Ἡ Σύναξις τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου.
ΑΠΟΛΥΤΙΚΙΑ
Τῆς ἑορτῆς. Ἦχος α´.
Ἐν
Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις·
τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα·
καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ
ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.
Δόξα. Τοῦ Ἁγίου. Ἦχος β´.
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε·
ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος· ὅτι καὶ ἐν ῥείθροις
βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας,
χαίρων εὐηγγελίσω, καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν
αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Πάλιν τὸ τῆς Ἑορτῆς. Ἦχος α´.
Ἐν
Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις·
τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα·
καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ
ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου