Σελίδες

Δευτέρα 19 Ιανουαρίου 2015

ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΕΡΚΥΡΑΣ & ΟΣΙΟΣ ΠΑΤΕΡΑΣ ΜΑΚΑΡΙΟΣ ΑΙΓΥΠΤΟΥ

ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΕΡΚΥΡΑΣ & ΟΣΙΟΣ ΠΑΤΕΡΑΣ ΜΑΚΑΡΙΟΣ ΑΙΓΥΠΤΟΥ

Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ἀσκήσεως πυρί, ὡς χρυσὸς ἐν καμίνῳ, Σοφὲ δοκιμασθείς, ὀβρυζότερος ὤφθης· διὸ πρὸς οὐράνια, μετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφημοῦντες βοῶμεν· Χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἡμῖν Πάτερ αἴτησαι.
Δόξα... Καὶ νῦν...Θεοτοκίον
Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.
Ἢ Σταυροθεοτοκίον ὅμοιον
Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη; Θεὲ ὑπεράγαθε. 
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἐν τῷ οἴκῳ Κύριος, τῆς ἐγκρατείας, ἀληθῶς σε ἔθετο, ὥς περ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, Πάτερ Πατέρων, Μακάριε Ὅσιε.
Ὁ Οἶκος
Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν Μοναστῶν τὸ κλέος, θαυμάτων τὸν ταμίαν, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ τῶ φέγγει τῶν ἀγώνων αὐτοῦ, ὡς ἥλιος ἐξέλαμψε, φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Διὸ καὶ ποταμοὺς πλουσίων θαυμάτων, ὡς ἐκ κρήνης λογικῆς ἐκβλύζων, πάντων τὰς ψυχὰς ῥωννύει τῶν ἐκβοώντων· Πατέρων Πάτερ, Μακάριε Ὅσιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Στίχοι
Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,
Ζωῆς μετέσχε τῆς μακαριωτάτης.
Γῆν μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.
Στίχοι
Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,
Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.
Στίχοι
Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία,
Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.
Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 

Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.
Θεοτοκίον
Τῇ κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.
 
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα   5:22-26; 6:1-2
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ  τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. 

 ΕΥΑΓΓΕΛΙΟΝ
Ἐκ τοῦ κατὰ Ματθαῖον
ε΄ 14 - 19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ' ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

ΒΙΟΣ ΑΓΙΟΥ ΑΡΣΕΝΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΕΡΚΥΡΑΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου