Σελίδες

Δευτέρα 19 Ιανουαρίου 2015

ΑΓΙΟΣ ΕΥΘΥΜΙΟΣ Ο ΜΕΓΑΣ

ΑΓΙΟΣ ΕΥΘΥΜΙΟΣ


Μετὰ τὴν α' Στιχολογίαν 
Κάθισμα Ἦχος δ'
Ἐπεφάνης σήμερον
Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις, διδαχαῖς, καταφωτίζων Εὐθύμιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.
Δόξα... Ὅμοιον
Ἐξ Αἰγύπτου ἤστραψας ὡς ἑωσφόρος, καὶ τὸν κόσμον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, ἠγλαϊσμένε Εὐθύμιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τῆς ἀσκήσεως.
Καὶ νῦν... Θεοτοκίον
Ἐν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ᾿ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ Φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους σου.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας· καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Εὐθύμιε θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.
  Δόξα... τὸ αὐτὸ
  Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει πρὸς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀληθῶς, τούς πάντας σῴζειν ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενος Ὅσιε, Μοναζόντων ἐδείχθης, Διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, Ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, καὶ πρὸς γνῶσιν τῆς Πίστεως. Σημαιοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
  Δόξα... τὸ αὐτο
  Καὶ νῦν... Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου. 
Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως 
Ἐν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.
Ὁ Οἶκος
Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες
Ἐκ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαρρῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τό, Ἀλληλούϊα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.
Στίχοι
Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;
Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου
Λῆξε βίου Εὐθύμιος εἰκάδι ἠϋγένειος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου, Εὐσεβίου, Εὐτυχίου καὶ Βασιλίδου.
Στίχοι
Χεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων,
Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.
Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,
Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.
Εὐτύχιον διεῖλον εἰς μέρη τρία,
θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.
Ἀπορραγῆναι μὴ θέλων Βασιλίδης,
Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰννᾶ, Πιννᾶ, καὶ Ῥιμμᾶ.
Στίχοι
Θάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους,
Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μακαρίου Πέτρου τοῦ Τελώνου.
Στίχοι
Καλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίου
Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 
 Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Ἐκ μήτρας καθηγίασε, Θεὸς σε Πάτερ Ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ Θεοφόρε, προφήτην θεῖον δείξας σε, τερατουργὲ Εὐθύμιε, τῶν Ἀγγέλων ὁμόσκηνε· μεθ' ὧν μνημόνευε πάντων, τῶν σὲ πιστῶς ἀνυμνούντων.
Ἕτερον ὅμοιον
Ὡς πάλαι τοῦ βλαστήσαντος Προδρόμου θεῖος Ἄγγελος ἐκ στειρευούσης νηδύος, τὸν σὸν κατήγγειλε τόκον· διὸ καὶ τούτου γέγονας ἐκμαγεῖον Εὐθύμιε, Βαπτιστής ὀρεσίτροφος, ἀκτήμων ἄοικος πᾶσι, χαρίσμασι διαλάμπων.
Θεοτοκίον ὅμοιον
Ἐν δύω ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε. 
Ἀπολυτίκιον
Ἦχος δ'
Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.





Πηγές: http://glt.xyz/


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου