Ἡ Ὑπαπαντὴ τοῦ
Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Αὐτόμελον
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω
τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν
ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν
αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες,
τὸν μόνον φιλάνθρωπον.
Δόξα...
Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Τὸν
τάφον σου Σωτὴρ
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ
θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς,
ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο,
χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ
Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας
τὸν δοῦλόν σου.
Δόξα...
Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ'
Κατέπλαγη
Ἰωσὴφ
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς
τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος
Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ
Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω
τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς
ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν
ἁπάντων.
Κάθισμα Ἦχος δ'
Κατεπλάγη
Ἰωσὴφ
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι
κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς
θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ
θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα
Θεόν, ἀτρέπτως δι' ἡμᾶς ἐνηγκαλίσατο,
καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν
ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· Νῦν ἀπολύεις, τὸν δοῦλόν
σου Δέσποτα.
Κοντάκιον Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας
τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας
ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς
Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις
τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας,
ὁ μόνος φιλάνθρωπος.
Ὁ
Οἶκος
Τῇ Θεοτόκῳ προσδράμωμεν, οἱ
βουλόμενοι κατιδεῖν τὸν Υἱὸν αὐτῆς, πρὸς
Συμεὼν ἀπαγόμενον, ὃν περ οὐρανόθεν οἱ
Ἀσώματοι βλέποντες, ἐξεπλήττοντο λέγοντες·
θαυμαστὰ θεωροῦμεν νυνὶ καὶ παράδοξα, ἀκατάληπτα,
ἄφραστα, ὁ τὸν Ἀδὰμ δημιουργήσας βαστάζεται
ὡς βρέφος, ὁ ἀχώρητος χωρεῖται ἐν ἀγκάλαις
τοῦ Πρεσβύτου, ὁ ἐπὶ τῶν κόλπων ἀπεριγράπτως
ὑπάρχων τοῦ Πατρὸς αὐτοῦ, ἑκὼν περιγράφεται
σαρκί, οὐ Θεότητι, ὁ μόνος φιλάνθρωπος.
Σ υ ν α
ξ ά ρ ι ο ν
Τῇ Β' τοῦ αὐτοῦ
μηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, ἐν ᾗ ἐδέξατο αὐτὸν
εἰς τὰς ἀγκάλας αὐτοῦ ὁ δίκαιος
Συμεών.
Στίχοι
Κόλπους Πατρὸς τυποῦσι τοῦ σοῦ, Χριστέ μου,
Τοῦ Συμεὼν αἱ χεῖρες, αἱ φέρουσί σε.
Δέξατο δευτερίῃ Χριστὸν Συμεὼν παρὰ Νηῷ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου.
Στίχοι
Ἀγαθοδώρῳ δῶρον ἐξ ἐμῶν λόγων,
Δωρῶ, δοθέντι τῷ Θεῷ δι' αἱμάτων.
ᾨδὴ
θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα
ἐν τῇ ᾨδῇ ταύτῃ
Ἦχος
γ'
Ἀκατάληπτόν
ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται
χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
Βουληθεὶς
ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Γένος
ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Δεῦτε,
ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Ἐπιβλέπεις
πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν
χερσὶ;
Ζήσας
ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.
Ἡ
λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις
Μαριάμ.
Θέλων
ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Κατελθόντ'
ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Λάμπρυνόν
μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε
ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Νῦν
ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου
φῶς.
Ὃν
οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ
Συμεών, ἀγκαλίζεται χερσί.
Δόξα...
Ἡ
τῇ
φύσει
μὲν Μονάς, τοῖς
προσώποις δὲ
Τριάς,
φύλαττε τοὺς δούλους
σου, τοὺς πιστεύοντας εἰς
σέ.
Καὶ
νῦν...
Θεοτόκε
ἡ ἐλπίς,
πάντων τῶν Χριστιανῶν,
σκέπε φρούρει φύλαττε,
τοὺς
ἐλπίζοντας
εἰς σέ.
Ἐξαποστειλάριον,
αὐτόμελον
Ἐν πνεύματι τῷ ἱερῷ παραστὰς
ὁ Πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο, τὸν τοῦ
νόμου Δεσπότην, κραυγάζων· Νῦν τοῦ δεσμοῦ
με, τῆς σαρκὸς ἀπόλυσον, ὡς εἴρηκας ἐν
εἰρήνῃ· εἶδον γὰρ τοῖς ὀφθαλμοῖς, ἀποκάλυψιν
ἐθνῶν, καὶ Ἰσραὴλ σωτηρίαν. (Ἐκ γ')
Ἀπολυτίκιον Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ
Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν,
φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ
σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις
τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Η ΥΠΑΠΑΝΤΗ
ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Προκείμενον.
Ἦχος γ’
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ
σωτῆρί μου.
Στίχ.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους
Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
7:7-17
Ἀδελφοί, χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Καὶ
ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι
ζῇ. Καὶ ὡς ἔπος εἰπεῖν, δι᾽ ᾽Αβραὰμ καὶ Λευΐ ὁ δεκάτας λαμβάνων δεδεκάτωται, ἔτι
γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. Εἰ μὲν οὖν
τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, (ὁ λαὸς γὰρ ἐπ᾽ αὐτῇ νενομοθέτητο),
τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδέκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν
τάξιν ᾽Ααρὼν λέγεσθαι; Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου
μετάθεσις γίνεται. Ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς
οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ· Πρόδηλον γὰρ ὅτι ἐξ ᾽Ιούδα ἀνατέταλκεν ὁ
Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν. Καὶ περισσότερον
ἔτι κατάδηλόν ἐστιν, εἰ
κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς
σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου, μαρτυρεῖ γὰρ, ὅτι σὺ ἱερεὺς
εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Ἀλληλούϊα.
Ἦχος
δ΄
Νῦν
ἀπολύεις τὸν δοῦλον σου, Δέσποτα.
Στίχ.
Φῶς εἰς αποκάλυψιν ἐθνῶν.
Ἐκ τοῦ κατὰ
Λουκᾶν
β΄ 22 - 40
Τῷ
καιρῷ ἐκείνῳ, ἀνήγαγον οἱ
γονεῖς τὸ παιδίον Ἰησοῦν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, 23 καθὼς
γέγραπται ἐν νόμῳ Κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ
κληθήσεται, 24 καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ
Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν. 25 Καὶ ἰδοὺ ἦν
ἄνθρωπος ἐν Ἰερουσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ
εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν ἅγιον ἐπ' αὐτόν·
26 καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν
θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. 27 καὶ ἦλθεν ἐν τῷ Πνεύματι
εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι
αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ 28 καὶ αὐτὸς ἐδέξατο
αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· 29 Νῦν
ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ
ῥῆμά σου ἐν εἰρήνῃ, 30 ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31 ὃ ἡτοίμασας κατὰ πρόσωπον
πάντων τῶν λαῶν. 32 φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου
Ἰσραήλ. 33 καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς
λαλουμένοις περὶ αὐτοῦ. 34 καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπεν πρὸς
Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ
Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. 35 καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν
διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.
36 Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα
ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς
παρθενίας αὐτῆς, 37
καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ
νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· 38 καὶ αὕτη αὐτῇ
τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς
προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. 39 Καὶ ὡς ἐτέλεσαν πάντα τὰ
κατὰ τὸν νόμον Κυρίου, ὑπέστρεψαν εἰς τὴν Γαλιλαίαν εἰς πόλιν ἑαυτῶν Ναζαρέτ.
40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας,
καὶ χάρις Θεοῦ ἦν ἐπ' αὐτό.
ΠΑΤΗΣΕ ΠΑΝΩ ΣΤΟΥΣ ΣΥΝΔΕΣΜΟΥΣ
ΛΕΙΤΟΥΡΓΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ
ΚΗΡΥΓΜΑ ΓΙΑ ΤΗΝ ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ - ΜΑΚΑΡΙΣΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΦΛΩΡΙΝΗΣ ΠΡΕΣΠΩΝ ΚΑΙ ΕΟΡΔΑΙΑΣ ΑΥΓΟΥΣΤΙΝΟΥ ΚΑΝΤΙΩΤΗ
Η ΟΡΘΟΔΟΞΗ ΕΟΡΤΗ ΤΗΣ ΜΗΤΕΡΑΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου