῖς πρὸς Θε­ὸν πρε­σβεί­αις πολ­λοὶ τῶν πο­λι­τῶν τῆς Ἐ­ρά­νης (Φι­λι­α­τρῶν) ἐ­σώ­θη­σαν ἐκ βε­βαί­ας εἰς θά­να­τον κα­τα­δί­κης ὑ­πὸ τῶν Γερ­μα­νι­κῶν δυ­νά­με­ων κα­το­χῆς ἐν ἔ­τει ͵α­Ϡμδ´ (1944) καὶ ἐκ τῶν ἀ­σθε­νει­ῶν αὐ­τῶν ἄλ­λοι ἐ­θε­ρα­πεύ­θη­σαν.

Στίχ. Χα­ρὰ ἡ πό­λις με­γά­λη λάμ­πει,
εὐ­γνω­μο­νοῦ­σα τῷ μάρ­τυ­ρι Χα­ρα­λάμ­πει.

*

Τῇ πρώ­τῃ Κυ­ρι­α­κῇ με­τὰ τὴν δε­κά­την τρί­την τοῦ μη­νὸς Ἰ­ου­λί­ου, Σύ­να­ξιν τε­λοῦ­μεν τῶν Ἁ­γί­ων τῆς Μη­τρο­πό­λε­ως Πι­σι­δί­ας.
Στίχ. Παύ­λου τοῦ πρω­το­κο­ρυ­φαί­ου θεῖ­οι βλα­στοὶ
Ἀ­νευ­φη­μεί­σθω­σαν Πι­σι­δί­ας οἱ προ­στά­ται.

*

Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ, μνή­μην ἐ­πι­τε­λοῦ­μεν τῶν Ἁ­γί­ων ἑ­ξα­κο­σί­ων τρι­ά­κον­τα θε­ο­φό­ρων Πα­τέ­ρων τῆς ἐν Χαλ­κη­δό­νι Ἁ­γί­ας καὶ Οἰ­κου­με­νι­κῆς Τε­τάρ­της Συ­νό­δου, κα­τὰ τὸ ἔ­τος υνα´ (451) συ­νελ­θόν­των.
Στίχ. Πόλου νο­η­τοῦ ἀ­στέ­ρες σε­λα­σφό­ροι,
Ἀ­κτῖ­σιν ὑ­μῶν φω­τί­σα­τέ μοι φρέ­νας.
Ἡ Σύ­νο­δος αὕ­τη ἐ­δογ­μά­τι­σε ἐ­πα­κρι­βῶς καὶ θε­ο­φω­τί­στως πε­ρὶ τῶν δύ­ο φύ­σε­ων τοῦ Κυ­ρί­ου. Κα­τε­δί­κα­σε δὲ τὴν αἵ­ρε­σιν τῶν μο­νο­φυ­σι­τῶν Εὐ­τυ­χοῦς καὶ Δι­ο­σκό­ρου, κα­τὰ τὴν δι­δα­σκα­λί­αν τῶν ὁ­ποί­ων ἡ θεί­α φύ­σις τοῦ Χρι­στοῦ ἀ­περ­ρό­φη­σε τὴν ἀν­θρω­πί­νην. Συ­νέ­πει­α τῆς δι­δα­σκα­λί­ας αὐ­τῶν ἦ­το ἡ ἄρ­νη­σις τῆς θεί­ας οἰ­κο­νο­μί­ας καὶ ἡ σω­τη­ρί­α τοῦ ἀν­θρώ­που. Κατ᾿ ἀ­κρί­βει­αν δέ, ἡ Σύ­νο­δος συ­νε­κλή­θη τὸν Ὀ­κτώ­βρι­ον ἔ­τους 451 ἐ­πὶ τῶν εὐ­σε­βε­στά­των βα­σι­λέ­ων Μαρ­κι­α­νοῦ καὶ Πουλ­χε­ρί­ας καὶ πα­τρι­άρ­χου ΚΠόλεως Ἀ­να­το­λί­ου, ἐ­το­πο­θε­τή­θη ὅ­μως σή­με­ρον ἡ μνή­μη αὐ­τῆς, δι­ό­τι τὴν 11ην Ἰ­ου­λί­ου τοῦ ἑ­πο­μέ­νου ἔ­τους (452), ἐ­πε­βε­βαι­ώ­θη θαυ­μα­στῶς καὶ ἐ­πε­κυ­ρώ­θη ὑ­πὸ τοῦ ἀ­φθό­ρου λει­ψά­νου τῆς Με­γα­λο­μάρ­τυ­ρος Εὐ­φη­μί­ας ὁ Τό­μος, ἤ­τοι τὰ πο­ρί­σμα­τα τῆς Συ­νό­δου. Ὁ ὅ­ρος δι­ε­λάμ­βα­νε τὰς ἑ­ξῆς κυ­ρί­ας φρά­σεις: «Ἕ­να καὶ τὸν αὐ­τὸν ὁ­μο­λο­γοῦ­μεν Υἱ­ὸν τὸν Κύ­ρι­ον ἡ­μῶν Ἰ­η­σοῦν Χρι­στόν, τέ­λει­ον τὸν αὐ­τὸν ἐν θε­ό­τη­τι καὶ τέ­λει­ον τὸν αὐ­τὸν ἐν ἀν­θρω­πό­τη­τι. Θε­ὸν ἀ­λη­θῶς καὶ ἄν­θρω­πον ἀ­λη­θῶς τὸν αὐ­τόν, ἐν δύ­ο φύ­σε­σιν ἀ­συγ­χύ­τως ἅ­μα δὲ καὶ ἀ­δι­αι­ρέ­τως γνω­ρι­ζό­με­νον».
Ταῖς τῶν ἁ­γί­ων Πα­τέ­ρων πρε­σβε­ί­αις, Χρι­στε ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς. Ἀ­μήν.













Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου