Σελίδες

▼

Σάββατο 26 Μαρτίου 2016

Κυριακὴ Β´ Νηστειῶν

Κυριακὴ Β´ Νηστειῶν




ΑΠΟΛΥΤΙΚΙΑ

Τὸ Ἀ­να­στά­σι­μον. Ἦ­χος β´.

Ὅ­τε κα­τῆλ­θες πρὸς τὸν θά­να­τον, ἡ ζω­ὴ ἡ ἀ­θά­να­τος, τό­τε τὸν ᾅ­δην ἐ­νέ­κρω­σας, τῇ ἀ­στρα­πῇ τῆς θε­ό­τη­τος· ὅ­τε δὲ καὶ τοὺς τε­θνε­ῶ­τας, ἐκ τῶν κα­τα­χθο­νί­ων ἀ­νέ­στη­σας, πᾶ­σαι αἱ δυ­νά­μεις τῶν ἐ­που­ρα­νί­ων ἐ­κραύ­γα­ζον· Ζω­ο­δό­τα Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν δό­ξα σοι.

Δό­ξα. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´.

Ὀρ­θο­δο­ξί­ας ὁ φω­στήρ, Ἐκ­κλη­σί­ας τὸ στή­ριγ­μα καὶ δι­δά­σκα­λε, τῶν μο­να­στῶν ἡ καλ­λο­νή, τῶν θε­ο­λό­γων ὑ­πέρ­μα­χος ἀ­προ­σμά­χη­τος, Γρη­γό­ρι­ε θαυ­μα­τουρ­γέ, Θεσ­σα­λο­νί­κης τὸ καύ­χη­μα, κή­ρυξ τῆς χά­ρι­τος, ἱ­κέ­τευ­ε δι­ὰ παν­τός, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Ὁ δι᾿ ἡ­μᾶς γεν­νη­θεὶς ἐκ Παρ­θέ­νου, καὶ σταύ­ρω­σιν ὑ­πο­μεί­νας Ἀ­γα­θέ, ὁ θα­νά­τῳ τὸν θά­να­τον σκυ­λεύ­σας, καὶ ἔ­γερ­σιν δεί­ξας ὡς Θε­ός, μὴ πα­ρί­δῃς οὓς ἔ­πλα­σας τῇ χει­ρί σου· δεῖ­ξον τὴν φι­λαν­θρω­πί­αν σου Ἐ­λε­ῆ­μον· δέ­ξαι τὴν τε­κοῦ­σάν σε Θε­ο­τό­κον, πρε­σβεύ­ου­σαν ὑ­πὲρ ἡ­μῶν, καὶ σῶ­σον Σω­τὴρ ἡ­μῶν, λα­ὸν ἀ­πε­γνω­σμέ­νον.

ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ


ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟ ΣΥΝΔΕΣΜΟ 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου