Κυριακὴ τῆς Ἀπόκρεω
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος βαρύς.
Κατέλυσας τῷ Σταυρῷ σου
τὸν θάνατον· ἠνέῳξας
τῷ λῃστῇ τὸν Παράδεισον· τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες,
καὶ τοῖς σοῖς Ἀποστόλοις
κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ
ὁ
Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὡς τῆς ἡμῶν ἀναστάσεως
θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων
ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους
τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν
οὖσα παρθένος.
Καθίσματα τοῦ Τριῳδίου.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τὸ Βῆμά σου φρικτόν, καὶ ἡ
κρίσις δικαία, τὰ ἔργα μου δεινά· ἀλλ᾿ αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον,
καὶ κολάσεως λύτρωσαι· ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον,
ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.
Θεοτοκίον. Ὅμοιον. (Παραλείπεται).
Τὸν πάντων ποιητήν, καὶ Θεόν
σου καὶ κτίστην, πανάμωμε Ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας,
καὶ φθορᾶς δίχα τέτοκας· ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς παλάτιον,
τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.
Ἕτερον Κάθισμα. Ἦχος πλ. β´.
Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν,
καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς· πῶς ἀπολογήσομαι τῷ ἀθανάτῳ
Βασιλεῖ; ποίᾳ δὲ παῤῥησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε
Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον ἐλέησόν με.
Δόξα. Ἦχος ὁ αὐτός.
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος,
εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆσαι δικαίαν κρίσιν,
μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν
Ἀγγέλων· ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμαι· σπλαγχνίσθητι εἰς εὐπερίστατον λαόν· δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.ΛΕΙΤΟΥΡΓΙΚΑ ΚΕΙΜΕΝΑ ΚΥΡΙΑΚΗΣ ΑΠΟΚΡΕΩ
ΚΗΡΥΓΜΑ ΕΥΑΓΓΕΛΙΟΥ ΚΥΡΙΑΚΗΣ ΑΠΟΚΡΕΩ - ΜΑΚΑΡΙΣΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου