Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 22 Μαρτίου 2015

Κυριακὴ Δ´ Νηστειῶν

Κυριακὴ Δ´ Νηστειῶν

ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος πλ. δ´.

Ἐξ ὕ­ψους κα­τῆλ­θες ὁ Εὔ­σπλαγ­χνος, τα­φὴν κα­τε­δέ­ξω τρι­ή­με­ρον, ἵ­να ἡ­μᾶς ἐ­λευ­θε­ρώ­σῃς τῶν πα­θῶν. Ἡ ζω­ὴ καὶ ἡ ἀ­νά­στα­σις ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα σοι.

Δό­ξα. Τοῦ Ὁ­σί­ου. Ἦχος πλ. δ´.

Ταῖς τῶν δα­κρύ­ων σου ῥο­αῖς, τῆς ἐ­ρή­μου τὸ ἄ­γο­νον ἐ­γε­ώρ­γη­σας, καὶ τοῖς ἐκ βά­θους στε­ναγ­μοῖς, εἰς ἑ­κα­τὸν τοὺς πό­νους ἐ­καρ­πο­φό­ρη­σας· καὶ γέ­γο­νας φω­στήρ, τῇ οἰ­κου­μέ­νῃ λάμ­πων τοῖς θαύ­μα­σιν Ἰ­ω­άν­νη Πα­τὴρ ἡ­μῶν ὅ­σι­ε· πρέ­σβευ­ε Χρι­στῷ τῷ Θε­ῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.











 










 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου