Ευλόγει η ψυχή μου τον Κύριον

Σάββατο 26 Ιανουαρίου 2019

† ΚΥΡΙΑΚΗ ΙΕ΄ ΛΟΥΚΑ



† ΚΥΡΙΑΚΗ ΙΕ΄ ΛΟΥΚΑ


  Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου


Ηχος β´ – ῾Εωθινόν Β’

Ἀπολυτίκιον Ἦχος β´

τε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Δόξα...Ἀπολυτίκιον Ἀπολυτίκιον Ἁγ. Ἰωάννου τοῦ Χρυσοστόμου.Ἦχος πλ.δ΄
τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 
Καὶ νῦν...   
δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
‘Κοντάκιον Ἀναστάσιμον. Ἦχος Β΄. Τὰ ἄνω ζητῶν
νέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Ὁ Οἶκος.  
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί. 
Κάθισμα Ἁγίου. Ἦχος πλ. δ΄.Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου∙ ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης Μακάριε, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.   


                                            Δόξα Πατρί… τὸ αὐτό. Καὶ νῦν… Θεοτοκίον

Τῆς Τριάδος τὸν ἕνα ὑπερφυῶς, συλλαβοῦσα Παρθένε καὶ θαυμαστῶς, τοῦτον ἀπεκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ κοινωνὸν τῆς θείας, κατέστησας φύσεως, τήν τῶν ἀνθρώπων φύσιν, τὴν πάλαι ἐξόριστον∙ ὅθεν συνελθόντες, οἱ τῷ τόκῳ σου πάντες, σωθέντες, Πανάμωμε, τοῖς σοῖς λόγοις ἑπόμενοι, χρεωστικῶς σε μακαρίζομεν, αἰτούμενοι Χριστὸν τὸν Θεόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σὲ δοξάζουσι πίστει, ὡς Μητέρα αὐτοῦ.

Κοντάκιον τοῦ Ἁγίου Ἦχος α’  Χορὸς Ἀγγελικὸς
Εὐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου, καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε.
Οἶκος
 λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους, ἀλλ’ αὐτός με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κῆρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην, καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσόστομε. 
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται.  
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.  
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Δημήτριος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ ἔτος 1784 ξίφει τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστέ  ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Ἀπόστολος

Τοῦ Ἱεράρχου΄ (῾Εβρ. ζ´ 26-28, η´ 1-2).

Προκείμενον ἦχος α’

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη. 

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

δελφοί, τοιοῦτος ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος.

 λληλούϊα (γ’)   ἦχος β΄

Προσέχετε λαός μου τῷ νόμῳ μου.

Στίχ. νοίξω ἐν παραβολαῖς τὸ στόμα μου

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν. (Λουκ. ιθ´ 1-10).

Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχώ. Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ οὗτος ἦν  πλούσιος΄ καὶ ἐζήτει ἰδεῖν τὸν ᾽Ιησοῦν τίς ἐστι΄ καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν΄ ὅτι δι΄ ἐκείνης ἤμελλεν διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ᾽Ιησοῦς εἶδε αὐτόν, καὶ εἶπεν πρὸς αὐτόν΄ Ζακχαῖε, σπεύσας κατάβηθι΄ σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες΄ ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος, εἶπεν πρὸς τὸν Ἰησοῦν΄ ᾽Ιδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς΄ καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾽Ιησοῦς΄ ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς ᾽Αβραάμ ἐστιν· ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Δόξα σοι Κύριε, δόξα σοι.

 

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΝ ΣΥΝΔΕΣΜΟ ΠΑΡΑΚΑΤΩ:


 




Μικρές προσευχές στο 24ωρο τοῦ Ἱεροῦ Χρυσοστόμου

ΩΡΑ

ΠΡΟΣΕΥΧΗ

1η 
Κύριε, μη στερήσης με των επουρανίων σου και αιωνίων αγαθών.
2η 
Κύριε, λύτρωσαί με των αιωνίων κολάσεων.
3η
Κύριε, είτε λόγω είτε έργω είτε κατά νουν και διάνοιαν ήμαρτον, συγχώρησόν μοι.
4η
Κύριε, λύτρωσαί με από πάσης ανάγκης και αγνοίας και λήθης και ραθυμίας και της λιθώδους αναισθησίας.
5η
Κύριε, λύτρωσαί με από παντός πειρασμού και εγκαταλείψεως.
6η
Κύριε, φώτισον την καρδίαν μου, ην εσκότισεν η πονηρά επιθυμία.
7η
Κύριε, εγώ μεν ως άνθρωπος αμαρτάνω, συ δε ως Θεός ελέησόν με.
8η
Κύριε, ίδε την ασθένεια της ψυχής μου και πέμψον την χάριν σου εις βοήθειάν μου, ίνα εν εμοί δοξασθή το όνομά σου το άγιον.
9η
Κύριε Ιησού Χριστέ, έγγραψον το όνομα του δούλου σου εν βίβλω ζωής, χαριζόμενός μοι και τέλος αγαθόν.
10η
Κύριε ο Θεός μου, ουκ εποίησα ουδέν αγαθόν, αλλ’ αρξαίμην ποτέ τη ευσπλαγχία σου.
11η
Κύριε, βρέξον εις την καρδίαν μου την δρόσον της χάριτός σου.
12η
Κύριε ο Θεός του ουρανού και της γης, μνήσθητί μου του αμαρτωλού, του αισχρού, του πονηρού και βεβήλου κατά το μέγα έλεός σου, όταν έλθης εν τη βασιλεία σου.
13η
Κύριε, εν μετανοία με παράλαβε και μη εγκαταλίπης με.
14η
Κύριε, μη εισενέγκης με εις πειρασμόν.
15η
Κύριε, δος μοι έννοιαν αγαθήν.
16η
Κυριε, δος μοι δάκρυον και μνήμην θανάτου και κατάνυξιν.
17η
Κύριε, δος μοι των λογισμών μου εξαγόρευσιν.
18η
Κύριε, δος μοι ταπείνωσιν, εκκοπήν θελήματος και υπακοήν.
19η
Κύριε, δος μοι υπομονήν, μακροθυμίαν και πραότητα.
20η
Κύριε, εμφύτευσον εν εμοί την ρίζαν των αγαθών, τον φόβον σου.
21η
Κύριε, αξίωσόν με αγαπάν σε εξ όλης της ψυχής μου και της διανοίας μου και της καρδίας, και τηρείν εν πάσει το θέλημά σου.
22η
Κύριε, σκέπασόν με από ανθρώπων πονηρών και δαιμόνων και παθών και από παντός μη προσήκοντος πράγματος.
23η
Κύριε, ως κελεύεις, Κύριε, ως γινώσκεις, Κύριε, ως βούλει, γενηθήτω το θέλημά σου εν εμοί.
24η
Κύριε, το σον θέλημα γενέσθω και μη το εμόν, πρεσβείαις και ικεσίαις της Παναγίας Θεοτόκου και πάντων των Αγίων σου, ότι ευλογητός ει εις τους αιώνας. Αμήν.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου