ΚΥΡΙΑΚΗ Ϛ´ ΜΑΤΘΑΙΟΥ
† Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου (†1994).
Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων.
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι,
τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι,
καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει
αὐτοῦ.
Δόξα.
Τοῦ Ὁσίου.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ
δεξάμενος * ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης
ὅλος Θεῷ, * καὶ παράκλησις πολλῶν ἀνθρώπων
γέγονας, * λόγοις θείοις νουθετῶν, * προσευχαῖς θαυματουργῶν, * Παΐσιε θεοφόρε· *
καὶ νῦν πρεσβεύεις ἀπαύστως * ὑπὲρ παντὸς
τοῦ κόσμου, Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·
Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν,
καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
- ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Ϛ´ ΜΑΤΘΑΙΟΥ
- ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΟΥ ΚΥΡΙΑΚΗΣ Ϛ´ ΜΑΤΘΑΙΟΥ -ΜΑΚΑΡΙΣΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ & ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΣ ΚΑΝΤΙΩΤΗΣ
- ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΟΥ ΚΥΡΙΑΚΗΣ Ϛ´ ΜΑΤΘΑΙΟΥ (2) -ΜΑΚΑΡΙΣΤΟΣ ΕΠΙΣΚΟΠΟΣ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ & ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΣ ΚΑΝΤΙΩΤΗΣ
- ΚΗΡΥΓΜΑ ΑΠΟΣΤΟΛΙΚΟΥ ΑΝΑΓΝΩΣΜΑΤΟΣ ΚΥΡΙΑΚΗΣ Ϛ´ ΜΑΤΘΑΙΟΥ
πηγή: www.alopsis.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου