Ευλόγει η ψυχή μου τον Κύριον

Κυριακή 8 Φεβρουαρίου 2015

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἐντολῶν τοῦ Κυρίου ἐκπληρωτής, πεφηνὼς κατηλλάγης τῷ δυσμενεῖ, πρὸς σὲ τὴν διάνοιαν, τὴν αὐτοῦ Μάρτυς ἔχοντι, καὶ τὴν διὰ ξίφους, τελείωσιν εἴληφας, ἀντ' ἐκείνου Μάκαρ, Θεοῦ σε καλέσαντος· ὅθεν νικηφόρον, φερωνύμως δειχθέντα, αὐτὸς ἐστεφάνωσεν, ὡς Δεσπότης ἀξίως σε, Ἀθλοφόρε, ἀήττητε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα. 
Κοντάκιον Ἦχος γ'
Ἡ παρθένος σήμερον
Πτερωθεὶς Ἀοίδιμε, τῇ τοῦ Κυρίου ἀγάπῃ, καὶ τὸν τούτου ἔνδοξε, Σταυρὸν ἐπ' ὤμων βαστάσας, ᾔσχυνας τοῦ διαβόλου τὰς μεθοδείας, ἤθλησας μέχρι θανάτου καὶ ἀληθείας· διὰ τοῦτο ἀνεδείχθης, ὁπλίτης μύστης, Θεοῦ τῆς Χάριτος.
Ὁ Οἶκος
Τὴν τοῦ Παύλου σαφῶς διδασκαλίαν ἐπόθησας, καὶ τοῖς στέρνοις τοῖς σοῖς Ἔνδοξε κατεφύτευσας, βοῶν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ, αὕτη τὸν Κτίστην ἄνθρωπον τέλειον ἡμῖν ἐχαρίσατο, δι' ἀγάπην πάντα ὑπέμεινεν, ἥλους καὶ σταυρόν, ὄξος καὶ ἐμπτύσματα, λόγχῃ ἐπάγη πλευρὰν ἁγίαν, δι' ἧς ἀνέβλυσεν ἡμῖν αἷμα καὶ ὕδωρ θεουργόν, ὃν ποθήσας, ἐφάνης νικηφόρος, ὡς καὶ τῇ κλήσει, ὁπλίτης, μύστης Θεοῦ τῆς χάριτος.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου.
Στίχοι
Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον,
Τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον.
Φασγάνῳ ἀμφ' ἐνάτῃ Νικηφόρε, δειροτομήθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Κίλικος.
Στίχοι
Λήθην βαθεῖαν εἶχε καὶ ζῶν τοῦ βίου,
Ῥωμανὸς οὗτος, ὃς μετέστη τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαρκέλλου Ἐπισκόπου Σικελίας, Φιλαγρίου Ἐπισκόπου Κύπρου, καὶ Παγκρατίου Ἐπισκόπου Ταυρομενίου.
Στίχοι
Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς ἁμμάτων (δεσμῶν δηλ.),
Τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Πέτρος ὁ Δαμασκηνὸς ξίφει τελειοῦται.
Στίχοι
Ὁ διελέγξας τοὺς παραπλῆγας Πέτρος,
Θνῄσκει μονοπλὴξ τῷ διὰ ξίφους τέλει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 
Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Φερώνυμος ἐδείχθης, τῆς νίκης ὦ Νικηφόρε, ἀγάπῃ καὶ μαρτυρίῳ, νενικηκὼς τοὺς τυράννους· ὅθεν καὶ νίκης τὸ στέφος, ἐδέξω παρὰ Κυρίου.
Θεοτοκίον
Τῇ κραταιᾷ σου σκέπῃ, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς ἁγνή, τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις. 

 Ἀπολυτίκιον
Ἦχος δ' Ταχὺ προκατάλαβε
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου