ΚΥΡΙΑΚΗ Ε´ ΜΑΤΘΑΙΟΥ
Χριστίνης μεγαλομάρτυρος (†300). Ἀθηναγόρου τοῦ ἀπολογητοῦ
(β´ αἰ.). Θεοφίλου του Ζακυνθίου ἐν Χίῳ μαρτυρήσαντος (†1635).
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος δ´.
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι
αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις
καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος
τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα.
Τῆς Ἁγίας. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον. Γερασίμου.
Τοῦ πατρός σου τὴν πλάνην
λιποῦσα πάνσεμνε, τῆς εὐσεβείας ἐδέξω τὴν θείαν ἔλλαμψιν, καὶ νενύμφευσαι
Χριστῷ ὡς καλλιπάρθενος· ὅθεν ἠγώνισαι στεῤῥῶς, καὶ καθεῖλες τὸν ἐχθρόν,
Χριστίνα Μεγαλομάρτυς. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·
Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμήν,
καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν τόκον σου.
* * *
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΥΣ ΣΥΝΔΕΣΜΟΥΣ
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη
τριήμερος.
Ὁ Οἶκος.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην,
τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα,
καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως
βοῶντες αἶνον ἐκτενῶς· Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τριήμερος.
Συναξάριον.
Τῇ ΚΔ´ τοῦ αὐτοῦ μηνός,
μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. (†202)
Στίχ. Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ,
Νύμφην ἄμωμον αἷμα τοῦ μαρτυρίου.
Νύμφην ἄμωμον αἷμα τοῦ μαρτυρίου.
Εἰκάδι
βλῆτο τετάρτῃ Χριστίνα ὀξέσι πέλταις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Μάρτυρες Καπίτων καὶ Ὑμέναιος ξίφει τελειοῦνται. Καὶ ὁ Ἅγιος Μάρτυς
Ἑρμογένης, τοὺς ὀδόντας ἐκριζωθείς, τελειοῦται.
Στίχ. Ψυχῆς μὲν ὄμμα παντεπόπτῃ Δεσπότῃ,
Τείνει Καπίτων, τὸν τράχηλον δὲ ξίφει.
Τείνει Καπίτων, τὸν τράχηλον δὲ ξίφει.
Ἔχαιρεν
Ὑμέναιος ἥκων πρὸς ξίφος,
Ὥσπερ πρὸς ὑμέναιον ἥκων νυμφίος.
Ὥσπερ πρὸς ὑμέναιον ἥκων νυμφίος.
Ἀνηλεῶς
ὀδόντας ἐκκρουσθεὶς ὅλους,
Βρυγμοὺς ὀδόντων, Ἑρμόγενες, ἐκφεύγεις.
Βρυγμοὺς ὀδόντων, Ἑρμόγενες, ἐκφεύγεις.
Ὁ ἅγιος Νεομάρτυς Θεόφιλος
ὁ Ζακύνθιος, ὁ ἐν Χίῳ μαρτυρήσας ἐν ἔτει ͵αχλε´ (1635), πυρὶ τελειοῦται.
Στίχ. Φιλῶν τὸν Θεὸν Θεόφιλος προθύμως,
Πρὸς πῦρ δι᾿ αὐτὸν κινεῖται θαρσαλέως.
Πρὸς πῦρ δι᾿ αὐτὸν κινεῖται θαρσαλέως.
Ὁ ἅγιος Νεομάρτυς Ἀθανάσιος
ὁ ἀπὸ Κίου, ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ͵αχο´ (1670), ξίφει
τελειοῦται.
Στίχ. Ἀθανάσιε, δός τι καὶ λήψῃ, μάκαρ,
Δὸς τὴν κεφαλὴν κἀθανασίαν λάβε.
Δὸς τὴν κεφαλὴν κἀθανασίαν λάβε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ἀθηναγόρου, τοῦ Ἀπολογητοῦ. (†170)
Στίχ. Σοφίᾳ λόγων σου ἐκράτυνας πίστιν,
Ἀθηναγόρα, ὁμολογίας βάθρον.
Ἀθηναγόρα, ὁμολογίας βάθρον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι αὐτάδελφοι πρίγκηπες Βόρις καὶ Γλέμπ, οἱ ἐν τῷ ἁγίῳ βαπτίσματι ὀνομασθέντες Ῥωμανὸς καὶ Δαβίδ, ξίφει τελειοῦνται. (†1015)
Στίχ. Βόρις σὺν τῷ Γλέμπ, οἱ μιμηταὶ Κυρίου,
Καθάπερ ἀμνοὶ τῷ ξίφει τελειοῦνται.
Καθάπερ ἀμνοὶ τῷ ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Πολυκάρπου, Ἀρχιμανδρίτου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.
Στίχ. Ὡς κλῆμα πολύκαρπον ἀπὸ τῆς Λαύρας,
Εἰς Ἐδὲμ Πολύκαρπος μετεφυτεύθη.
Εἰς Ἐδὲμ Πολύκαρπος μετεφυτεύθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ Γεωργιανοῦ, ἡγουμένου τῶν Μονῶν Χαχούλης καὶ Τβάλης.
Στίχ. Ἱλαρὸς τοῖς ἤθεσιν ὁ Ἱλαρίων,
Κοιμηθεὶς ἥνωται ἱλαρῷ Δεσπότῃ.
Κοιμηθεὶς ἥνωται ἱλαρῷ Δεσπότῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Νεοφανοῦς, τοῦ Θεσσαλονικέως. (†1125)
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
* * *
ΚΑΛΗ ΚΑΙ ΕΥΛΟΓΗΜΕΝΗ ΕΒΔΟΜΑΔΑ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου